Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

  • Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τοῦ κατὰ πασῶν αἱρέσεων
  • ἐλέγχου.

    Τίνα τὰ Σίμωνι τετολμημένα, καὶ ὅτι ἐκ μαγικῶν καὶ ποιητικῶν τὸ δόγμα κρατύνει.

  • Τίνα ὁ Οὐαλεντῖνος δογματίζει, καὶ ὅτι ἐκ γραφῶν οὐ
  • συνίσταται αὐτοῦ τὸ δόγμα, ἀλλὰ ἐκ τῶν Πλατωνικῶν καὶ Πυθαγορικῶν δογμάτων.

    Καὶ τίνα τὰ Σεκούνδῳ καὶ Πτολεμαίῳ καὶ Ἡρακλέωνι δοκοῦντα, ὡς καὶ αὐτοὶ τοῖς αὐτοῖς, οἷς οἱ Ἕλληνες σοφοί,

  • ἐχρήσαντο ἄλλοις ῥήμασι.
  • Τίνα τὰ Μάρκῳ καὶ Κολαρβάσῳ νομισθέντα, καὶ ὅτι τινὲς αὐτῶν μαγείαις καὶ ἀριθμοῖς Πυθαγορείοις ἔσχον.

    Ὅσα μὲν οὖν ἐδόκει τοῖς ἀπὸ τοῦ ὄφεως τὰς ἀρχὰς παρειληφόσι καὶ κατὰ τελείωσιν τῶν χρόνων εἰς φανερὸν τὰς

  • δόξας ἑκουσίως προενεγκαμένοις, ἐν τῇ πρὸ ταύτης βίβλῳ οὔσῃ
  • πέμπτῃ τοῦ ἐλέγχου τῶν αἱρέσεων ἐξεθέμην. Νυνὶ δὲ καὶ τῶν ἀκολούθων τὰς γνώμας οὐ σιωπήσω, ἀλλ᾿ οὐδὲ μίαν ἀνέλεγκτον καταλείψω, εἴγε δυνατὸν πάσας ἀπομνημονεῦσαι καὶ τὰ τούτων ἀπόρρητα ὄργια, ἃ δικαίως ὄργια κλητέον· οὐ γὰρ
    v.1.p.234
  • μακρὰν ἀπέχουσιν ὀργῆς τοιαῦτα τετολμηκότες, ἵνα καὶ τῇ ἐτυμολογίᾳ
  • χρήσωμαι.

    Δοκεῖ οὖν καὶ τὰ Σίμωνος τοῦ Γιττηνοῦ, κώμης τῆς Σαμαρείας, νῦν ἐκθέσθαι, παρ᾿ οὗ καὶ τοὺς ἀκολούθους δείξομεν ἀφορμὰς λαβόντας ἑτέροις ὀνόμασιν ὅμοια τετολμηκέναι.

  • Οὗτος ὁ Σίμων μαγείας ἔμπειρος ὢν καὶ τὰ μὲν παίξας πολλοὺς
  • κατὰ τὴν Θρασυμήδους τέχνην, ᾧ τρόπῳ ἄνωθεν ἐξεθέμεθα, τὰ δὲ καὶ διὰ δαιμόνων κακουργήσας, θεοποιῆσαι ἑαυτὸν ἐπεχείρησεν, ἄνθρωπος γόης καὶ μεστὸς ἀπονοίας, ὃν ἐν ταῖς Πράξεσιν οἱ ἀπόστολοι ἤλεγξαν· οὗ πολλῷ σοφώτερον καὶ
  • μετριώτερον Ἄψεθος ὁ Λίβυς ὀρεχθεὶς θεὸς νομισθῆναι ἐν
  • Λιβύῃ ἐπεχείρησεν, οὗ τὸν μῦθον οὐ πολύ τι ἀπεμφαίνοντα τῆς Σίμωνος τοῦ ματαίου ἐπιθυμίας, δοκεῖ διηγήσασθαι ὄντα ἄξιον τῆς τούτου ἐπιχειρήσεως.

    Ἄψεθος ὁ Αίβυς ἐπεθύμησε θεὸς γενέσθαι· ὡς δὲ

  • πολυπραγμονῶν πάνυ ἀπετύγχανε τῆς ἐπιθυμίας, ἠθέλησε κἂν
  • δοκεῖν γεγονέναι, καὶ ἔδοξέ γε ὡς ἀληθῶς χρόνῳ πλείονι γεγονέναι θεός. Ἔθυον γὰρ οἱ ἀνόητοι Αίβυες αὐτῷ ὡς θείᾳ τινὶ δυνάμει, νομίζοντες ἄνωθεν ἐξ οὐρανοῦ πεπιστευκέναι φωνῇ. Συναθροίσας γὰρ εἰς ἔνα καὶ τὸν αὐτὸν οἰκίσκον ὄρνιθας
  • πλείστους ψιττακοὺς κατέκλεισεν· εἰσὶ δὲ πλεῖστοι κατὰ τὴν Λιβύην
  • ψιττακοί, καὶ ἐναργῶς μιμούμενοι πάνυ τὴν ἀνθρωπίνην φωνήν. Οὗτος χρόνῳ διαθρέψας τοὺς ὄρνεις ἐδίδαξε λέγειν· Ἄψεθος θεός ἐστιν. Ὡς δὲ ἤσκησαν οἱ ὄρνιθες χρόνῳ πολλῷ καὶ τοῦτο ἔλεγον, ὅπερ ᾤετο λεχθὲν θεὸν εἶναι ποιήσειν
  • νομίζεσθαι τὸν Ἄψεθον, τότε ἀνοίξας τὸ οἴκημα εἴασεν
  • ἄλλον ἀλλαχόσε τοὺς ψιττακούς. Πετομένων δὲ τῶν ὀρνίθων ἐξῆλθεν ὁ φθόγγος εἰς πᾶσαν τὴν Λιβύην, καὶ τὰ ῥήματα αὐτῶν διῆλθε μέχρι τῆς Ἑλληνικῆς γῆς, καὶ οὕτως οἱ Λίβυες καταπλαγέντες ἐπὶ τῇ τῶν ὀρνίθων φωνῇ τό τε πραχθὲν ὑπὸ
  • τοῦ Ἀψέθου πανούργευμα μὴ ἐννοήσαντες, θεὸν εἶχον τὸν
  • Ἄψεθον. Τῶν δὲ Ἑλλήνων τις ἀκριβῶς ἐννοήσας τὸ σόφισμα τοῦ νενομισμένου θεοῦ διὰ τῶν αὐτῶν ἐκείνων ψιττακῶν οὐκ
    v.1.p.236
    ἐλέγχει μόνον, ἀλλὰ καὶ ἀφανίζει τὸν ἀλαζόνα καὶ φορτικὸν ἐκεῖνον ἄνθρωπον. Μετεδίδαξε δὲ ὁ Ἕλλην καθείρξας πολλοὺς
  • ἀπὸ τῶν ψιττακῶν λέγειν· Ἄψεθος ἡμᾶς κατακλείσας
  • ἠνάγκασε λέγειν, Ἄψεθος θεός ἐστιν. Ἀκούσαντες δὲ οἱ Λίβυες τῆς παλινῳδίας τῶν ψιττακῶν, πάντες ὁμοθυμαδὸν συνελθόντες κατέκαυσαν τὸν Ἄψεθον.