Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

. . . τοῦ θεοῦ μετοικεῖ ἐκ Μεσοποταμίας

  • πόλεως Χαρρὰν εἰς τὴν νῦν μὲν Παλαιστίνην καὶ
  • v.1.p.532
    Ἰουδαίαν προσαγορευομένην χώραν, τότε δὲ Χαναανῖτιν, περὶ ἧς καὶ κατὰ τοῦτο τὸ μέρος τὸν λόγον οὐκ ἀμελῶς παρεδώκαμεν ἐν ἑτέροις λόγοις. Διὰ τοῦτο τοίνυν γίνεται ἡ καταρχὴ τῆς κατὰ τὴν Ἰουδαίαν αὐξήσεως, ἥτις τὴν προσηγορίαν μετέσχεν
  • [τοῦ ὀνόματος] ἐξ Ἰούδα, παιδὸς τοῦ Ἰακὼβ τοῦ τετάρτου, οὗ
  • καὶ . . . κέκληται, διὰ τὸ ἐξ αὐτοῦ τὸ βασιλικὸν γένος [εἶναι. Ἁβραὰμ] μετοικεῖ τῆς Μεσοποταμίας . . . . . . ἑκατοντούτης γενόμενος [γεννᾷ τὸν Ἰσαάκ· ὁ δὲ Ἰσαὰκ ἐτῶν] γενόμενος (??) γεννᾷ τὸν Ἰακώβ· ὁ δὲ Ἰακὼβ ἐτῶν (??)
  • γεννᾷ τὸν Λευΐ· ὁ δὲ Λευῒ ἐτῶν (??) γεννᾷ τὸν Καάθ· ὁ δὲ
  • Καὰθ ἐτῶν [ἐγένετο (??)], ἡνίκα συγκατῆλθε τῷ Ἰακὼβ εἰς Αἴγυπτον. Γίνεται τοίνυν πᾶς ὁ χρόνος, ὃν παρῴκησεν Ἁβραὰμ καὶ πᾶν τὸ αὐτοῦ γένος κατὰ τὸν Ἰσαὰκ [τῇ] ἐν τῇ τότε καλουμένῃ Χαναανίτιδι γῇ, ἔτη (??). Τούτου δὲ γίνεται [πατὴρ]
  • Θάρρα, τούτου Ναχώρ, τούτου Σερούχ, [τούτου Ῥαγαῦ, τούτου
  • Φαλέγ, τούτου Ἕβερ], ὅθεν καὶ τὸ Ἑβραίους καλεῖσθαι . . . ἦσαν δὲ οὗτοι (??) ἔθνη, ὧν καὶ τὰ ὀνόματα ἐκτεθείμεθα ἐν ἑτέραις βίβλοις, μηδὲ τοῦτο παραλιπόντες κατὰ τόπον, βουλόμενοι τοῖς φιλομαθέσιν ἐπιδεικνύναι ἣν ἔχομεν
  • στοργὴν περὶ τὸ θεῖον τήν τε ἀδίστακτον γνῶσιν, ἣν ἐν πόνοις
  • κεκτήμεθα περὶ τὴν ἀλήθειαν. Τούτου δὲ τοῦ Ἕβερ γίνεται πατὴρ Σαλά, τούτου δὲ Καϊνᾶν, τούτου δὲ Ἀρφαξάδ, οὗ γίνεται Σήμ, τούτου δὲ Νῶε, ἐφ᾿ οὗ ὁ κατὰ πάντα κόσμον γίνεται κατακλυσμός, οὗ οὔτε Αἰγύπτιοι οὔτε Χαλδαῖοι οὔτε Ἕλληνες
  • μέμνηνται, οἷς κατὰ τόπους οἵ τε ἐπὶ τοῦ Ὠγύγου καὶ Δευκαλίωνος
  • γεγένηνται κατακλυσμοί. Εἰσὶν οὖν καὶ ἐπὶ τούτων γενεαὶ (??), ἔτη (??). Οὗτος εὐσεβέστατος γενόμενος καὶ θεοφιλὴς μόνος ἅμα γυναικὶ καὶ τέκνοις καὶ ταῖς τούτων τρισὶ γυναιξὶ
    v.1.p.534
    διέφυγε τὸν γενόμενον κατακλυσμὸν ἐν κιβωτῷ διασωθείς, ἧς
  • καὶ τὰ μέτρα καὶ τὰ λείψανα, καθὼς ἐκτεθείμεθα, ἕως νῦν
  • ἀποδείκνυται ἐν ὄρεσιν Ἀραρὰδ καλουμένοις, οὖσι πρὸς τὴν τῶν Ἀδιαβηνῶν χώραν. Ἐνιδεῖν οὗν ἔστι τοῖς φιλοπόνως ἱστορεῖν βουλομένοις, ὡς φανερῶς ἐπιδέδεικται τὸ τῶν θεοσεβῶν γένος ἀρχαιότερον [ὂν] πάντων Χαλδαίων, Αἰγυπτίων, Ἑλλήνων.
  • Τί δὲ καὶ τοὺς ἐπάνω τοῦ Νῶε καὶ θεοσεβεῖς καὶ θεοῦ ὁμιλητὰς
  • ὀνομάζειν νῦν χρή, ἱκανῆς οὔσης πρὸς τὸ προκείμενον ταύτης τῆς περὶ ἀρχαιότητος μαρτυρίας;

    Ἀλλ᾿ ἐπεὶ οὐκ ἄλογον δοκεῖ ἐπιδεῖξαι ταῦτα τὰ περὶ σοφίαν ἠσχολημένα ἔθνη μεταγενέστερα ὄντα τῶν θεὸν σεβασάντων,

  • εὔλογον εἰπεῖν καὶ πόθεν τὸ γένος αὐτοῖς καὶ πότε
  • μετοικήσαντες ταύταις ταῖς χώραις, οὐ τὸ ὄνομα ἐξ αὐτῶν τῶν χωρῶν μετέσχον, ἀλλ᾿ αὐτοὶ προσεποίησαν ἐκ τῶν πρώτως ἀρξάντων καὶ κατοικησάντων. Γίνονται τῷ Νῶε τρεῖς παῖδες Σήμ, Χάμ, Ἰάφεθ· ἐκ τούτων πᾶν γένος ἀνθρώπων πεπλήθυνται
  • καὶ πᾶσα χώρα κατοικεῖται· ῥῆμα γὰρ θεοῦ ἐπ᾿ αὐτοὺς
  • ἴσχυσεν εἰπόντος· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. Τοσοῦτον δυνηθέντος ἑνὸς ῥήματος γεννῶνται ἐκ τῶν τριῶν παῖδες κατὰ γένος (??), ἐκ μὲν τοῦ Σὴμ (??), ἐκ δὲ τοῦ Ἰάφεθ (??), ἐκ δὲ τοῦ Χὰμ (??). Τῷ δὲ
  • Χὰμ γίνονται παῖδες ἐκ τῶν προειρημένων (??) οὗτοι· Χαναάν,
  • ἐξ οὗ Χαναναῖοι, Μεσραΐμ, ἐξ οὗ Αἰγύπτιοι, Χοῦς, ἐξ οὗ Αἰθίοπες, Φούδ, ἐξ οὗ Λίβυες. Οὗτοι τῇ κατ᾿ αὐτοὺς φωνῇ ἕως νῦν τῇ τῶν προγόνων προσηγορίᾳ καλοῦνται· εἰς δὲ τὸ Ελληνικὸν οἷς νῦν ὀνόμασι κέκληνται ὀνομάζονται. Εἰ δὲ μηδὲ
  • τὸ οἰκεῖσθαι τὰς τούτων χώρας πρότερον ἦν, μηδὲ ἀρχὴν γένος
  • ἀνθρώπων δείκνυται, οὗτοι δὲ υἱοὶ τοῦ Νῶε ἀνδρὸς γίνονται θεοσεβοῦς, ὃς καὶ αὐτὸς μαθητὴς γεγένηται ἀνδρῶν θεοσεβῶν, οὗ χάριν διέφυγε πολλὴν ὕδατος πρόσκαιρον ἀπειλήν· πῶς οὐ προγενέστεροι ἦσαν θεοσεβεῖς πάντων Χαλδαίων,
  • Αἰγυπτίων, Ἑλλήνων, ὧν πατὴρ ἐκ τούτου Ἰάφεθ γεννᾶται,
  • ὄνομα Ἰωύαν, ἐξ οὗ Ἕλληνες καὶ Ἴωνες; Εἰ δὲ τὰ περὶ φιλοσοφίας ἐναποσχοληθέντα ἔθνη πολλῷ μεταγενέστερα τοῦ τῶν
    v.1.p.536
    θεοσεβῶν γένους καὶ κατακλυσμοῦ πάντως δείκνυται, πῶς οὐχὶ καὶ βάρβαρα καὶ ὅσα ἐν κόσμῳ γνωστά τε καὶ ἄγνωστα νεώτερα
  • τούτων φανήσεται; Τούτου τοίνυν τοῦ λόγου κρατήσαντες
  • μάθετε Ἕλληνες, Αἰγύπτιοι, Χαλδαῖοι καὶ πᾶν γένος ἀνθρώπων, τί τὸ θεῖον καὶ [τίς] ἡ τούτου εὔτακτος δημιουργία, παρ᾿ ἡμῶν τῶν φίλων τοῦ θεοῦ, καὶ μὴ κομπολόγῳ τοῦτο ἠσκηκότων, ἀλλ᾿ ἐν ἀληθείας γνώσει καὶ ἀσκήσει σωφροσύνης εἰς ἀπόδειξιν
  • αὐτοῦ λόγους ποιουμένων.
  • Θεὸς εἷς, ὁ πρῶτος καὶ μόνος καὶ ἁπάντων ποιητὴς καὶ κύριος, σύγχρονον ἔσχεν οὐδέν, οὐ χάος ἄπειρον, οὐχ ὕδωρ ἀμέτρητον ἢ γῆν στερράν, οὐχὶ ἀέρα πυκνόν, οὐ πῦρ

  • θερμόν, οὐ πνεῦμα λεπτόν, οὐκ οὐρανοῦ μεγάλου κυανέαν
  • ὀροφήν· ἀλλ᾿ ἦν εἷς μόνος ἑαυτῷ, ὃς θελήσας ἐποίησε τὰ ὄντα οὐκ ὄντα πρότερον, πλὴν ὅτι ἠθέλησε ποιεῖν ὡς ἔμπειρος ὢν τῶν ἐσομένων· πάρεστι γὰρ αὐτῷ καὶ πρόγνωσις. Διαφόρους δὲ τοῖς ἐσομένοις ἀρχὰς πρότερον ἐδημιούργει, πῦρ καὶ πνεῦμα,
  • ὕδωρ καὶ γῆν, ἐξ ὧν διαφόρων τὴν ἑαυτοῦ κτίσιν ἐποίει, καὶ
  • τὰ μὲν μονοούσια, τὰ δὲ ἐκ δύο, τὰ δὲ ἐκ τριῶν, τὰ δὲ ἐκ τεσσάρων συνεδέσμει. Καὶ τὰ μὲν ἐξ ἑνὸς ἀθάνατα ἦν· λύσις γὰρ οὐ παρακολουθεῖ· τὸ γὰρ ἓν οὐ λυθήσεται πώποτε· τὰ δὲ ἐκ δύο ἢ τριῶν ἢ τεσσάρων λυτά, διὸ καὶ θνητὰ ὀνομάζεται·
  • θάνατος γὰρ τοῦτο κέκληται, ἡ τῶν δεδεμένων λύσις. Ἱκανὸν
  • οὖν [οἶμαι] νῦν τοῖς εὗ φρονοῦσιν ἀποκεκρίσθαι, οἵ, εἰ φιλομαθήσουσι καὶ τὰς τούτων οὐσίας καὶ τὰς αἰτίας τῆς κατὰ πάντα δημιουργίας ἐπιζητήσουσιν, εἴσονται ἐντυχόντες ἡμῶν βίβλῳ περιεχούσῃ Περὶ τῆς τοῦ παντὸς οὐσίας· τὸ δὲ νῦν ἱκανὸν
  • εἶναι ἐκθέσθαι τὰς αἰτίας, ἃς οὐ γνόντες Ἕλληνες κομψῷ
  • τῷ λόγῳ τὰ μέρη τῆς κτίσεως ἐδόξασαν τὸν κτίσαντα ἀγνοήσαντες· ὧν ἀφορμὰς σχόντες οἱ αἱρεσιάρχαι ὁμοίοις λόγοις τὰ
    v.1.p.538
    ὑπ᾿ ἐκείνων προειρημένα μετασχηματίσαντες, αἱρέσεις καταγελάστους συνεστήσαντο.

  • Οὗτος οὖν μόνος καὶ κατὰ πάντων θεὸς λόγον πρῶτον
  • ἐννοηθεὶς ἀπογεννᾷ, οὐ λόγον ὡς φωνήν, ἀλλ᾿ ἐνδιάθετον τοῦ παντὸς λογισμόν. Τοῦτον μόνον ἐξ ὄντων ἐγέννα· τὸ γὰρ ὂν αὐτὸς ὁ πατὴρ ἦν, ἐξ οὗ τὸ γεννηθέν. Αἴτιον τοῖς γινομένοις λόγος ἦν, ἐν ἑαυτῷ φέρων τὸ θέλειν τοῦ γεγεννηκότος,
  • οὐκ ἄπειρος τῆς τοῦ πατρὸς ἐννοίας· ἅμα γὰρ τῷ
  • ἐκ τοῦ γεννήσαντος προελθεῖν, πρωτότοκος τούτου γενόμενος φωνή, ἔχει ἐν ἑαυτῷ τὰς ἐν τῷ πατρὶ προεννοηθείσας ἰδέας, ὅθεν κελεύοντος πατρὸς γίνεσθαι κόσμον τὸ κατὰ ἓν λόγος ἀπετελεῖτο ἀρέσκων θεῷ. Καὶ τὰ μὲν ἐπὶ γενέσει πληθύνοντα
  • ἄρσενα καὶ θήλεα εἰργάζετο· ὅσα δὲ πρὸς ὑπηρεσίαν καὶ λειτουργίαν,
  • ἢ ἄρσενα θηλειῶν μὴ προσδεόμενα, ἢ οὔτε ἄρσενα οὔτε θήλεα. Καὶ γὰρ αἱ τούτων πρῶται οὐσίαι ἐξ οὐκ ὄντων γενόμεναι, πῦρ καὶ πνεῦμα, ὕδωρ καὶ γῆ, οὔτε ἄρσενα οὔτε θήλεα ὑπάρχουσιν, [οὔτ᾿ ἐξ] ἑκάστης τούτων δύναται προελθεῖν
  • ἄρσενα καὶ θήλεα, πλὴν εἰ βούλοιτο ὁ κελεύων θεὸς ἴνα λόγος
  • ὑπουργῇ. Ἐκ πυρὸς εἶναι ἀγγέλους ὁμολογῶ, καὶ οὐ τούτοις παρεῖναι θηλείας λέγω. Ἥλιον δὲ καὶ σελήνην καὶ ἀστέρας ὁμοίως ἐκ πυρὸς καὶ πνεύματος, καὶ οὔτε ἄρσενας οὔτε θηλείας νενόμικα, ἐξ ὕδατος δὲ ζῷα νηκτὰ εἶναι θέλω καὶ
  • πτηνά, ἄρσενα καὶ θήλεα· οὕτω γὰρ ἐκέλευσεν ὁ θελήσας θεὸς
  • γόνιμον εἶναι τὴν ὑγρὰν οὐσίαν. Ὁμοίως ἐκ γῆς ἑρπετὰ καὶ θηρία καὶ παντοδαπῶν ζῴων ἄρσενα καὶ θήλεα· οὕτως γὰρ ἐνεδέχετο ἡ τῶν γεγονότων φύσις. Ὅσα γὰρ ἠθέλησεν, ἐποίει ὁ θεός. Ταῦτα λόγῳ ἐδημιούργει, ἑτέρως γενέσθαι μὴ δυνάμενα,
  • ἢ ὡς ἐγένετο. Ὅτε δὲ ὡς ἠθέλησε καὶ ἐποίησεν, ὀνόματι
  • καλέσας ἐσήμηνεν. Ἐπὶ τούτοις τὸν πάντων ἄρχοντα δημιουργῶν ἐκ πασῶν συνθέτων οὐσιῶν ἐσκεύασεν· οὐ θεὸν θέλων
    v.1.p.540
    ποιεῖν ἔσφηλεν, οὐδὲ ἄγγελον (μὴ πλανῶ), ἀλλ᾿ ἄνθρωπον. Εἰ γὰρ θεόν σε ἠθέλησε ποιῆσαι, ἐδύνατο· ἔχεις τοῦ
  • λόγου τὸ παράδειγμα· ἄνθρωπον θέλων, ἄνθρωπόν σε ἐποίησεν·
  • εἰ δὲ θέλεις καὶ θεὸς γενέσθαι, ὑπάκουε τῷ πεποιηκότι, καὶ μὴ ἀντίβαινε νῦν, ἵνα ἐπὶ τῷ μικρῷ πιστὸς εὑρεθεὶς καὶ τὸ μέγα πιστευθῆναι δυνηθῇς. Τούτου ὁ λόγος μόνος ἐξ αὐτοῦ· διὸ καὶ θεός, οὐσία ὑπάρχων θεοῦ· ὁ δὲ κόσμος ἐξ οὐδενός·
  • διὸ οὐ θεός· οὗτος ἐπιδέχεται καὶ λύσιν, ὅτε βούλεται ὁ
  • κτίσας. Ὁ δὲ κτίσας θεὸς κακὸν οὐκ ἐποίει οὐδὲ ποιεῖ· [ποιεῖ] καλὸν καὶ ἀγαθόν, ἀγαθὸς γὰρ ὁ ποιῶν. Ὁ δὲ γενόμενος ἄνθρωπος ζῷον αὐτεξούσιον ἦν, οὐκ ἄρχοντα νοῦν ἔχον, οὐκ ἐπινοίᾳ καὶ ἐξουσίᾳ καὶ δυνάμει πάντων κρατοῦν, ἀλλὰ δοῦλον
  • καὶ πάντα ἔχον τὰ ἐναντία· ὃς τῷ αὐτεξούσιον ὑπάρχειν
  • τὸ κακὸν ἐπιγεννᾷ, ἐκ συμβεβηκότος ἀποτελούμενον, [ὂν] μὲν οὐδέν, ἐὰν μὴ ποιῇς· ἐν γὰρ τῷ θέλειν καὶ νομίζειν τι κακὸν τὸ κακὸν ὀνομάζεται, οὐκ ὂν ἀπ᾿ ἀρχῆς, ἀλλ᾿ ἐπιγινόμενον. Οὗ αὐτεξουσίου ὄντος νόμος ὑπὸ θεοῦ ὡρίζετο οὐ μάτην· εἰ
  • γὰρ μὴ εἶχεν ὁ ἄνθρωπος τὸ θέλειν καὶ τὸ μὴ θέλειν, τί καὶ
  • νόμος ὡρίζετο; Ὁ νόμος γὰρ ἀλόγῳ ζῴῳ οὐχ ὁρισθήσεται, ἀλλὰ χαλινὸς καὶ μάστιξ, ἀνθρώπῳ δὲ ἐντολὴ καὶ πρόστιμον τοῦ ποιεῖν τὸ προστεταγμένον καὶ μὴ ποιεῖν. Τούτῳ νόμος ὡρίσθη διὰ δικαίων ἀνδρῶν ἐπάνωθεν, ἔγγιον ἡμῶν διὰ τοῦ προειρημένου
  • Μωϋσέως, ἀνδρὸς εὐλαβοῦς καὶ θεοφιλοῦς, νόμος ὡρίζετο
  • πλήρης σεμνότητος καὶ δικαιοσύνης. Τὰ δὲ πάντα διοικεῖ ὁ λόγος ὁ θεοῦ, ὁ πρωτόγονος πατρὸς παῖς, ἡ πρὸ ἑωσφόρου φωσφόρος φωνή. Ἔπειτα δίκαιοι ἄνδρες γεγένηνται φίλοι θεοῦ· οὗτοι προφῆται κέκληνται διὰ τὸ προφαίνειν τὰ μέλλοντα.
    v.1.p.542
  • Οἷς οὐχ ἑνὸς καιροῦ λόγος ἐγένετο, ἀλλὰ διὰ πασῶν
  • γενεῶν αἱ τῶν προλεγομένων φωναὶ εὐαπόδεικτοι παρίσταντο· οὐκ ἐκεῖ μόνον, ἡνίκα τοῖς παροῦσιν ἀπεκρίναντο, ἀλλὰ καὶ διὰ πασῶν γενεῶν τὰ ἐσόμενα προεφήναντο· ὁτὲ μὲν τὰ παρῳχημένα λέγοντες ὑπεμίμνησκον τὴν ἀνθρωπότητα· τὰ δὲ ἐνεστῶτα
  • δεικνύντες, μὴ ῥᾳθυμεῖν ἔπειθον· τὰ δὲ μέλλοντα προλέγοντες,
  • τὸν κατὰ ἕνα ἡμῶν ὁρῶντας πρὸ πολλοῦ προειρημένα ἐμφόβους καθίστων, προσδοκῶντας καὶ τὰ μέλλοντα. Τοιαύτη ἡ καθ᾿ ἡμᾶς πίστις, ὧ πάντες ἄνθρωποι, οὐ κενοῖς ῥήμασι πειθομένων, οὐδὲ σχεδιάσμασι καρδίας συναρπαζομένων,
  • οὐδὲ πιθανότητι εὐεπείας λόγων θελγομένων, ἀλλὰ δυνάμει
  • θείᾳ λόγοις λελαλημένοις οὐκ ἀπειθούντων. Καὶ ταῦτα θεὸς ἐκέλευε λόγῳ. Ὁ δὲ λόγος ἐφθέγγετο λέγων, δι᾿ αὐτῶν ἐπιστρέφων τὸν ἄνθρωπον ἐκ παρακοῆς, οὐ βίᾳ ἀνάγκης δουλαγωγῶν, ἀλλ᾿ ἐπ᾿ ἐλευθερίαν ἑκουσίῳ προαιρέσει καλῶν. Τοῦτον
  • τὸν λόγον ἐν ὑστέροις ἀπέστελλεν ὁ πατήρ, οὐκέτι διὰ προφήτου
  • λαλεῖν, οὐ σκοτεινῶς κηρυσσόμενον ὑπονοεῖσθαι θέλων, ἀλλ᾿ αὐτοψεὶ φανερωθῆναι τοῦτον λέγων, ἵνα κόσμος ὁρῶν δυσωπηθῇ οὐκ ἐντελλόμενον διὰ προσώπου προφητῶν, οὐδὲ δι᾿ ἀγγέλου φοβοῦντα ψυχήν, ἀλλ᾿ αὐτὸν παρόντα τὸν λελαληκότα.
  • Τοῦτον ἔγνωμεν ἐκ παρθένου σῶμα ἀνειληφότα καὶ τὸν παλαιὸν
  • ἄνθρωπον διὰ καινῆς πλάσεως πεφορηκότα, ἐν βίῳ διὰ πάσης ἡλικίας ἐληλυθότα, ἵνα πάσῃ ἡλικίᾳ αὐτὸς νόμος γενηθῇ καὶ σκοπὸν τὸν ἴδιον ἄνθρωπον πᾶσιν ἀνθρώποις ἐπιδείξῃ
  • παρών, καὶ δι᾿ αὐτοῦ ἐλέγξῃ, ὅτι μηδὲν ἐποίησεν ὁ θεὸς πονηρόν,
  • καὶ ὡς αὐτεξούσιος ὁ ἄνθρωπος ἔχων τὸ θέλειν καὶ τὸ μὴ θέλειν, δυνατὸς ὢν ἐν ἀμφοτέροις· τοῦτον ἄνθρωπον ἴσμεν [ἐκ] τοῦ καθ᾿ ἡμᾶς φυράματος γεγονέναι. Εἰ γὰρ μὴ ἐκ τοῦ αὐτοῦ ὑπῆρξε, μάτην νομοθετεῖ μιμεῖσθαι τὸν διδάσκαλον.
  • Εἰ γὰρ ἐκεῖνος ὁ ἄνθρωπος ἑτέρας ἐτύγχανεν οὐσίας, τί τὰ
  • ὅμοια κελεύει ἐμοὶ τῷ ἀσθενεῖ πεφυκότι, καὶ πῶς οὗτος ἀγαθὸς καὶ δίκαιος; ἵνα δὲ μὴ ἕτερος παρ᾿ ἡμᾶς νομισθῇ, καὶ
    v.1.p.544
    κάματον ὑπέμεινε, καὶ πεινῆν ἠθέλησε, καὶ διψῆν οὐκ ἠρνήσατο, καὶ ὕπνῳ ἠρέμησε, καὶ πάθει οὐκ ἀντεῖπε, καὶ θανάτῳ
  • ὑπήκουσε, καὶ ἀνάστασιν ἐφανέρωσεν, ἀπαρξάμενος ἐν πᾶσι
  • τούτοις τὸν ἴδιον ἄνθρωπον, ἵνα σὺ πάσχων μὴ ἀθυμῇς, ἀλλ᾿ ἄνθρωπον σεαυτὸν ὁμολογῶν, προσδοκᾷς καὶ σὺ ὃ τούτῳ παρέσχες.

    Τοιοῦτος ὁ περὶ τὸ θεῖον ἀληθὴς λόγος, ὦ ἄνθρωποι

  • Ἕλληνές τε καὶ βάρβαροι, Χαλδαῖοί τε καὶ Ἀσσύριοι, Αἰγύπτιοί
  • τε καὶ Λίβυες, Ἰνδοί τε καὶ Αἰθίοπες, Κελτοί τε καὶ οἱ στρατηγοῦντες Λατῖνοι, πάντες τε οἱ τὴν Εὐρώπην Ἀσίαν τε καὶ Λιβύην κατοικοῦντες, οἷς σύμβουλος ἐγὼ γίνομαι, φιλανθρώπου λόγου ὑπάρχων μαθητὴς καὶ φιλάνθρωπος, ὅπως
  • προσδραμόντες διδαχθῆτε παρ᾿ ἡμῶν, τίς ὁ ὄντως θεὸς καὶ ἡ
  • τούτου εὔτακτος δημιουργία, μὴ προσέχοντες σοφίσμασιν ἐντέχνων λόγων, μηδὲ ματαίοις ἐπαγγελίαις κλεψιλόγων αἱρετικῶν, ἀλλ᾿ ἀληθείας ἀκόμπου ἁπλότητι σεμνῇ, δι᾿ ἧς ἐπιγνώσεως ἐκφεύξεσθε ἐπερχομένην πυρὸς κρίσεως ἀπειλὴν καὶ ταρτάρου
  • ζοφεροῦ ὄμμα ἀφώτιστον, ὑπὸ λόγου φωνῆς μὴ καταλαμφθέν,
  • καὶ βρασμὸν ἀεννάου λίμνης γεέννης φλογός, καὶ ταρταρούχων ἀγγέλων κολαστῶν ὄμμα ἀεὶ μένον ἐν ἀπειλῇ, καὶ σκώληκα σώματος ἀπουσίαν ἐπιστρεφόμενον, ἐπὶ τὸ ἐκβράσαν σῶμα ὡς ἐπιστρέφων. Καὶ ταῦτα μὲν ἐκφεύξῃ θεὸν τὸν
  • ὄντα διδαχθείς, ἕξεις δὲ ἀθάνατον τὸ σῶμα καὶ ἄφθαρτ ον
  • ἅμα ψυχῇ, [καὶ] βασιλείαν οὐρανῶν ἀπολήψῃ, ὁ ἐν γῇ βιοὺς καὶ ἐπουράνιον βασιλέα ἐπιγνούς, ἔσῃ δὲ ὁμιλητὴς θεοῦ καὶ συγκληρονόμος Χριστοῦ, οὐκ ἐπιθυμίαις ἢ πάθεσι καὶ νόσοις δουλούμενος. Γέγονας γὰρ θεός· ὅσα γὰρ ὑπέμεινας πάθη
  • ἄνθρωπος ὤν, ταῦτα ἐδίδου, ὅτι ἄνθρωπος εἷς, ὅσα δὲ παρακολουθεῖ
  • v.1.p.546
    θεῷ, ταῦτα παρέχειν ἐπήγγελται θεός, ὅτι ἐθεοποιήθης, ἀθάνατος γεννηθείς. Τουτέστι τὸ Γνῶθι σεαυτόν, ἐπιγνοὺς τὸν πεποιηκότα θεόν. Τὸ γὰρ ἐπιγνῶναι ἑαυτὸν ἐπιγνωσθῆναι συμβέβηκε τῷ καλουμένῳ ὑπ᾿ αὐτοῦ. Μὴ φιλεχθρήσητε
  • τοίνυν ἑαυτοῖς, ἄνθρωποι, μηδὲ τὸ παλινδρομεῖν διστάσητε·
  • Χριστὸς γάρ ἐστιν ὁ κατὰ πάντων θεός, ὃς τὴν ἁμαρτίαν ἐξ ἀνθρώπων ἀποπλύνειν προσέταξε, νέον τὸν παλαιὸν ἄνθρωπον ἀποτελῶν, εἰκόνα τοῦτον καλέσας ἀπ᾿ ἀρχῆς, διὰ τύπου τὴν εἰς σὲ ἐπιδεικνύμενος στοργήν, οὗ προστάγμασιν
  • ὑπακούσας σεμνοῖς, καὶ ἀγαθοῦ ἀγαθὸς γενόμενος μιμητής,
  • ἔσῃ ὅμοιος ὑπ᾿ αὐτοῦ τιμηθείς. Οὐ γὰρ πτωχεύει θεὸς καὶ σὲ θεὸν ποιήσας εἰς δόξαν αὐτοῦ.

    v.1.p.548