Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

  • Τοιούτου δὲ ὄντος, ὡς δι᾿ ὀλίγων εἰπεῖν, κατὰ τὸν
  • v.1.p.240
    Σίμωνα τοῦ πυρός, καὶ πάντων τῶν ὄντων ὁρατῶν καὶ ἀοράτων, ὡσαύτως ἐνήχων καὶ ἀνήχων, ἀριθμητῶν καὶ ἀριθμῶν, ἐν τῇ Ἀποφάσει τῇ μεγάλῃ καλεῖ τέλειον νοερόν, οὕτως ὡς ἕκαστον τῶν ἀπειράκις ἀπείρως ἐπινοηθῆναι δυναμένων καὶ λαλεῖν
  • καὶ διανοεῖσθαι καὶ ἐνεργεῖν, οὕτως ὡς φησὶν Ἐμπεδοκλῆς·
  • Γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ᾿ ὕδωρ, αἰθέρι δ᾿ αἰθέρα [δῖον], ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον, καὶ [στοργῇ] στοργήν, νεῖκος δέ τε νείκεϊ λυγρῷ.

    Πάντα γὰρ, φησίν, ἐνόμιζε τὰ μέρη τοῦ πυρὸς τὰ

  • ὁρατὰ καὶ τὰ ἀόρατα φρόνησιν ἔχειν καὶ νώματος αἶσαν. Γέγονεν
  • οὖν ὁ κόσμος ὁ γεννητὸς ἀπὸ τοῦ ἀγεννήτου πυρός. Ἤρξατο δὲ, φησί, γενέσθαι τοῦτον τὸν τρόπον. Ἓξ ῥίζας τὰς πρώτας τῆς ἀρχῆς τῆς γεννήσεως λαβὼν ὁ γεννητὸς ἀπὸ τῆς ἀρχῆς τοῦ πυρὸς ἐκείνου· γεγονέναι δὲ τὰς ῥίζας φησὶ κατὰ
  • συζυγίας ἀπὸ τοῦ πυρός, ἅστινας ῥίζας καλεῖ νοῦν καὶ ἐπίνοιαν,
  • φωνὴν καὶ ὄνομα, λογισμὸν καὶ ἐνθύμησιν· εἶναι δὲ ἐν ταῖς ἓξ ῥίζαις ταύταις πᾶσαν ὁμοῦ τὴν ἀπέραντον δύναμιν δυνάμει, οὐκ ἐνεργείᾳ. Ἥντινα ἀπέραντον δύναμιν φησὶ τὸν ἑστῶτα, στάντα, στησόμενον. Ὃς ἐὰν μὲν ἐξεικονισθῇ
  • ὢν ἐν ταῖς ἓξ δυνάμεσιν, ἔσται οὐσίᾳ, δυνάμει, μεγέθει,
  • ἀποτελέσματι μία καὶ ἡ αὐτὴ τῇ ἀγεννήτῳ καὶ ἀπεράντῳ δυνάμει, καὶ οὐδὲν ὅλως ἔχουσα ἐνδεέστερον ἐκείνης τῆς ἀγεννήτου καὶ ἀπαραλλάκτου καὶ ἀπεράντου δυνάμεως· ἐὰν δὲ μείνῃ τῇ δυνάμει μόνον ἐν ταῖς ἓξ δυνάμεσι καὶ μὴ ἐξεικονισθῇ,
  • ἀφανίζεται, φησί, καὶ ἀπόλλυται οὕτως ὡς ἡ δύναμις ἡ γραμματικὴ
  • ἢ γεωμετρικὴ ἐν ἀνθρώπου ψυχῇ. Προσλαβοῦσα γὰρ ἡ δύναμις τέχνην φῶς τῶν γινομένων γίνεται, μὴ προσλαβοῦσα δὲ ἀτεχνία καὶ σκότος, καὶ ὡς ὅτε οὐκ ᾖν, ἀποθνήσκοντι τῷ ἀνθρώπῳ συνδιαφθείρεται.

  • Τῶν δὲ ἓξ δυνάμεων τούτων καὶ τῆς ἑβδόμης τῆς
  • μετὰ τῶν ἓξ καλεῖ τὴν πρώτην συζυγίαν νοῦν καὶ ἐπίνοιαν, οὐρανὸν καὶ γῆν· καὶ τὸν μὲν ἄρσενα ἄνωθεν ἐπιβλέπειν καὶ
    v.1.p.242
    προνοεῖν τῆς συζύγου, τὴν δὲ γῆν ὑποδέχεσθαι κάτω τοὺς ἀπὸ τοῦ οὐρανοῦ νοεροὺς καταφερομένους τῇ γῇ συγγενεῖς καρπούς.
  • Διὰ τοῦτο, φησίν, ἀποβλέπων πολλάκις ὁ λόγος πρὸς τὰ ἐκ
  • νοὸς καὶ ἐπινοίας γεγεννημένα, τουτέστιν ἐξ οὐρανοῦ καὶ γῆς, λέγει· Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. ὁ δὲ λέγων ταῦτα, φησίν, ἡ ἑβδόμη δύναμις
  • ἐστίν, ὁ ἑστώς, στάς, στησόμενος· αὐτὸς γὰρ αἴτιος τούτων τῶν
  • καλῶν, ὧν ἐπῄνεσε Μωσῆς καὶ εἶπε καλὰ λίαν. Ἡ δὲ φωνὴ καὶ τὸ ὄνομα, ἥλιος καὶ σελήνη. Ὁ δέ λογισμὸς καὶ ἡ ἐνθύμησις, ἀὴρ καὶ ὕδωρ. Ἐν δὲ τούτοις ἅπασιν ἐμμέμικται καὶ κέκραται, ὡς ἔφην, ἡ μεγάλη δύναμις ἡ ἀπέραντος, ὁ ἑστώς.

  • Μωσέως οὖν εἰρηκότος· Ἓξ ἡμέραις ἐν αἷς ὁ
  • θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, τὸν εἰρημένον τρόπον μετοικονομήσας ὁ Σίμων ἑαυτὸν θεοποιεῖ. Ὅταν οὗν λέγωσιν, ὅτι εἰσὶ τρεῖς ἡμέραι πρὸ ἡλίου καὶ σελήνης
  • γεγενημέναι, αἰνίσσονται νοῦν καὶ ἐπίνοιαν, τουτέστιν οὐρανὸν
  • καὶ γῆν, καὶ τὴν ἑβδόμην δύναμιν τὴν ἀπέραντον. Αὗται γὰρ αἱ τρεῖς δυνάμεις εἰσὶ πρὸ πασῶν τῶν ἄλλων γενόμεναι. Ὅταν δὲ λέγωσι· Πρὸ πάντων τῶν αἰώνων γεννᾷ με, περὶ τῆς ἑβδόμης, φησί, δυνάμεως τὰ τοιαῦτα λέγεται εἶναι.
  • Ἑβδόμη δὲ αὕτη δύναμις, ἥτις ἦν δύναμις ὑπάρχουσα ἐν τῇ
  • ἀπεράντῳ δυνάμει, ἥτις γέγονε πρὸ πάντων τῶν αἰώνων, αὕτη ἐστί, φησίν, ἡ ἑβδόμη δύναμις, περὶ ἧς λέγει Μωσῆς· Καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος· τουτέστι, φησί, τὸ πνεῦμα τὸ πάντα ἔχον ἐν ἑαυτῷ, εἰκὼν τῆς ἀπεράντου
  • δυνάμεως, περὶ ἧς ὁ Σίμων λέγει· Εἰκὼν ἐξ ἀφθάρτου
  • μορφῆς, κοσμοῦσα μόνη πάντα. Αὕτη γὰρ ἡ δύναμις, ἡ ἐπιφερομένη ἐπάνω τοῦ ὕδατος ἐξ ἀφθάρτου, φησί, γεγενημένη μορφῆς κοσμεῖ μόνη πάντα. Τοιαύτης οὖν τινὸς καὶ παραπλησίου τῆς κατασκευῆς τοῦ κόσμου γενομένης παρ᾿ αὐτοῖς,
  • ἔπλασε, φησίν, ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών·
  • ἔπλασε δὲ οὐχ ἁπλοῦν, ἀλλὰ διπλοῦν κατ᾿ εἰκόνα καὶ
    v.1.p.244
    καθ᾿ ὁμοίωσιν. Εἰκὼν δέ ἐστι τὸ πνεῦμα τὸ ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος, ὃ ἐὰν μὴ ἐξεικονισθῇ, μετὰ τοῦ κόσμου ἀπολεῖται, δυνάμει μεῖναν μόνον καὶ μὴ ἐνεργείᾳ γενόμενον.
  • Τοῦτο ἐστί, φησί, τό εἰρημένον· Ἵνα μὴ σὺν τῷ κόσμῳ
  • κατακριθῶμεν. Ἐὰν δὲ ἐξεικονισθῇ καὶ γένηται ἀπὸ στιγμῆς ἀμερίστου, ὡς γέγραπται ἐν τῇ Ἀποφάσει, τὸ μικρὸν μέγα γενήσεται. Τὸ δὲ μέγα ἔσται εἰς τὸν ἄπειρον αἰῶνα καὶ ἀπαράλλακτον, τὸ μηκέτι γινόμενον. Πῶς οὖν καὶ τίνα τρόπον,
  • φησί, πλάσσει τὸν ἄνθρωπον ὁ θεός; Ἐν παραδείσῳ, οὕτως
  • γὰρ αὐτῷ δοκεῖ. Ἔστω, φησί, παράδεισος ἡ μήτρα, καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς ἡ γραφὴ διδάξει ὅτε λέγει· Ἐγώ εἰμι ὁ πλάσσων σε ἐν μήτρᾳ μητρός σου. Καὶ τοῦτο γὰρ οὕτω θέλει γεγράφθαι. Τὸν παράδεισον, φησίν, ἀλληγορῶν ὁ Μωσῆς
  • σῆς τὴν μήτραν εἴρηκεν, εἴπερ δεῖ τῷ λόγῳ πιστεύειν. Εἰ δὲ
  • πλάσσει ὁ θεὸς ἐν μήτρᾳ μητρὸς τὸν ἄνθρωπον, τουτέστιν ἐν παραδείσῳ, ὡς ἔφην, ἔστω παράδεισος ἡ μήτρα, Ἐδὲμ δὲ τὸ χωρίον, ποταμὸς ἐκπορευόμενος ἐξ Ἐδὲμ ποτίζειν
  • τὸν παράδεισον ὁ ὀμφαλός. Οὗτος, φησίν, ἀφορίζεται ὁ
  • ὀμφαλὸς εἰς τέσσαρας ἀρχάς, ἑκατέρωθεν γὰρ τοῦ ὀμφαλοῦ δύο εἰσίν ἀρτηρίαι παρατεταμέναι, ὀχετοὶ πνεύματος, καὶ δύο φλέβες, ὀχετοὶ αἵματος. Ἐπειδὰν δέ, φησίν, ἀπὸ τοῦ Ἐδὲμ χωρίου ἐκπορευόμενος ὁ ὀμφαλὸς ἐμφυῇ τῷ γενομένῳ κατὰ τὸ
  • ἐπιγάστριον, ὃν κοινῶς πάντες προσαγορεύουσιν ὀμφαλόν . . . .
  • αἱ δὲ δύο φλέβες, δι᾿ ὧν ῥεῖ καὶ φέρεται ἀπὸ τοῦ Ἐδὲμ τοῦ χωρίου τὸ αἷμα κατὰ τὰς καλουμένας πύλας τοῦ ἥπατος, αἵτινες τὸ γεννώμενον τρέφουσιν· αἱ δὲ ἀρτηρίαι, ἃς ἔφημεν ὀχετοὺς εἶναι πνεύματος, ἑκατέρωθεν περιλαβοῦσαι τὴν κύστιν
  • κατὰ τὸ πλατὺ ὀστοῦν, πρὸς τὴν μεγάλην συνάπτουσιν ἀρτηρίαν,
  • τὴν κατὰ ῥάχιν καλουμένην ἀορτήν, καὶ οὕτως διὰ τῶν παραθύρων ἐπὶ τὴν καρδίαν ὁδεῦσαν τὸ πνεῦμα κίνησιν ἐργάζεται τῶν ἐμβρύων. Πλαττόμενον γὰρ τὸ βρέφος ἐν τῷ παραδείσῳ οὔτε τῷ στόματι τροφὴν λαμβάνει, οὔτε ταῖς ῥισὶν ἀναπνέει·
  • ἐν ὑγροῖς γὰρ ὑπάρχοντι αὐτῷ παρὰ πόδας ἦν ὁ θάνατος εἰ
  • ἀνέπνευσεν· ἐπεσπάσατο γὰρ ἂν ἀπὸ τῶν ὑγρῶν καὶ ἐφθάρη. Ἀλλὰ γὰρ ὅλον περιέσφιγκται τῷ καλουμένῳ χιτῶνι ἀμνίῳ, τρέφεται δὲ δι᾿ ὀμφαλοῦ καὶ διὰ τῆς κατὰ ῥάχιν, ὡς ἔφην, τὴν τοῦ πνεύματος οὐσίαν λαμβάνει.

    v.1.p.246

    Ὁ οὗν ποταμός, φησίν, ὁ ἐκπορευόμενος ἐξ Ἐδὲμ εἰς

  • τέσσαρας ἀφορίζεται ἀρχάς, ὀχετοὺς τέσσαρας, τουτέστιν εἰς τέσσαρας
  • αἰσθήσεις τοῦ γεννωμένου, ὅρασιν, ἀκοήν, ὄσφρησιν, γεῦσιν καὶ ἁφήν. Ταύτας γὰρ ἔχει μόνας τὰς αἰσθήσεις ἐν τῷ παραδείσῳ πλασσόμενον τὸ παιδίον. Οὗτος, φησίν, ἐστὶν ὁ νόμος, ὃν ἔθηκε Μωσῆς, καὶ πρὸς τοῦτον αὐτὸν τὸν νόμον
  • γέγραπται τῶν βιβλίων ἕκαστον, ὡς αἱ ἐπιγραφαὶ δηλοῦσι. Τὸ
  • πρῶτον βιβλίον Γένεσις· ἤρκει, φησί, πρὸς γνῶσιν τῶν ὅλων ἡ ἐπιγραφὴ τοῦ βιβλίου. Αὕτη γὰρ, φησίν, ἐστὶν ἡ Γένεσις ὅρασις, εἰς ἣν ἀφορίζεται ποταμοῦ σχίσις ἡ μία. Ἐθεάθη γὰρ ὁ κόσμος ἐν ὁράσει. Ἡ ἐπιγραφὴ βιβλίου δευτέρου Ἔξοδος.
  • Ἔδει γὰρ τὸ γεννηθέν, τὴν Ἐρυθρὰν διοδεῦσαν θάλασσαν,
  • ἐλθεῖν ἐπί τὴν ἔρημον (Ἐρυθρὰν δελέγει, φασί, τὸ αἷμα), καὶ γεύσασθαι πικρὸν ὕδωρ. Πικρὸν γὰρ, φησίν, ἐστὶ τὸ ὕδωρ τὸ μετὰ τὴν Ἐρυθρὰν θάλασσαν, ὅπερ ἐστὶν ὁδὸς τῆς κατὰ τὸν βίον γνώσεως τῶν ἐπιπόνων ὁδευομένη καὶ πικρῶν. Στραφὲν
  • δὲ ὑπὸ Μωσέως, τουτέστι τοῦ λόγου, τὸ πικρὸν ἐκεῖνο γίνεται
  • γλυκύ. Καὶ ὅτι ταῦθ᾿ οὕτως ἔχει, κοινῇ πάντων ἐστὶν ἀκοῦσαι κατὰ τοὺς ποιητὰς λεγόντων· Ῥίζῃ μὲν μέλαν [ἔσκε], γάλακτι δὲ εἴκελον ἄνθος· μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τ᾿ ὀρύσσειν
  • ἀνδράσι γ(??) θνητοῖσι· θεοὶ δέ τε πάντα δύνανται.
  • Ἀρκεῖ, φησί, τὸ λεχθὲν ὑπὸ τῶν ἐθνῶν πρὸς ἐπίγνωσιν τῶν ὅλων τοῖς ἔχουσιν ἀκοὰς [τῆς ἀ]κοῆς· τούτου γὰρ, φησίν, ὁ γευσάμενος τοῦ καρποῦ ὑπὸ τῆς Κίρκης οὐκ ἀπεθηριώθη μόνος, ἀλλὰ καὶ τοὺς ἤδη τεθηριωμένους τῇ δυνάμει χρώμενος

  • τοῦ τοιούτου καρποῦ εἰς τὸν πρῶτον ἐκεῖνον τὸν ἴδιον
  • αὐτῶν ἀνέπλασε καὶ ἀνετύπωσε καὶ ἀνεκαλέσατο χαρακτῆρα. Πιστὸς δὲ ἀνὴρ καὶ ἀγαπώμενος ὑπὸ τῆς φαρμακίδος ἐκείνης διὰ τὸν γαλακτώδη καὶ θεῖον ἐκεῖνον καρπόν, φησίν, εὑρίσκεται. Λευΐτικὸν ὁμοίως τὸ τρίτον βιβλίον, ὅπερ ἐστὶν ἡ ὄσφρησις
  • ἢ ἀνοπνοή. Θυσιῶν γάρ ἐστι καὶ προσφορῶν ὅλον ἐκεῖνο
  • τὸ βιβλίον. Ὅπου δέ ἐστι θυσία, ὀσμή τις εὐωδίας ἀπὸ τῆς θυσίας διὰ τῶν θυμιαμάτων γίνεται· περὶ ἣν εὐωδίαν ὄσφρησιν
    v.1.p.248
    εἶναι δ[οκιμαστή]ριον. Ἀριθμοὶ τὸ τέταρτον τῶν βιβλίων
  • γεῦσιν λέγει, ὅπου λόγος ἐνεργεῖ. Διὰ γὰρ τοῦ λαλεῖν πάντα
  • ἀριθμοῦ τάξει καλεῖται. Δευτερονόμιον δὲ, φησίν, ἐστὶ πρὸς τὴν ἁφὴν τοῦ πεπλασμένου παιδίου ἐπιγεγραμμένον. Ὥσπερ γὰρ ἡ ἁφὴ τὰ ὑπὸ τῶν ἄλλων αἰσθήσεων ὁραθέντα θιγοῦσα ἀνακεφαλαιοῦται καὶ βεβαιοΐ, σκληρὸν ἢ θερμὸν ἢ γλίσχρον
  • δοκιμάσασα, οὕτως τὸ πέμπτον βιβλίον τοῦ νόμου ἀνακεφαλαίωσις
  • ἐστὶ τῶν πρὸ αὐτοῦ γραφέντων τεσσάρων.

    Πάντα οὖν, φησί, τὰ ἀγέννητα ἐστὶν ἐν ἡμῖν δυνάμει, οὐκ ἐνεργείᾳ, ὡς ἡ γραμματικὴ ἢ γεωμετρική. Ἐὰν οὖν τύχῃ τοῦ λόγου τοῦ προσήκοντος καὶ διδασκαλίας, καὶ στραφήσεται

  • τὸ πικρὸν εἰς γλυκύ, τουτέστιν αἱ ζιβύναι εἰς δρέπανα καὶ αἱ
  • μάχαιραι εἰς ἄροτρα, οὐκ ἔσται ἄχυρα καὶ ξύλα τὰ γεννώμενα πυρί, ἀλλὰ καρπὸς τέλειος ἐξεικονισμένος, ὡς ἔφην, ἴσος καὶ ὅμοιος τῇ ἀγεννήτῳ καὶ ἀπεράντῳ δυνάμει. Ἐὰν δὲ μείνῃ δένδρον μόνον, καρπὸν μὴ ποιοῦν, μὴ ἐξεικονισμένον ἀφανίζεται.
  • Ἐγγὺς γάρ που, φησίν, ἡ ἀξίνη παρὰ τὰς ῥίζας τοῦ
  • δένδρου· πᾶν δένδρον, φησί, μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

    Ἔστιν οὖν κατὰ τὸν Σίμωνα τὸ μακάριον καὶ ἄφθαρτον ἐκεῖνο ἐν παντὶ κεκρυμμένον δυνάμει, οὐκ ἐνεργείᾳ,

  • ὅπερ ἐστὶν ὁ ἑστώς, στάς, στησόμενος, ἑστὼς ἄνω, ἐν τῇ ἀγεννήτῳ
  • δυνάμει, στὰς κάτω, ἐν τῇ ῥοῇ τῶν ὑδάτων ἐν εἰκόνι γεννηθείς, στησόμενος ἄνω, παρὰ τὴν μακαρίαν ἀπέραντον δύναμιν ἐὰν ἐξεικονισθῇ. Τρεῖς γὰρ, φησίν, εἰσίν ἑστῶτες, καὶ ἄνευ τοῦ τρεῖς εἷναι ἑστῶτας αἰῶνας οὐ κοσμεῖται ὁ γέννητος
  • ὁ κατ᾿ αὐτοὺς ἐπὶ τοῦ ὕδατος φερόμενος, ὁ καθ᾿ ὁμοίωσιν ἀναπεπλασμένος
  • τέλειος ἐπ[ουράνιος], κατ᾿ οὐδεμίαν ἐπίνοιαν ἐνδεέστερος τῆς ἀγεννήτου δυνάμεως γενόμενος, τουτέστιν ὃ λέγουσιν· ἐγὼ καὶ σὺ ἕν, πρὸ ἐμοῦ σύ, τὸ μετὰ σὲ ἐγώ. Αὕτη, φησίν, ἐστὶ δύναμις μία, διῃρημένη ἄνω, κάτω, αὐτὴν γεννῶσα,
  • αὐτὴν αὔξουσα, αὐτὴν ζητοῦσα, αὐτὴν εὑρίσκουσα, αὐτῆς μήτηρ
  • οὖσα, αὐτῆς πατήρ, αὐτῆς ἀδελφή, αὐτῆς σύζυγος, αὐτῆς θυγάτηρ, αὐτῆς υἱός, μήτρη, πατήρ, ἕν, οὖσα ῥίζα τῶν ὅλων.

    Καὶ ὅτι, φησίν, ἀπὸ πυρὸς ἡ ἀρχὴ τῆς γενέσεως ἐστὶ τῶν

    v.1.p.250
    γεννωμένων, τοιοῦτον κατανόει τινὰ τρόπον. Πάντων, ὅσων
  • γένεσίς ἐστιν, ἀπὸ πυρὸς ἡ ἀρχὴ τῆς ἐπιθυμίας τῆς γενέσεως
  • γίνεται. Τοιγαροῦν πυροῦσθαι τὸ ἐπιθυμεῖν τῆς μεταβλητῆς γενέσεως ὀνομάζεται. Ἓν δὲ ὂν τὸ πῦρ τροπάς στρέφεται δύο. Στρέφεται γὰρ, φησίν, ἐν τῷ ἀνδρὶ τὸ αἷμα, καὶ θερμὸν καὶ ξανθὸν ὡς πῦρ τυπούμενον, εἰς σπέρμα, ἐν δὲ τῇ γυναικὶ τὸ
  • αὐτὸ τοῦτο αἷμα εἰς γάλα. Καὶ γίνεται ἡ τοῦ ἄρρενος τροπὴ
  • γένεσις, ἡ δὲ τῆς θηλείας τροπὴ τροφὴ τῷ γεννωμένῳ. Αὔτη, φησίν, ἐστὶν ἡ φλογίνη ῥομφαία ἡ στρεφομένη φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. Στρέφεται γὰρ τὸ
  • αἷμα εἰς σπέρμα καὶ γάλα, καὶ γίνεται ἡ δύναμις αὕτη μήτηρ
  • καὶ πατήρ, πατὴρ τῶν γινομένων, καὶ αὔξησις τῶν τρεφομένων, ἀπροσδεής, αὐτάρκης. Φυλάσσεται δὲ, φησῖ, τὸ ξύλον τῆς ζωῆς διὰ τῆς στρεφομένης φλογίνης ῥομφαίας, ὡς εἰρήκαμεν, ἡ δύναμις ἡ ἑβδόμη ἡ ἐξ αὐτῆς, ἡ πάντας ἔχουσα, ἡ ἐν ταῖς ἓξ κατακειμένη
  • δυνάμεσιν. Ἐὰν γὰρ μὴ στρέφηται ἡ φλογίνη ῥομφαία, φθαρήσεται
  • καὶ ἀπολεῖται τὸ καλὸν ἐκεῖνο ξύλον· ἐὰν δὲ στρέφηται εἰς σπέρμα καὶ γάλα, ὁ δυνάμει ἐν τούτοις κατακείμενος λόγου τοῦ προσήκοντος καὶ τόπου κυρίου, ἐν ᾧ γεννᾶται λόγος, τυχών, ἀρξάμενος ὡς ἀπὸ σπινθῆρος ἐλαχίστου, παντελῶς μεγαλυνθήσεται
  • καὶ αὐξήσει καὶ ἔσται δύναμις ἀπέραντος, ἀπαράλλακτος,
  • [ἴση καὶ ὁμοία] αἰῶνι ἀπαραλλάκτῳ μηκέτι γινομένῳ εἰς τὸν ἀπέραντον αἰῶνα.

    Γέγονεν οὗν ὁμολογουμένως κατὰ τοῦτον τὸν λόγον τοῖς ἀνοήτοις Σίμων θεός, ὥσπερ ὁ Αίβυς ἐκεῖνος ὁ καὶ Ἄψεθος,

  • γεννητὸς μὲν καὶ παθητός, ὅταν ᾖ ἐν δυνάμει, ἄπαθὴς
  • δὲ ἐκ γεννητοῦ, ὅταν ἐξεικονισθῇ καὶ γενόμενος τέλειος ἐξέλθῃ τῶν δυνάμεων τῶν πρώτων δύο, τουτέστιν οὐρανοῦ καὶ γῆς. Λέγει γὰρ Σίμων διαρρήδην περὶ τούτου ἐν τῇ Ἀποφάσει οὕτως· Ὑμῖν οὖν λέγω ἃ λέγω καὶ γράφω ἃ γράφω. Τὸ
  • γράμμα τοῦτο· δύο εἰσὶ παραφυάδες τῶν ὅλων αἰώνων,
  • μήτε ἀρχὴν μήτε πέρας ἔχουσαι, ἀπὸ μιᾶς ῥίζης, ἥτις ἐστὶ δύναμις σιγὴ ἀόρατος, ἀκατάληπτος, ὦν ἡ μία φαίνεται ἄνωθεν, ἥτις ἐστὶ μεγάλη δύναμις, νοῦς τῶν ὅλων, διέπων τὰ πάντα, ἄρσην, ἡ δὲ
    v.1.p.252
  • ἑτέρα κάτωθεν, ἐπίνοια μεγάλη, θήλεια, γεννῶσα
  • τὰ πάντα. Ἔνθεν ἀλλήλοις ἀντιστοιχοῦντες συζυγίαν ἔχουσι, καὶ τὸ μέσον διάστημα ἐμφαίνουσιν ἀέρα ἀκατάληπτον, μήτε ἀρχὴν μήτε πέρας ἔχοντα. Ἐν δὲ τούτῳ πατὴρ ὁ βαστάζων πάντα καὶ τρέφων
  • τὰ ἀρχὴν καί πέρας ἔχοντα. Οὗτος ἐστὶν ὁ ἑστώς,
  • στάς, στησόμενος, ὢν ἀρσενόθηλυς δύναμις κατὰ τὴν προϋπάρχουσαν δύναμιν ἀπέραντον, ἥτις οὔτ᾿ ἄρχὴν οὔτε πέρας ἔχει, ἐν μονότητι οὖσαν· ἀπὸ γὰρ ταύτης προελθοῦσα ἡ ἐν μονότητι ἐπίνοια ἐγένετο
  • δύο. Κἀκεῖνος ἦν εἷς· ἔχων γὰρ ἐν ἑαυτῷ αὐτὴν ἦν
  • μόνος, οὐ μέντοι πρῶτος, καίπερ προϋπάρχων, φανεὶς δὲ αὐτῷ ἀπὸ ἑαυτοῦ, ἐγένετο δεύτερος. Ἀλλ᾿ οὐδὲ πατὴρ ἐκλήθη πρὶν αὐτὴν αὐτὸν ὀνομάσαι πατέρα. Ὡς οὖν αὐτὸς ἑαυτὸν ὑπὸ ἑαυτοῦ προαγαγὼν
  • ἐφανέρωσεν ἑαυτῷ τὴν ἰδίαν ἐπίνοιαν, οὕτως καὶ ἡ
  • φανεῖσα ἐπίνοια οὐκ ἐποίησεν, ἀλλὰ ἰδοῦσα αὐτὸν ἐνέκρυψε τὸν πατέρα ἐν ἑαυτῇ, τουτέστι τὴν δύναμιν, καὶ ἔστιν ἀρσενόθηλυς δύναμις καὶ ἐπίνοια, ὅθεν ἀλλήλοις ἀντιστοιχοῦσιν (οὐδὲν γὰρ διαφέρει
  • δύναμις ἐπινοίας) ἓν ὄντες. Ἐκ μὲν τῶν ἄνω εὑρίσκεται
  • δύναμις, ἐκ δὲ τῶν κάτω ἐπίνοια. Ἔστιν οὗν οὕτως καὶ τὸ φανὲν ἀπ᾿ αὐτῶν, ἓν ὄν, δύο εὑρίσκεσθαι, ἀρσενόθηλυς ἔχων τὴν θήλειαν ἐν ἑαυτῷ. Οὕτως ἐστὶ νοῦς ἐν ἐπινοίᾳ, ἃ χωριστὰ ἀπ᾿ ἀλλήλων,
  • ἓν ὄντες, δύο εὑρίσκονται.
  • Ταῦτα μὲν οὗν ὁ Σίμων ἐφευρὼν οὐ μόνον τὰ Μωσέως κακοτεχνήσας εἰς ὃ ἐβούλετο μεθηρμήνευσεν, ἀλλὰ καὶ τὰ τῶν ποιητῶν. Καὶ γὰρ τὸν δούρειον ἵππον ἀλληγορεῖ καὶ τὴν Ἑλένην ἅμα τῇ λαμπάδι καὶ ἄλλα πλεῖστα ὅσα μετάγ[ων

  • εἰς] τὰ αὐτοῦ καὶ τῆς ἐπινοίας πλαστολογεῖ. Εἶν[αι δ᾿ ἔλ]εγε
  • ταύτην τὸ πρόβατον τὸ πεπλανημένον, ἥτις ἀεὶ καταγινομένη ἐν γυναιξὶν ἐτάρασσε τὰς ἐν κόσμῳ δυνάμεις διὰ τὸ ἀνυπέρβλητον
    v.1.p.254
    αὐτῆς κάλλος, ὅθεν καὶ ὁ Τρωϊκός πόλεμος δι᾿ αὐτὴν γεγένηται. Ἐν γὰρ τῇ κατ᾿ ἐκεῖνο καιροῦ γενομένῃ Ἑλένῃ ἐνῷκησεν
  • αὕτη ἡ ἐπίνοια, καὶ οὕτως πασῶν ἐπιδικαζομένων αὐτῆς
  • τῶν ἐξουσιῶν, στάσις καὶ πόλεμος ἐπανέστη, ἐν οἷς ἐφάνη ἔθνεσιν. Οὕτως γοῦν τὸν Στησίχορον διὰ τῶν ἐπῶν λοιδορήσαντα αὐτὴν τὰς ὄψεις τυφλωθῆναι· αὗθις δέ, μεταμεληθέντος αὐτοῦ καὶ γράψαντος τὰς παλινῳδίας, ἐν αἷς ὕμνησεν αὐτήν,
  • ἀναβλέψαι· μετενσωματουμένην δὲ ὑπὸ τῶν ἀγγέλων καὶ τῶν
  • κάτω ἐξουσιῶν, οἳ καὶ τὸν κόσμον, φησίν, ἐποίησαν, ὕστερον ἐπὶ τέγους ἐν Τύρῳ τῆς Φοινίκης πόλει στῆναι, ἣν κατελθὼν εὗρεν. Ἐπὶ γὰρ τὴν ταύτης πρώτην ζήτησιν ἔφη παραγεγονέναι, ὅπως ῥύσηται αὐτὴν τῶν δεσμῶν, ἣν λυτρωσάμενος ἅμα
  • ἑαυτῷ περιῆγε, φάσκων τοῦτο εἶναι τὸ ἀπολωλὸς πρόβατον,
  • ἑαυτὸν δὲ λέγων τὴν ὑπὲρ πάντα δύναμιν εἶναι. Ὁ δὲ ψυδρὸς ἐρασθεὶς τοῦ γυναίου τούτου, Ἑλένης καλουμένης, ὠνησάμενος εἶχε, καὶ τοὺς μαθητὰς αἰδούμενος τοῦτον τὸν μῦθον ἔπλασεν. Οἱ δὲ αὗθις μιμηταὶ τοῦ πλάνου καὶ Σίμωνος μάγου
  • γινόμενοι τὰ ὅμοια δρῶσιν, ἀλογίστως φάσκοντες δεῖν μίγνυσθαι,
  • λέγοντες· πᾶσα γῆ γῆ, καὶ οὐ διαφέρει ποῦ τις σπείρει, πλὴν ἵνα σπείρῃ, ἀλλὰ καὶ μακαρίζουσιν ἑαυτοὺς ἐπὶ τῇ [κοινῇ] μίξει, ταύτην εἶναι λέγοντες τὴν τελείαν ἀγάπην, καὶ τὸ ἅγιος ἁγίων . . λλη . ος ἁγιασθήσεται· οὐ γὰρ μὴ κρατεῖσθαι
  • αὐτοὺς ἐπί τινι νομιζομένῳ κακῷ, λελύτρωνται γάρ. Τὴν
  • δὲ Ἑλένην λυτρωσάμενος οὕτως τοῖς ἀνθρώποις σωτηρίαν παρέσχε διὰ τῆς ἰδίας ἐπιγνώσεως. Κακῶς γὰρ διοικούντων τῶν ἀγγέλων τὸν κόσμον διὰ τὸ φιλαρχεῖν αὐτούς, εἰς ἐπανόρθωσιν ἐληλυθέναι αὐτὸν ἔφη μεταμορφούμενον καὶ ἐξομοιούμενον
  • ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις καὶ τοῖς ἀγγέλοις, ὡς καὶ ἄνθρωπον
  • φαίνεσθαι αὐτὸν μὴ ὄντα ἄνθρωπον, καὶ παθεῖν δὲ ἐν τῇ Ἰουδαίᾳ δεδοκηκέναι μὴ πεπονθότα, ἀλλὰ φανέντα Ἰουδαίοις
    v.1.p.256
    μὲν ὡς υἱόν, ἐν δὲ τῇ Σαμαρείᾳ ὡς πατέρα, ἐν δὲ τοῖς λοιποῖς ἔθνεσιν ὡς πνεῦμα ἅγιον, ὑπομένειν δὲ αὐτὸν
  • καλεῖσθαι οἵῳ ἂν ὀνόματι καλεῖν βούλωνται οἱ ἄνθρωποι. Τοὺς
  • δὲ προφήτας ἀπὸ τῶν κοσμοποιῶν ἀγγέλων ἐμπνευσθέντας εἰρηκέναι τὰς προφητείας· διὸ μὴ φροντίζειν αὐτῶν τοὺς εἰς τὸν Σίμωνα καὶ τὴν Ἑλένην πεπιστευκότας ἕως νῦν, πράσσειν τε ὅσα βούλονται ὡς ἐλευθέρους, κατὰ γὰρ τὴν αὐτοῦ χάριν
  • σώζεσθαι αὐτοὺς φάσκουσι. Μηδὲν γὰρ εἶναι αἴτιον δίκης εἰ
  • πράξει τις κακῶς, οὐ γάρ ἐστι φύσει κακὸν ἀλλὰ θέσει. Ἔθεντο γὰρ, φησίν, οἱ ἄγγελοι οἱ τὸν κόσμον ποιήσαντες ὅσα ἐβούλοντο, διὰ τῶν τοιούτων λόγων δουλοῦν νομίζοντες τοὺς αὐτῶν ἀκούοντας.
  • Λύσιν δὲ αὖθις λέγουσι τοῦ κόσμου ἐπὶ λυτρώσει τῶν
  • ἰδίων ἀνθρώπων.

    Οἱ οὗν τούτου μαθηταὶ μαγείας ἐπιτελοῦσι καὶ ἐπαοιδάς, φίλτρα τε καὶ ἀγώγιμα καὶ τοὺς λεγομένους ὀνειροπόμπους δαίμονας ἐπιπέμπουσι πρὸς τὸ ταράσσειν οὓς βούλονται·

  • ἀλλὰ καὶ παρέδρους τοὺς λεγομένους ἀσκοῦσιν, εἰκόνα τε τοῦ
  • Σίμωνος ἔχουσιν εἰς Διὸς μορφὴν καὶ τῆς Ἑλένης ἐν μορφῇ Ἀθηνᾶς, καὶ ταύτας προσκυνοῦσι, τὸν μὲν καλοῦντες κύριον, τὴν δὲ κυρίαν. Εἰ δέ τις ὀνόματι καλέσει πὰρ᾿ αὐτοῖς ἰδὼν τὰς εἰκόνας ἢ Σίμωνος ἢ Ἑλένης, ἀπόβλητος γίνεται, ὡς ἀγνοῶν
  • τὰ μυστήρια. Οὗτος ὁ Σίμων πολλοὺς πλανῶν ἐν τῇ Σαμαρείᾳ
  • μαγείαις ὑπὸ τῶν ἀποστόλων ἠλέγχθη, καὶ ἐπάρατος γενόμενος, καθὼς ἐν ταῖς Πράξεσι γέγραπται, ὕστερον ἀπευδοκήσας ταῦτα ἐπεχείρησεν· ἕως καὶ τῆς Ῥώμης ἐπιδημήσας ἀντέπεσε
    v.1.p.258
    τοῖς ἀποστόλοις· πρὸς ὃν πολλὰ Πέτρος ἀντικατέστη μαγείαις
  • πλανῶντα πολλούς. Οὗτος ἐπὶ τέλει ἐλθὼν ἐν τ. . . . τη,
  • ὑπὸ πλάτανον καθεζόμενος ἐδίδασκε. Καὶ δὴ λοιπὸν ἐγγὺς τοῦ ἐλέγχεσθαι γινόμενος διὰ τὸ ἐγχρονίζειν, ἔφη, ὅτι εἰ χωσθείη ζῶν, ἀναστήσεται τῇ τρίτῃ ἡμέρᾳ. Καὶ δὴ τάφρον κελεύσας ὀρυγῆναι ὑπὸ τῶν μαθητῶν ἐκέλευσε χωσθῆναι. Οἱ
  • μὲν οὗν τὸ προσταχθὲν ἐποίησαν, ὁ δὲ ἀπέμεινεν ἕως νῦν·
  • οὐ γὰρ ἦν ὁ Χριστός. Οὗτος δὴ καὶ ὁ κατὰ τὸν Σίμωνα μῦθος, ἀφ᾿ οὗ Οὐαλεντῖνος τὰς ἀφορμὰς λαβὼν ἄλλοις ὀνόμασι καλεῖ. Ὁ γὰρ νοῦς καὶ ἡ ἀλήθεια καὶ λόγος καὶ ζωὴ καὶ ἄνθρωπος καὶ ἐκκλησία, οἱ Οὐαλεντίνου αἰῶνες, ὁμολογουμένως
  • εἰσὶν αἱ Σίμωνος ἓξ ῥίζαι, νοῦς, ἐπίνοια, φωνή,
  • ὄνομα, λογισμὸς καὶ ἐνθύμησις. Ἀλλ᾿ ἐπεὶ ἱκανῶς ἡμῖν δοκεῖ ἐκτεθεῖσθαι τὴν Σίμωνος μυθοποιΐαν, ἴδωμεν τί λέγει καὶ Οὐαλεντῖνος.

    Ἔστι μὲν οὗν ἡ Οὐαλεντίνου αἵρεσις Πυθαγορικὴν

  • ἔχουσα καὶ Πλατωνικὴν τὴν ὑπόθεσιν. Καὶ γὰρ Πλάτων ὅλως
  • ἐν τῷ Τιμαίῳ τὸν Πυθαγόραν ἀπεμάξατο· τοιγαροῦν καὶ ὁ Τίμαιος αὐτός ἐστιν αὐτῷ Πυθαγόρειος ξένος. Διὸ δοκεῖ ὀλίγα τῆς Πυθογορείου καὶ Πλατωνικῆς ὑπομνησθέντας ὑποθέσεως ἄρξασθαι καὶ τὰ Οὐαλεντίνου λέγειν. Εἰ γὰρ καὶ ἐν τοῖς
  • πρότερον ὑφ᾿ ἡμῶν πεπονημένοις ἔγκεινται καὶ τὰ Πυθαγόρᾳ
  • καὶ Πλάτωνι δεδοκημένα, ἀλλά γε καὶ νῦν οὐκ ἀλόγως ὑπομνησθήσομαι δι᾿ ἐπιτομῆς καὶ κορυφαιότατα τῶν αὐτοῖς ἀρεσκομένων, πρὸς τὸ εὐεπίγνωστα γενέσθαι τὰ Οὐαλεντίνῳ δόξαντα διὰ τῆς ἐγγίονος παραθέσεως καὶ ὁμοίας συγκρίσεως τῶν μὲν
  • πάλαι ἀπ᾿ Αἰγυπτίων ταῦτα παραλαβόντων καὶ εἰς Ἕλληνας
  • μεταδιδαξάντων, τοῦ δὲ παρὰ τούτων, ὅτι δὲ παρ᾿ αὐτῶν, διαψευσαμένου ἰδίαν τε δόξαν συστῆσαι πεπειραμένου, . . . σπαράξαντα μὲν τὰ ἐκείνων ὀνόμασι καὶ ἀριθμοῖς, ἰδίως δὲ καλέσαντα καὶ μέτροις διορίσαντα, ὅπως αἵρεσιν Ἑλληνικὴν ποικίλην
  • μέν, ἀσύστατον δὲ καὶ οὐκ ἀνήκουσαν Χριστῷ συστήσῃ.
  • Ἡ μὲν οὖν ἀρχὴ τῆς ὑποθέσεώς ἐστιν ἐν τῷ Τιμαίῳ τῷ Πλάτωνι σοφία Αἰγυπτίων· ἐκεῖθεν γὰρ ὁ Σόλων τὴν ὅλην ὑπόθεσιν περὶ τῆς κόσμου γεννήσεως καὶ φθορᾶς παλαιῷ τινὶ

    v.1.p.260
    λόγῳ καὶ προφητικῷ, ὡς φησὶν ὁ Πλάτων, τοὺς Ἕλληνας ἐδίδαξε,
  • παῖδας νέους ὄντας καὶ πρεσβύτερον ἐπισταμένους μάθημα
  • οὐδὲν θεολογούμενον. Ἵν᾿ οὗν παρακολουθήσωμεν τοῖς λόγοις, οἷς καταβέβληται Οὐαλεντῖνος, προεκθήσομαι νῦν, τίνα ἐστὶν ἃ Πυθαγόρας ὁ Σάμιος μετὰ τῆς ὑμνουμένης ἐκείνης παρὰ τοῖς Ἕλλησι σιγῆς φιλοσοφεῖ, εἶθ᾿ οὕτως ταῦτα, ἃ Πυθαγόρου
  • λαβὼν καὶ Πλάτωνος Οὐαλεντῖνος σεμνολογῶν ἀνατίθησι
  • Χριστῷ καὶ πρὸ τοῦ Χριστοῦ τῷ πατρὶ τῶν ὅλων καὶ σιγῇ τῇ συνεζευγμένῃ τῷ πατρί.

    Πυθαγόρας τοίνυν ἀρχὴν τῶν ὅλων ἀγέννητον ἀπεφήνατο τὴν μονάδα, γεννητὴν δὲ τὴν δυάδα καὶ πάντας τοὺς

  • ἄλλους ἀριθμούς. Καὶ τῆς μὲν δυάδος πατέρα φησὶν εἶναι τὴν
  • μονάδα, πάντων δὲ τῶν γεννωμένων μητέρα δυάδα, γεννητὴν γεννητῶν. Καὶ Ζαράτας ὁ Πυθαγόρου διδάσκαλος ἐκάλει τὸ μὲν ἓν πατέρα, τὰ δὲ δύο μητέρα. Γεγέννηται γὰρ ἐκ μὲν μονάδος δυὰς κατὰ τὸν Πυθαγόραν, καὶ ἔστιν ἡ μὲν μονὰς ἄρρεν
  • καὶ πρώτη, ἡ δὲ δυὰς θῆλυ. Παρὰ τῆς δυάδος δὲ πάλιν, ὡς
  • ὁ Πυθαγόρας λέγει, ἡ τριὰς καὶ οἱ ἐφεξῆς ἀριθμοὶ μέχρι τῶν δέκα. Τοῦτον γὰρ οἶδε μόνον τέλειον ἀριθμὸν Πυθαγόρας τὸν δέκα· τὸν γὰρ ἕνδεκα καὶ δώδεκα προσθήκην καὶ ἐπαναποδισμὸν τὴς δεκάδος, οὐκ ἄλλου τινὸς ἀριθμοῦ γέννησιν τὸ προστιθέμενον.
  • Πάντα δὲ σώματα στερεὰ ἐξ ἀσωμάτων γεννᾷ. Τῶν
  • τε γὰρ σωμάτων καὶ ἀσωμάτων· ὁμοῦ στοιχεῖον εἶναι φησὶ καὶ ἀρχὴν τὸ σημεῖον ὅ ἐστιν ἀμερές, γίνεται δὲ, φησίν, ἐκ σημείου γραμμή, καὶ [ἐκ γραμμῆς ἐπιφάνεια], ἐπιφάνεια δὲ ῥυεῖσα εἰς βάθος στερεὸν ὑφέστηκε, φησί, σῶμα. Ὅθεν καὶ ὅρκος τίς
  • ἐστι τοῖς Πυθαγορικοῖς ἡ τῶν τεσσάρων στοιχείων συμφωνία.
  • Ὀμνύουσι δ᾿ οὕτως· Ναὶ μὰ τὸν ἁμετέρᾳ κεφαλᾴ παραδόντα τετρακτύν, Πηγὴν ἀενάου φύσεως [ῥιζώματ᾿] ἔχουσαν. Ἔστι δὲ ἡ τετρακτὺς τῶν φυσικῶν καὶ στερεῶν σωμάτων ἀρχή,
  • ὡς ἡ μονὰς τῶν νοητῶν. Ὅτι δὲ καὶ ἡ τετρακτὺς γεννᾷ, φησί,
  • τὸν τέλειον ἀριθμόν, ὡς ἐν τοῖς νοητοῖς [ἡ μονάς], τὸν δέκα,
    v.1.p.262
    διδάσκουσιν οὕτως. Εἵ ἀρξάμενος ἀριθμεῖν λέγει τις ὅτι ἕν, καὶ ἐπιφέρει δύο, ἔπειτα ὁμοίως τρία, ἔσονται ταῦτα ἕξ· πρὸς δὲ τούτοις ἔτι τέσσαρα, ἔσται ὁμοίως τὸ πᾶν δέκα. Τὸ γὰρ ἕν,
  • δύο, τρία, τέσσαρα γίνεται δέκα, ὁ τέλειος ἀριθμός. Οὕτως,
  • φησί, κατὰ πάντα ἐμιμήσατο ἡ τετρακτὺς τὴν νοητὴν μονάδα, τέλειον ἀριθμὸν γεννῆσαι δυνηθεῖσαν.

    Δύο οὖν κατὰ τὸν Πυθαγόραν εἰσί κόσμοι, εἷς μὲν νοητός, ὃς ἔχει τὴν μονάδα ἀρχήν, εἷς δὲ αἰσθητός, τούτου δέ

  • ἐστι τετρακτὺς ἔχουσα ἰῶτα, τὴν μίαν κεραίαν, ἀριθμὸν τέλειον·
  • καὶ ἔστι κατὰ τοὺς Πυθαγορικ(??)ς τὸ ῑ, ἡ μία κεραία, πρώτη καὶ κυριωτάτη καὶ τῶν νοητῶν οὐσία νοητῶς καὶ αἰσθητῶς λαμβανομένη· συμβεβηκότα γένη ἀσώματα ἐννέα, ἃ χωρὶς εἶναι τῆς οὐσίας οὐ δύναται, ποιὸν καὶ ποσὸν καὶ πρός τι καὶ
  • ποῦ καὶ πότε καὶ κεῖσθαι καὶ ἔχειν καὶ ποιεῖν καὶ πάσχειν.
  • Ἔστιν οὗν ἐννέα τὰ συμβεβηκότα τῇ οὐσίᾳ, οἶς ἀριθμουμένη συνέχει τὸν τέλειον ἀριθμόν, τὸν ῑ. Διόπερ διῃρημένου τοῦ παντός, ὡς εἴπομεν, εἰς νοητὸν καὶ αἰσθητὸν κόσμον,
  • ἔχομεν καὶ ἡμεῖς ἀπὸ τοῦ νοητοῦ τὸν λόγον, ἵνα τῷ λόγω τὴν
  • τῶν νοητῶν καὶ ἀσωμάτων καὶ θείων ἐποπτεύωμεν οὐσίαν, αἰσθήσεις δὲ, φησίν, ἔχομεν πέντε, ὄσφρησιν, ὅρασιν, ἀκοήν, γεῦσιν καὶ ἁφήν, ἐν οἷς τῶν αἰσθητῶν ἐρχόμεθα εἰς γνῶσιν· καὶ οὕτω, φ(??)ίν, ἐστὶ διῃρημένος ὁ αἰσθητὸς ἀπὸ τοῦ νοητοῦ
  • κόσμου. Καἴ ὅτι ἔχομεν γνώσεως ὄργανον πρὸς ἑκάτερον αὐτῶν,
  • ἐντεῦθεν κατανοῶμεν. Οὐδὲν, φησί, τῶν νοητῶν γνωστὸν ἡμῖν δύναται γενέσθαι δι᾿ αἰσθήσεως· ἐκεῖνο γὰρ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτ᾿ ἔγνω, φησί, τῶν ἄλλων αἰσθήσεων οἱαδητισοῦν. Οὐδ᾿ αὖ πάλιν τῷ λόγῳ εἰς γνῶσιν
  • τῶν αἰσθητῶν οὐχ οἷόν τε ἐλθεῖν τινός, ἀλλὰ δεῖ ὅτι λευκόν
  • ἐστιν ἰδεῖν, καὶ γεύσασθαι ὅτι γλυκύ, καὶ ὅτι ᾠδικὸν ἤ ἀπῳδικὸν ἀκούσαντας εἰδέναι, καὶ εἴ τι τῶν ὀσμῶν ἐστὶν εὐῶδες ἢ ἀηδές, ὀσφρήσεως ἔργον, οὐ λόγου. Ὡσαύτως δὲ ἔχει καὶ τὰ τῆς ἁφῆς· σκληρὸν γὰρ ἢ ἁπαλόν, ἢ θερμὸν ἢ ψυχρὸν οὐχ
  • οἷόν τε ἐστὶν ἀκούσαντα εἰδέναι, ἀλλὰ γὰρ τῶν τοιούτων ἐστὶ
  • v.1.p.264
    κρίσις ἡ ἁφή. Τούτων οὕτως ὑφεστηκότων, ἡ διακόσμησις τῶν γεγονότων καὶ γινομένων ἀριθμητικῶς γινομένη θεωρεῖται. Ὃν γὰρ τρόπον ἀπὸ μονάδος ἀρξάμενοι κατὰ προσθήκην μονάδων ἢ τριάδων καὶ τῶν ἐξῆς ἀθροιζομένων ἀριθμῶν ἕν τι σύστημα
  • ποιοῦμεν μέγιστον ἀριθμοῦ, εἶτα πάλιν ἀπὸ τοῦ κατὰ τὴν σύνθεσιν
  • ἀθροισθέντος ἀφαιρέσει τινὶ καὶ ἀναποδισμῷ λύσιν τῶν συνεστώτων ἀριθμητικῶς ἐργαζόμεθα·

    οὕτω φησὶ καὶ τὸν κόσμον ἀριθμητικῷ τινὶ καὶ μουσικῷ δεσμῷ δεδεμένον ἐπιτάσει καὶ ἀνέσει καὶ προσθήκῃ καὶ ἀφαιρέσει ἀεὶ καὶ διὰ παντὸς

  • ἀδιάφθορον φυλαχθῆναι. Τοιγαροῦν καὶ περὶ τῆς διανομῆς
  • τοῦ κόσμου ἀποφαίνονται τοιοῦτόν τινα τρόπον οἱ Πυθαγορικοί· ἠ γὰρ καὶ πάρος ἦν τε καὶ ἔσσεται, οὐδέ ποτ᾿, οἴω, τούτων ἀμφοτέρων κενεώσεται ἄσπετος αἰών. Τίνων δὲ τούτων; τοῦ νείκους καὶ τῆς φιλίας. Ἀπεργάζεται
  • δὲ αὐτοῖς ἡ φιλία ἄφθαρτον, ἀΐδιον τὸν κόσμον, ὡς ὑπονοοῦσιν·
  • ἔστι γὰρ ἡ οὐσία καὶ ὁ κόσμος ἕν· τὸ δὲ νεῖκος διασπᾷ καὶ διαφέρει καὶ πολλὰ πειρᾶται καταδιαιροῦσα τὸν κόσμον ποιεῖν. Ὥσπερ εἴ τις ἀριθμητικῶς τὴν μυριάδα εἰς χιλιάδας καὶ ἑκατοντάδας καὶ δεκάδας, καὶ δραχμὰς εἰς ὀβολοὺς καὶ κοδράντας
  • μικροὺς κατακερματίσας τέμνει, οὕτω τὸ νεῖκος τὴν
  • οὐσίαν τοῦ κόσμου, φησί, τέμνει εἰς ζῷα, φυτά, μέταλλα καὶ τὰ τούτοις παραπλήσια· καὶ ἔστι τῆς γενέσεως τῶν γινομένων πάντων κατ᾿ αὐτοὺς δημιουργὸς τὸ νεῖκος, ἡ δ᾿ αὖ φιλία ἐπιτροπεύουσα καὶ προνοουμένη τοῦ παντὸς ἵνα μένῃ, καὶ εἰς τὸ
  • ἓν τὰ διῃρημένα καὶ τοῦ παντὸς ἀπεσπασμένα συνάγουσα καὶ
  • ἐξάγουσα τοῦ βίου, συνάπτει καὶ προστίθησι τῷ παντί, ἵνα μένῃ, καὶ ἔστιν ἕν. Οὐ παύσεται οὖν οὔτε τὸ νεῖκος τὸν κόσμον διαιροῦν οὔτε ἡ φιλία τὰ διῃρημένα τῷ κόσμῳ προσνέμουσα. Αὕτη τὶς ἐστίν, ὡς ἔοικε, κατὰ Πυθαγόραν ἡ τοῦ
  • κόσμου διανομή. Λέγει δὲ Πυθαγόρας εἶναι ἀπορραγάδας
  • τοῦ ἡλίου τοὺς ἀστέρας, καὶ τὰς ψυχὰς τῶν ζῴων ἀπὸ τῶν
    v.1.p.266
    ἄστρων φέρεσθαι· εἶναι δὲ αὐτὰς θνητὰς μέν, ὅταν ὦσιν ἐν τῷ σώματι, οἱονεὶ ἐγκατορωρυγμένας ὡς ἐν τάφῳ, ἀνίστασθαι δὲ καὶ γίνεσθαι ἀθανάτους, ὅταν τῶν σωμάτων ἀπολυθῶμεν.
  • Ὅθεν ὁ Πλάτων ἐρωτηθεὶς ὑπό τινος· τί ἐστι φιλοσοφία; ἔφη·
  • χωρισμὸς ψυχῆς ἀπὸ σώματος,