Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Ἀριστοτέλης τούτου γενόμενος ἀκροατὴς εἰς τέχνην τὴν φιλοσοφίαν

  • ἤγαγεν, καὶ λογικώτερος ἐγένετο, τὰ μὲν στοιχεῖα τῶν
  • πάντων ὑποθέμενος οὐσίαν καὶ συμβεβηκός· τὴν μὲν οὐσίαν μίαν τὴν πᾶσιν ὑποκειμένην, τὰ δὲ συμβεβηκότα ἐννέα· ποσόν, ποιόν, πρὸς τί, ποῦ, πότε, ἔχειν, κεῖσθαι, ποιεῖν, πάσχειν· τὴν μὲν οὗν οὐσίαν τοιαύτην εἶναι, οἷον θεόν, ἄνθρωπον καὶ ἕκαστον
  • τῶν τῷ ὁμοίῳ λόγῳ ὑποπεσεῖν δυναμένων. Περὶ δὲ τὰ
  • συμβεβηκότα θεωρεῖται τὸ μὲν ποιόν, οἷον λευκόν, μέλαν· τὸ δὲ ποσόν, οἷον δίπηχυ, τρίπηχυ· τὸ δὲ πρὸς τί, οἷον πατήρ, υἱός· τὸ δὲ ποῦ, οἷον Ἀθήνησι, Μεγαροῖ· τὸ δὲ πότε, οἷον ἐπὶ
  • τῆς δεκάτης ὀλυμπιάδος· τὸ δὲ ἔχειν, οἷον κεκτῆσθαι· τὸ δὲ
  • ποιεῖν, οἷον γράφειν καὶ ὅλως ἐνεργεῖν τι· τὸ δὲ κεῖσθαι, οἷον κατακεῖσθαι· τὸ δὲ πάσχειν, οἷον τύπτεσθαι. Ὑποτίθεται καὶ αὐτὸς τὰ μὲν μεσότητα ἔχειν, τὰ δὲ ἄμεσα εἶναι, ὡς εἴπομεν καὶ περὶ τοῦ Πλάτωνος. Καὶ σχεδὸν τὰ πλεῖστα τῷ Πλάτωνι
  • σύμφωνός ἐστι πλὴν τοῦ περὶ ψυχῆς δόγματος. Ὁ μὲν γὰρ
  • Πλάτων ἀθάνατον, ὁ δὲ Ἀριστοτέλης ἐπιδιαμένειν καὶ μετὰ ταῦτα καὶ ταύτην ἐναφανίζεσθαι τῷ πέμπτῳ σώματι, ὃ ὑποτίθεται εἶναι μετὰ τῶν ἄλλων τεσσάρων, τοῦ τε πυρὸς καὶ τῆς γῆς καὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος λεπτότερον, οἷον πνεῦμα.
  • Ὁ μὲν οὗν Πλάτων μόνα ἀγαθὰ ὄντως τὰ περὶ ψυχὴν εἷναί
  • φησιν, καὶ ἀρκεῖν πρὸς τὴν εὐδαιμονίαν. Ὁ δὲ Ἀριστοτέλης τριγένειαν τῶν ἀγαθῶν εἰσάγει, καὶ λέγει μὴ εἶναι τέλειον τὸν σοφόν, ἐὰν μὴ παρῇ αὐτῷ καὶ τὰ τοῦ σώματος ἀγαθὰ καὶ τὰ ἐκτός, ἄ ἐστι κάλλος, ἰσχύς, εὐαισθησία, ἀρτιότης· τὰ δὲ ἐκτός,
  • πλοῦτος, εὐγένεια, δόξα, δύναμις, εἰρήνη, φιλία. Τὰ δὲ
  • ἐντὸς περὶ ψυχὴν καθὼς καὶ Πλάτωνι ἔδοξε, φρόνησιν, σωφροσύνην, δικαιοσύνην, ἀνδρείαν. Τὰ δὲ κακά φησι καὶ οὗτος κατ᾿ ἐναντίωσιν τῶν ἀγαθῶν γενέσθαι, καὶ εἶναι ὑπὸ τὸν περὶ σελήνην τόπον, ὑπὲρ δὲ σελήνην μηκέτι. Τὴν δὲ ψυχὴν τὴν
  • μὲν ὅλου τοῦ κόσμου ἀθάνατον εἶναι, καὶ αὐτὸν τὸν κόσμον
  • v.1.p.40
    ἀΐδιον, τὴν δὲ καθ᾿ ἕκαστον, ὡς προείπομεν, ἀφανίζεσθαι. Οὗτος μὲν οὖν ἐν τῷ Λυκείῳ ποιούμενος τὰς διατριβὰς ἐφιλοσόφει· ὁ δὲ Ζήνων ἐν τῇ ποικίλῃ στοᾷ. Ἐκτήσαντο δὲ οἱ μὲν ἀπὸ τοῦ Ζήνωνος ἀπὸ τοῦ τόπου τὸ ὄνομα, τουτέστιν ἀπὸ τῆς
  • στοᾶς Στωϊκοὶ κληθέντες· οἱ δὲ ἀπὸ τοῦ Ἀριστοτέλους ἀπὸ τοῦ
  • ἔργου. Ἐπειδὴ γὰρ περιπατοῦντες ἐν τῷ Λυκείῳ ἐζήτουν, διὰ τοῦτο Περιπατητικοὶ ἐκλήθησαν. ταῦτα μὲν οὖν καὶ ὁ Ἀριστοτέλης.

    Στωϊκοὶ καὶ αὐτοὶ μὲν ἐπὶ τὸ συλλογιστικώτερον τὴν φιλοσοφίαν ηὔξησαν καὶ σχεδὸν ὅροις περιέλαβον, ὁμόδοξοι

  • γενόμενοι ὅ τε Χρύσιππος καὶ Ζήνων, οἳ ὑπέθεντο καὶ αὐτοὶ
  • ἀρχὴν μὲν θεὸν τῶν πάντων, σῶμα ὄντα τὸ καθαρώτατον, διὰ πάντων δὲ διήκειν τὴν πρόνοιαν αὐτοῦ, καὶ αὐτοὶ δὲ τὸ καθ᾿ εἱμαρμένην εἶναι πάντη διεβεβαιώσαντο παραδείγματι χρησάμενοι τοιούτῳ, ὅτι ὥσπερ ὀχήματος ἐὰν ᾖ ἐξηρτημένος
  • κύων, ἐὰν μὲν βούληται ἕπεσθαι, καὶ ἕλκεται καὶ ἕπεται ἑκών,
  • ποιῶν καὶ τὸ αὐτεξούσιον μετὰ τῆς ἀνάγκης οἷον τῆς εἱμαρμένης· ἐὰν δὲ μὴ βούληται ἕπεσθαι, πάντως ἀναγκασθήσεται, τὸ αὐτὸ δή που καὶ ἐπὶ τῶν ἀνθρώπων· καὶ μὴ βουλόμενοι γὰρ ἀκολουθεῖν ἀναγκασθήσονται πάντως εἰς τὸ πεπρωμένον
  • εἰσελθεῖν. Τὴν δὲ ψυχὴν λέγουσι μένειν μετὰ θάνατον, εἶναι
  • δὲ σῶμα καὶ γενέσθαι ἐκ τῆς περιψύξεως τοῦ ἀέρος τοῦ περιέχοντος, διὸ καὶ καλεῖσθαι ψυχήν. Ὁμολογοῦσι δὲ καὶ μετενσωμάτωσιν γίνεσθαι ὡρισμένων οὐσῶν τῶν ψυχῶν. Προσδέχονται δὲ ἐκπύρωσιν ἔσεσθαι καὶ κάθαρσιν τοῦ κόσμου τούτου,
  • οἱ μὲν παντός, οἱ δὲ μέρους, καὶ κατὰ μέρος δὲ αὐτὸν καθαίρεσθαι
  • λέγουσιν· καὶ σχεδὸν τὴν φθορὰν καὶ τὴν ἑτέρου ἐξ αὐτῆς γένεσιν κάθαρσιν ὀνομάζουσιν. Σώματα δὲ πάντα ὑπέθεντο, καὶ σῶμα διὰ σώματος μὲν χωρεῖν, ἀλλὰ ἀνάκλασιν εἶναι καὶ πεπληρῶσθαι πάντα καὶ μηδὲν εἶναι κενόν. Ταῦτα
  • καὶ οἱ Στωϊκοί.
  • Ἐπίκουρος δὲ σχεδὸν ἐναντίαν πᾶσι δόξαν ἔθετο. Ἀρχὰς μὲν τῶν ὅλων ὑπέθετο ἀτόμους καὶ κενόν. Κενὸν μὲν οἷον τόπον τῶν ἐσομένων, ἀτόμους δὲ τὴν ὕλην, ἐξ ἧς τὰ πάντα. Ἐκ δὲ τῶν ἀτόμων συνελθόντων γενέσθαι καὶ τὸν θεόν, καὶ

    v.1.p.42
  • τὰ στοιχεῖα πάντα, καὶ τὰ ἐν αὐτοῖς πάντα καὶ ζῶα καὶ
  • ἄλλα, ὡς μηδὲν γίνεσθαι μήτε συνεστάναι, εἰ μὴ ἐκ τῶν ἀτόμων εἴη. Τὰς δὲ ἀτόμους τὸ λεπτομερέστατον καὶ ἐφ᾿ οὗ οὐκ ἂν γένοιτο κέντρον οὐδὲ σημεῖον οὐδὲν οὐδὲ διαίρεσις οὐδεμία, ἔφη εἶναι, διὸ καὶ ἀτόμους αὐτὰς ὠνόμασε. Τὸν δὲ
  • θεὸν ὁμολογῶν εἶναι ἀΐδιον καὶ ἄφθαρτόν φησι μηδενὸς προνοεῖν,
  • καὶ ὅλως πρόνοιαν μὴ εἶναι μηδὲ εἱμαρμένην, ἀλλὰ πάντα κατὰ αὐτοματισμὸν γίνεσθαι. Καθῆσθαι γὰρ τὸν θεὸν ἐν τοῖς μετακοσμίοις, οὕτω καλουμένοις ὑπ᾿ αὐτοῦ· ἔξω γάρ τι τοῦ κόσμου οἰκητήριον τοῦ θεοῦ ἔθετο εἶναι, λεγόμενον τ(??)
  • μετακόσμια, ἥδεσθαί τε καὶ ἡσυχάζειν ἐν τῇ ἀκροτάτῃ εὐφροσύνῃ,
  • καὶ μήτε αὐτὸν πράγματα ἔχειν μήτε ἄλλοις παρέχειν. Οἷς ἀκόλουθον καὶ τὸν περὶ τῶν σοφῶν ἀνδρῶν πεποίηται λόγον, λέγων τὸ τέλος τῆς σοφίας εἶναι ἡδονήν. Ἄλλοι δὲ ἄλλως τὸ ὄνομα τῆς ἡδονῆς ἐξέλαβον· οἱ μὲν γὰρ κατενόησαν
  • τὰς ἐπιθυμίας, οἱ δὲ τὴν ἐπὶ τῇ ἀρετῇ ἡδονήν. Τὰς δὲ ψυχὰς
  • τῶν ἀνθρώπων λύεσθαι ἅμα τοῖς σώμασιν, ὥσπερ καὶ συγγεννᾶσθαι αὐτοῖς τίθεται, αἷμα γὰρ αὐτὰς εἶναι, οὗ ἐξελθόντος ἢ τραπέντος ἀπόλλυσθαι ὅλον τὸν ἄνθρωπον, ᾧ ἀκολουθεῖ μήτε κρίσεις εἷναι ἐν Ἅιδου, μήτε δικαστήρια, ὡς ὅ
  • τι ἂν δράσῃ τις ἐν τῷ βίῳ τούτῳ καὶ διαλάθῃ ἀνεύθυνον
  • εἷναι παντελῶς. Οὕτως οὖν καὶ Ἐπίκουρος.

    Ἄλλη δὲ αἵρεσις φιλοσόφων ἐκλήθη Ἀκαδημαϊκή, διὰ τὸ ἐν τῇ Ἀκαδημίᾳ τὰς διατριβὰς αὐτοὺς ποιεῖσθαι, ὧν ἄρξας ὁ Πύρρων, ἀφ᾿ οὗ Πυρρώνειοι ἐκλήθησαν φιλόσοφοι, τὴν ἀκαταληψίαν

  • ἁπάντων πρῶτος εἰσήγαγεν, ὡς ἐπιχειρεῖν μὲν εἰς
  • ἑκάτερα, μὴ μέντοι ἀποφαίνεσθαι μηδέν. Οὐδὲν γὰρ εἶναι οὔτε τῶν νοητῶν οὔτε τῶν αἰσθητῶν ἀληθές, ἀλλὰ δοκεῖν τοῖς ἀνθρώποις οὕτως ἔχειν. Ῥευστήν τε εἶναι τὴν οὐσίαν πᾶσαν καὶ μεταβλητήν, καὶ μηδέποτε ἐν τῷ αὐτῷ μένειν. Οἱ μὲν
  • οὖν τῶν Ἀκαδημαϊκῶν λέγουσι μὴ δεῖν τὴν ἀρχὴν περὶ μηδενὸς
  • ἀποφαίνεσθαι, ἀλλ᾿ ἁπλῶς ἐπιχειρήσαντας ἐᾶν. Οἱ δὲ τὸ οὐ μᾶλλον προσέθεσαν, λέγοντες οὐ μᾶλλον τὸ πῦρ πῦρ εἶναι ἢ
    v.1.p.44
    ἄλλο τι. Οὐ μέν τοι ἀπεφήναντο αὐτὸ τί ἐστιν, ἀλλὰ τὸ τοιόνδε.

  • Ἔστι δὲ καὶ παρὰ Ἰνδοῖς αἵρεσις φιλοσοφουμένων ἐν
  • τοῖς Βραχμάναις, οἳ βίον μὲν αὐτάρκη προβάλλονται, ἐμψύχων δὲ καὶ τῶν διὰ πυρὸς βρωμάτων πάντων ἀπέχονται, ἀκροδρύοις ἀρκούμενοι, μηδὲ αὐτὰ ταῦτα τρυγῶντες, ἀλλὰ τὰ πίπτοντα εἰς τὴν γῆν βαστάζοντες ζῶσιν, ὕδωρ ποταμοῦ Ταγαβενὰ
  • πίνοντες. Διαβιοῦσι δὲ γυμνοί, τὸ σῶμα ἔνδυμα τῇ ψυχῇ
  • ὑπὸ τοῦ θεοῦ γεγονέναι λέγοντες. Οὗτοι τὸν θεὸν φῶς εἶναι λέγουσιν, οὐχ ὁποῖόν τις ὁρᾷ, οὐδ᾿ οἷον ἥλιος καὶ πῦρ, ἀλλά ἐστιν αὐτοῖς ὁ θεὸς λόγος, οὐχ ὁ ἔναρθρος, ἀλλὰ ὁ τῆς γνώσεως,
  • δι᾿ οὗ τὰ κρυπτὰ τῆς φύσεως μυστήρια ὁρᾶται σοφοῖς.
  • Τοῦτο δὲ τὸ φῶς, ὅ φασι λόγον τὸν θεόν, αὑτοὺς μόνους εἰδέναι Βραχμᾶνας λέγουσι, διὰ τὸ ἀπορρῖψαι μόνους τὴν κενοδοξίαν, ὅς ἐστι χιτὼν τῆς ψυχῆς ἔσχατος. Οὗτοι θανάτου καταφρονοῦσιν· ἀεὶ δὲ ἰδίᾳ φωνῇ θεὸν ὀνομάζουσι, καθὼς
  • προείπομεν, ὕμνους τε ἀναπέμπουσιν. Οὔτε δὲ γυναῖκες παρ᾿
  • αὐτοῖς οὔτε τεκνοῦσιν. Οἱ δὲ τοῦ ὁμοίου αὐτοῖς βίου ὀρεχθέντες ἐκ τῆς ἀντιπέραν χώρας τοῦ ποταμοῦ διαπερήσαντες ἐκεῖσε ἐναπομένουσιν, ἀναστρέφοντες μηκέτι· καὶ αὐτοὶ δὲ Βραχμᾶνες καλοῦνται. Βίον δὲ οὐχ ὁμοίως διάγουσιν· εἰσὶ γὰρ καὶ γυναῖκες
  • ἐν τῇ χώρᾳ, ἐξ ὧνπερ οἱ ἐκεῖ κατοικοῦντες γεννῶνται καὶ
  • γεννῶσιν. Τοῦτον δὲ τὸν λόγον, ὃν θεὸν ὀνομάζουσι, σωματικὸν εἶναι, περικείμενόν τε σῶμα ἔξωθεν ἑαυτοῦ, καθάπερ εἴ τις τὸ ἐκ τῶν προβάτων ἔνδυμα φορεῖ, ἀπεκδυσάμενον δὲ τὸ σῶμα, ὃ περίκειται, ὀφθαλμοφανῶς φαίνεσθαι. Πόλεμον δὲ
  • εἶναι ἐν τῷ περικειμένῳ αὐτῶν σώματι οἱ Βραχμᾶνες λέγουσι
  • [καὶ πλῆρες εἶναι πολεμίων αὐτοῖς τὸ σῶμα νενομίκασι], πρὸς ὃ ὡς πρὸς πολεμίους παρατεταγμένοι μάχονται, καθὼς προδεδηλώκαμεν. Πάντας δὲ ἀνθρώπους λέγουσιν αἰχμαλώτους εἷναι τῶν ἰδίων συγγενῶν πολεμίων, γαστρὸς καὶ αἰδοίων, λαιμοῦ,
  • ὀργῆς, χαρᾶς, λύπης, ἐπιθυμίας καὶ τῶν ὁμοίων. Μόνος
  • δὲ πρὸς τὸν θεὸν χωρεῖ ὁ κατὰ τούτων ἐγείρας τρόπαιον. Διὸ Δάνδαμιν μέν, πρὸς ὃν Ἀλέξανδρος ὁ Μακεδὼν εἰσῆλθεν,
    v.1.p.46
    ὡς νενικηκότα τὸν πόλεμον τὸν ἐν τῷ σώματι, Βραχμᾶνες θεολογοῦσι· Καλάνου δὲ καταφέρονται ὡς ἀσεβῶς ἀποστατήσαντος
  • τῆς κατ᾿ αὐτοὺς φιλοσοφίας. Ἀποθέμενοι δὲ Βραχμᾶνες
  • τὸ σῶμα ὥσπερ ἐξ ὕδατος ἰχθύες ἀνακύψαντες εἰς ἀέρα καθαρὸν ὁρῶσι τὸν ἥλιον.

    Δρυΐδαι οἱ ἐν Κελτοῖς τῇ Πυθαγορείῳ φιλοσοφίᾳ κατ᾿ ἄκρον ἐγκύψαντες, αἰτίου αὐτοῖς γενομένου ταύτης τῆς ἀσκήσεως

  • Ζαμόλξιδος δούλου Πυθαγόρου, γένει Θρᾳκίου· ὃς μετὰ
  • τὴν Πυθαγόρου τελευτὴν ἐκεῖ χωρήσας αἴτιος τούτοις ταύτης τῆς φιλοσοφίας ἐγένετο. Τούτους Κελτοὶ ὡς προφήτας καὶ προγνωστικοὺς δοξάζουσιν, διὰ τὸ ἐκ ψήφων καὶ ἀριθμῶν Πυθαγορικῇ τέχνῃ προαγορεύειν αὐτούς τινα, ἧς καὶ αὐτῆς τέχνης
  • τὰς ἐφόδους οὐ σιωπήσομεν, ἐπεὶ καὶ ἐκ τούτων τινὲς αἱρέσεις
  • παρεισάγειν ἐτόλμησαν. Χρῶνται δὲ Δρυΐδαι καὶ μαγείαις.

    Ἡσίοδος δὲ ὁ ποιητὴς καὶ αὐτὸς περὶ φύσεως οὕτω λέγει ἀκηκοέναι παρὰ Μουσῶν. Διὸς δὲ εἶναι τὰς Μούσας θύγατέρας. Ἐννέα γὰρ νύκτας ὁμοῦ καὶ ἡμέρας δι᾿ ὑπερβολὴν

  • ἐπιθυμίας ἀδιαλείπτως συνευνηθέντος τῇ Μνημοσύνῃ· τοῦ Διός,
  • ἐννέα ταύτας τὴν Μνημοσύνην συλλαβεῖν ἐν μιᾷ γαστρί, ἐφ᾿ ἑκάστης νυκτὸς ὑποδεξαμένην μίαν. Καλέσας οὖν τὰς ἐννέα Μούσας ἀπὸ τῆς Πιερίας, τουτέσαν ἀπὸ τοῦ Ὀλύμπου, διδαχθῆναι παρεκάλει,
  • . . . ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο,
  • καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος οἶδμά τε πόντου, ἄστρα τε λαμπετόωντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθεν, ὡς στέφανον δάσσαντο, καὶ ὡς τιμὰς διέλοντο, ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
  • . . . Ταῦτά μοι Μοῦσαι, φησίν, ἕσπετ᾿
  • ἐξ ἀρχῆς καὶ ἔπειθ᾿ ὅ τι περ πρῶτον γένετ᾿ αὐτῶν. Ἤτοι μὲν πρώτιστα Χάος γένετ᾿, αὐτὰρ ἔπειτα Γαῖ᾿ εὐρύστερνος πάντων ἕδος ἀσφαλὲς αἰεὶ ἂθανάτων, οἳ ἔχουσι κάρην νιφόεντος Ὀλύμπου,
    v.1.p.48
  • Τάρταρά τ᾿ ἠνεμόεντα μυχῷ χθονὸς εὐρυοδείης
  • ἠδ᾿ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι λυσιμελὴς πάντων τε θεῶν πάντων τ᾿ ἀνθρώπων, δάμναται ἐν στήθεσφι νόον καὶ ἐπίφρονα βουλήν. Ἐκ Χάεος δ᾿ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο.
  • Νυκτὸς δ᾿ αὐτ᾿ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο.
  • γαῖα δέ τοι πρώτη μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτοι, ὄφρα ἔῃ μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί. Γείνατο δ᾿ οὔρεα μακρὰ θεῶν χαρίεντας ἐναύλους
  • Νυμφέων, αἳ ναίουσι κατ᾿ οὔρεα βησσήεντα.
  • Ἠδὲ καὶ ἀτρύγετον Πέλαγος τέκεν οἴδματι θῦον Πόντον ἄτερ φιλότητος ἐφιμέρου, αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα τέκ᾿ Ὠκεανὸν βαθυδίνην Κοῖόν τε Κρεῖόν θ᾿, Ὑπερίονά τ᾿, Ἰάπετόν τε
  • Θείαν τε Ῥεῖαν τε, Θέμιν τε, Μνημοσύνην τε,
  • Φοίβην τε χρυσοστέφανον, Τηθύν τ᾿ ἐρατεινὴν, τοὺς δὲ μετ᾿ ἀκρότατος γένετο Κρόνος ἀγκυλομήτης, δεινότατος παίδων, θαλερὸν δ᾿ ἤχθῆρε τοκῆα. Γείνατο δ᾿ αὖ Κύκλωπας, ὑπέρβιον ἦτορ ἔχοντας.
  • Καὶ τοὺς ἄλλους πάντας ἀπὸ τοῦ Κρόνου καταριθμεῖ Γίγαντας.
  • Ὕστερον δέ που ἐκ τῆς Ῥέας γεγονέναι τὸν Δία.

    Οὗτοι μὲν οὗν πάντες περὶ τῆς τοῦ παντὸς φύσεώς τε καὶ γενέσεως ταῦτα καθὼς ἐξεθέμεθα τῇ αὐτῶν δόξῃ ἐξεῖπον. Οἱ δὲ πάντες κάτω τοῦ θείου χωρήσαντες περὶ τὴν τῶν γενομένων

  • οὐσίαν ἠσχολήθησαν, τὰ μεγέθη τῆς κτίσεως καταπλαγέντες,
  • καὶ αὐτὰ τὸ θεῖον εἶναι νομίσαντες, ἕτερος ἕτερον μέρος τῆς κτίσεως προκρίναντες, τὸν δὲ θεὸν τούτων καὶ δημιουργὸν μὴ ἐπιγνόντες.

    Τὰς μὲν οὗν τῶν καθ᾿ Ἕλληνας φιλοσοφεῖν ἐπικεχειρηκότων

  • δόξας ἱκανῶς ἐκτεθεῖσθαι νομίζω, παρ᾿ ὧν τὰς ἀφορμὰς
  • λαβόντες οἱ αἱρετικοὶ τὰ μετ᾿ οὐ πολὺ ῥηθησόμενα ἐπεχείρησαν. Δοκεῖ δὲ πρότερον ἐκθεμένους τὰ μυστικὰ καὶ ὅσα περιέργως περὶ ἄστρα τινὲς ἢ μεγέθη ἐφαντάσθησαν, εἰπεῖν· καὶ γὰρ ἐξ
    v.1.p.50
    αὐτῶν λαβόντες ἀφορμὰς τερατολογεῖν νομίζονται τοῖς πολλοῖς·
  • ἔπειτα ἀκολούθως τὰ ὑπ᾿ αὐτῶν ἀδρανῆ δόγματα φανερώσομεν.
  • . .[μοίρας ἐπὶ ποστὴν μοῖραν πλεῖστον δύναται.
  • Περὶ ὧν οὐχ ἡ τυχοῦσα] παρ᾿ αὐτοῖς ἐστι κατὰ [τοὺς πίνακας διαφωνία. Δορυφορεῖσθαι δὲ] ἀστέρας λέγουσιν, ὅ[ταν μέσοι ὦσιν ἄλλων ἀστέρων ἐν συνεχείᾳ] ζῳδίων, οἷον, ἐὰν τοῦ
  • αὐτ[οῦ ζῳδίου ὃς μέν τις ἀστὴρ τὰς πρώτας ἐπέχῃ μοίρας,] ὃς
  • δὲ [τὰς τελευταίας, ὃς δὲ τὰς ἐν μέσῳ, δορυφορεῖσθαι λέγεται ὁ ἐν] μέσῳ ὑπὸ τῶν τὰς ἐπ᾿ ἄκροις ἐπεχόντων μοίρας. [Ἐπιβλέπειν δὲ λέγονται ἀλλήλους καὶ συμφωνεῖν ἀλλήλοις] ὡς οἱ κατὰ τρίγωνον ἢ τετράγωνον φαινόμενοι· κατὰ τρίγωνον
  • μὲν οὖν σχηματίζονται καὶ ἐπιθεωροῦσιν ἀλλήλους οἱ ἐπὶ
  • τριῶν ζῳδίων ἔχοντες τὸ μεταξὺ διάλειμμα, κατὰ τετράγωνον δὲ οἱ δυεῖν· κεφαλῇ τὰ ὑποκείμενα μέρη συμπά[σχει καὶ τοῖς ὑποκει]μένοις ἡ κεφαλή, οὕτω καὶ τοῖς ὑπερσεληναίοις τὰ ἐπίγεια. Ἀλλά τις ἔστι τούτων διαφορὰ καὶ ἀσυμπάθεια, ὡς ἂν
  • μὴ μίαν καὶ τ[ὴν] αὐτὴν ἐχόντων ἕνωσιν.
  • Τούτοις χρησάμενοι Εὐφράτης ὁ Περ[ατικὸς] καὶ Ἀκεμβὴς ὁ Καρύστιος καὶ ὁ λοιπὸς τούτων χορὸς τῷ λόγῳ [τῷ] τῆς ἀληθείας ἐπονομάσαντες αἰώνων στάσιν καὶ ἀπόστασιν ἀ[γαθῶν] δυνάμεων εἰς κακὰ καὶ συμφωνίας ἀγαθῶν μετὰ πονηρῶν

  • προσαγορεύουσι, καλοῦντες τοπάρχας καὶ προαστείους καὶ ἄλλα
  • πλεῖστα ὀνόματα· ὧν πᾶσαν τὴν ἐπικεχειρημένην αἵρεσιν ἐκθήσομαι
    v.1.p.52
    καὶ διελέγξω, ἐπὰν εἰς τὸν περὶ τούτων λόγον φθάσωμεν. Νυνὶ δέ, μή ποτέ τις νομίσῃ πιστὰ εἶναι καὶ ἀσφαλῆ τὰ τοῖς Χαλδαίοις νενομισμένα περὶ τὴν ἀστρολογικὴν μάθησιν,
  • οὐκ ὀκνήσομεν τὸν πρὸς τούτους ἔλεγχον δι᾿ ὀλίγων παραθεῖναι,
  • ἐπιδεικνύντες ματαίαν τὴν τέχνην καὶ πλανᾶν μᾶλλον καὶ ἐξαφανίζειν ψυχὴν δυναμένην ἐλπίζουσαν μάταια, ἢ ὠφελεῖν. οἷς οὐ κατὰ τέχνης ἐμπειρίαν ἐ[π]έχομεν, ἀλλ᾿ ἐκ τῆς τῶν πρακτικῶν λόγων [γνώ]σεως. Οἱ ταύτην τὴν μάθησιν ἠσκηκότες
  • Χαλδαίων γενόμενοι ὁμιληταὶ ὡς ξένα τοῖς ἀνθρώποις καὶ
  • θαυμάσια μεταδιδόντες μυστήρια τοῖς ὀνόμασιν ἐναλλάξαντες αἵρεσιν ἔνθεν συνεστήσαντο· ἀλλ᾿ ἐπεὶ τὴν τῶν ἀστρολόγων τέχνην ὡς δυνατὴν νομίσαντες ταῖς τε παρ᾿ αὐτῶν μαρτυρίαις χρώμενοι τὰ ἐπιχειρούμενα δι᾿ αὐτῶν πιστεύεσθαι θέλουσι, τανῦν
  • καθὼς ἔδοξε τὴν ἀστρολογικὴν ἐπιδείξομεν ἀσύστατον, αὖθις
  • μέλλοντες καὶ τὴν Περατικὴν ἀκυροῦν ὡς κλάδον ἐκ ῥίζης ἀσυστάτου πεφυκυῖαν.

    Ἀρχὴ μὲν οὖν καὶ ὥσπερ θεμέλιός ἐστι στῆσαι τὸν ὡροσκόπον. Ἀπὸ τούτου γὰρ τὰ λοιπὰ τῶν κέντρων λαμβάνεται

  • τά τε ἀποκλίματα καὶ αἱ ἐπαναφοραὶ τά τε τρίγωνα καὶ
  • τὰ τετράγωνα καὶ οἱ κατ᾿ αὐτὰ σχηματισμοὶ τῶν ἀστέρων, ἀπὸ δὲ πάντων τούτων αἱ προαγορεύσεις. ὅθεν ἀναιρεθέντος τοῦ ὡροσκόπου κατὰ ἀνάγκην οὐδὲ τὸ μεσουρανοῦν [ἢ δῦνον ἢ ἀντιμεσουρανοῦν] ἐστὶ γνώριμον, ἀκαταληπτουμένων δὲ τούτων
  • συναφανίζεται πᾶσα [ἡ] Χαλδαϊκὴ μέθοδος. Ὅτι δὲ ἀνεύρετον
  • αὐτοῖς ἐστὶ τὸ ὡροσκοποῦν ζώδιον, ποικίλως ἔστι διδάσκειν. Ἵνα γὰρ τοῦτο καταληφθῇ, δεῖ πρῶτον μὲν τὴν γένεσιν τοῦ πίπτοντος ὑπὸ τὴν ἐπίσκεψιν βεβαίως κατειλῆφθαι, δεύτερον [δὲ] τὸ διασημαῖνον ταύτην ὡροσκόπιον [ἀπλανὲς] ὑπάρχειν,
  • τρίτον δὲ τὴν ἀναφορὰν τοῦ ζωδίου πρὸς ἀκρίβειαν συνῶφθαι.
  • Ἐπὶ μὲν γὰρ τῆς ἀποτέξεως ἡ ἀναφορὰ τοῦ κατ᾿ οὐρανὸν ἀνίσχοντος ζωδίου τετηρήσθω, ἐπεὶ τὸ ὡροσκοποῦν ὁρισάμενοι οἱ
    v.1.p.54
    Χαλδαῖοι ἐπὶ τὴν ἀναφορὰν τὸν συσχηματισμὸν τῶν ἄστρων ποιοῦνται, ὅπερ διάθεμα καλοῦσιν, ἐφ᾿ ᾧ τὰς προαγορεύσεις
  • δογματίζουσιν. Οὔτε δὲ τὴν γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν
  • πιπτόντων λαμβάνειν δυνατόν ἐστιν, ὡς παραστήσω, οὔτε τὸ ὡροσκόπιον ἀπλανὲς καθέστηκεν, οὔτε τὸ ἀνίσχον ζώδιον πρὸς ἀκρίβειαν καταλαμβάνεται. Πῶς οὖν ἀσύστατος ἡ τῶν Χαλδαίων μέθοδος νῦν λέγωμεν. Τὴν δὴ γένεσιν τῶν ὑπὸ τὴν
  • ἐπίσκεψιν πεσουμένων πρότερον ὁρίσαντες ἐπιζητεῖν ἤτοι ἀπὸ
  • τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως λαμβάνουσιν ἢ ἀπὸ τῆς ἐκτέξεως. Καὶ εἰ μὲν ἀπὸ τῆς συλλήψεως λαμβάνειν ἐπιχειρήσει τις, ἄληπτός ἐστιν ὁ ἀκριβὴς περὶ τούτου λόγος, ταχὺς ὑπάρχων χρόνος· καὶ εἰκότως. οὐ γὰρ ἔχομεν λέγειν, εἴτε
  • ἅμα τῇ μεταθέσει τοῦ σπέρματος γέγονεν ἡ σύλληψις εἴτε καὶ
  • μή. Δύναται μὲν γὰρ καὶ ἅμα νοήματι τοῦτο συμβαίνειν, ὥσπερ καὶ τὸ προσαχθὲν τοῖς διαπύροις τῶν κλιβάνων στέαρ εὐθὺς καλλᾶται, δύναται δὲ καὶ μετὰ χρόνον. Διαστήματος γὰρ ὄντος ἀπὸ τοῦ στόματος τῆς μήτρας μέχρι τοῦ πυθμένος,
  • ἔνθα καὶ τὰς συλλήψεις λέγουσι γίνεσθαι ἰατροί, πάντως ἐν
  • χρόνῳ τινὶ τὸ διάστημα τοῦτο ἀνύειν πέφυκεν ἡ καταβαλλομένη τοῦ σπέρματος φύσις. Ἀγνοοῦντες οὖν τὴν ποσότητα τοῦ χρόνου κατὰ τὸ ἀκριβὲς οἱ Χαλδαῖοι οὐδέποτε τὴν σύλληψιν καταλήψονται. τοῦ σπέρματος ὁτὲ μὲν εὐθυβολουμένου καὶ αὐτοῖς
  • προσπίπτοντος ὑφ᾿ ἓν τοῖς εὐφυῶς ἔχουσι πρὸς σύλληψιν
  • τῆς μήτρας [τόποις, ὁτὲ δὲ πολυσπόρως ἐμπίπτοντος, ὑπ᾿ αὐτῆς δὲ τῆς ἐν τῇ μήτρᾳ δυνάμεως εἰς ἕνα τόπον συνάγεσθαι] δυναμένου· τῶν ἀγνώστων τὸ πότε γίνεται τὸ πρῶτον καὶ πότε τὸ δεύτερον, πόσος τε ὁ εἰς ἐκείνην τὴν σύλληψιν ἀναλισκόμενος
  • χρόνος καὶ πόσος [ὁ] εἰς ταύτην· ἀγνοουμένων δὲ τούτων
  • ἦρται καὶ ἡ πρὸς ἀκρίβειαν τῆς συλλήψεως κατάληψις. Εἴπερ τε, ὥσπερ τινὲς τῶν φυσικῶν εἰρήκασιν, ἑψόμενον πρῶτον καὶ προμεταβαλλόμενον ἐν μήτρᾳ τὸ σπέρμα τότε προσέρχεται τοῖς ἀναστομωθεῖσιν αὐτῆς ἀγγείοις, καθάπερ τῇ γῇ τὰ τῆς γῆς
  • σπέρματα· αὐτόθεν οἱ μὴ εἰδότες τὴν ποσότητα τοῦ τῆς μεταβολῆς
  • v.1.p.56
    χρόνου οὐκ εἴσονται οὐδὲ τὸν τῆς συλλήψεως καιρόν. Ἔτι δὲ καὶ ὡς κατὰ τὰ λοιπὰ μέρη τοῦ σώματος διαφέρουσιν ἀλλήλων αἱ γυναῖκες κατὰ ἐνέργειάν τε καὶ τὰς λοιπὰς αἰτίας, οὕτως καὶ κατὰ τὴν τῆς μήτρας ἐνέργειαν τὰς μὲν θᾶττον συλλαμβανούσας
  • τὰς δὲ βράδιον. Καὶ οὐ παράδοξον, ὅπου καὶ
  • αὐταὶ αὑταῖς συγκρινόμεναι νυνὶ μὲν εὐσύλληπτοι θεωροῦνται νυνὶ δὲ οὐδαμῶς. Τούτου δ᾿ οὕτως ἔχοντος ἀδυνάτως ἐσα λέγειν πρὸς ἀκρίβειαν πότε συνέχεται τὸ καταβληθὲν σπέρμα, ἴνα ἀπὸ τούτου τοῦ χρόνου στήσωσιν οἱ Χαλδαῖοι τῆς γενέσεως
  • τὸν ὡροσκόπον.
  • Τούτῳ τῷ λόγῳ ἀδύνατόν ἐστιν ἐκ τῆς συλλήψεως στῆσαι τὸν ὡροσκόπον. ἀλλ᾿ οὐδὲ ἐξ ἀποτέξεως. Πρῶτον μὲν γὰρ ἄπορόν ἐστι τὸ πότε ῥηθήσεται ἀπότεξιν εἶναι· ἆρά γε ὅταν ἄρξηται προκύπτειν εἰς τὸν ψυχρὸν ἀέρα τὸ ἀποτικτόμενον, ἢ

  • ὅταν ὀλίγον ἐξίσχῃ, ἢ ὅταν εἰς τὴν γῆν κατενεχθῇ; οὐδ᾿ ἐν
  • ἑκάστῳ τούτων δυνατόν ἐστι τὸ ἀκριβὲς τῆς ἀποτέξεως καταλαβέσθαι ἢ χρόνον ὁρίζειν. Καὶ γὰρ διὰ παράστημα ψυχῆς καὶ δι᾿ ἐπιτηδειότητα σώματος καὶ διὰ προαίρεσιν τῶν τόπων καὶ
  • δι᾿ ἐμπειρίαν μαίας καὶ ἄλλας ἀπείρους προφάσεις οὐχ ὁ αὐτός
  • ἐστι χρόνος καθ᾿ ὃν προκύπτει τὸ τικτόμενον ῥαγέντων τῶν ὑμένων, ἢ ἐκτὸς ὀλίγον γίνεται, ἢ εἰς τὴν γῆν καταφέρεται, ἀλλ᾿ ἄλλος ἐπ᾿ ἄλλων. ὂν πάλιν μὴ δυνάμενοι ὡρισμένως καὶ ἀκριβῶς σταθμήσασθαι οἱ Χαλδαῖοι ἐκπεσοῦνται τοῦ δεόντως
  • τὴν τῆς ἀποτέξεως ὥραν ὁρίζειν. Ὅτι μὲν οὖν ἐπαγγέλλονται
  • ἐπὶ τοῖς τῆς ἀποτέξεως χρόνοις οἱ Χαλδαῖοι τὸν ὡροσκόπον γινώσκειν, οὐκ ἴσασι δέ, ἐκ τούτων συμφανές· ὅτι δὲ οὐδὲ τὸ ὡροσκόπιον ἀπλανὲς αὐτοῖς ἐστί, πάρεστιν ἐπιλογίζεσθαι. Ὅταν γὰρ λέγωσιν ὅτι ὁ προσεδρεύων τῇ ὠδινούσῃ ἅμα τῇ ἀποτέξει
  • δίσκῳ σημαίνει τῷ ἀπὸ τῆς ἀκρωρείας ἀστεροσκοποῦντι Χαλδαίῳ,
  • κἀκεῖνος εἰς οὐρανὸν ἀποβλέπων παρασημαίνεται τὸ ἀνίσχον
    v.1.p.58
    ζώδιον, τὸ μὲν πρῶτον ἐπιδείξωμεν αὐτοῖς ὅτι τῆς ἀποτέξεως ἀορίστου τυγχανούσης, καθὼς μικροῦ πρότερον παρεστήσαμεν, οὐδὲ τῷ δίσκῳ ταύτην διασημαίνειν εὔκολον. Εἷτ᾿
  • ἔστω καὶ καταληπτὴν ὑπάρχειν τὴν ἀπότεξιν, ἀλλ᾿ οὔτιγε πρὸς
  • ἀκριβῆ χρόνον σημειοῦσθαι ταύτην δυνατόν ἐστι· τὸν γὰρ τοῦ δίσκου ψόφον ἐν πλείονι χρόνῳ καὶ ἐν συχνῷ πρὸς αἴσθησιν δυνάμενον μερίζεσθαι κινεῖσθαι συνέβη ἐπὶ τὴν ἀκρώρειαν. Τεκμήριον δὲ [τὸ] ἐπὶ τῶν πόρρω δενδροτομούντων θεωρούμενον·
  • μετὰ γὰρ ἱκανὴν ὥραν τοῦ κατενεχθῆναι τὸν πέλεκυν
  • ἐξακούεται ἡ φωνὴ τῆς πληγῆς, ὡς ἂν ἐν χρόνῳ πλείονι φθάνουσα ἐπὶ τὸν ἀκούοντα. Καὶ διὰ τοῦτο τοίνυν οὐκ ἔστιν ἀκριβῶς τοῖς Χαλδαίοις τὸν χρόνον τοῦ ἀνίσχοντος ζωδίου καὶ κατ᾿ ἀλήθειαν ὡροσκοποῦντος λαμβάνειν. Καὶ μὴν οὐ μόνον φθάνει
  • πλείων διελθὼν χρόνος μετὰ τὴν ἀπότεξιν τοῦ παρεδρεύοντος
  • τῇ ὠδινούσῃ κρούσαντος τῷ δίσκῳ, εἶτα μετὰ τὸ κροῦσαι ἀκούσαντος τοῦ ἐπὶ τὴν ἀκρώρειαν, [ἀλλὰ] καὶ περισκοποῦντος καὶ βλέποντος ἐν τίνι τῶν ζωδίων ἐστὶν ἡ σελήνη καὶ τῶν λοιπῶν ἀστέρων ἐν τίνι ἕκαστος, φθάνει ἀναγκαῖον ἀλλοιότερον
  • γενέσθαι τὸ περὶ τοὺς ἀστέρας διάθεμα, τῆς τοῦ πόλου κινήσεως
  • ἀλέκτῳ τάχει φερομένης, πρὶν τηρητικῶς παραφυλάξασθαι τὴν τοῦ γεννηθέντος ὥραν κατ᾿ οὐρανὸν βλεπομένην.

    Οὕτως ἀσύστατος δειχθήσεται ἡ κατὰ Χαλδαίους τέχνη. Εἰ δὲ ἐξ ἐπερωτήσεων φάσκοι τις σκοπεῖσθαι τοῦ πυνθανομένου

  • τὴν γένεσιν ἢ περὶ οὗ ἐπερωτάτω, μηδὲ κατὰ τοῦτον τὸν
  • τρόπον δύνασθαι ἐφικνεῖσθαι ἐπὶ τὸ ἀκριβές. Εἰ γὰρ τοσαύτη τις ἐπιμέλεια ἱστόρηται κατ᾿ αὐτοὺς περὶ τὴν τέχνην καὶ μηδ᾿ αὐτοὶ ἐφικνοῦνται ἐπὶ τὸ ἀκριβές, καθὼς ἐπεδείξαμεν, πῶς ὁ ἰδιώτης κατείληφε τῆς ἀποτέξεως τὸν χρόνον ἀκριβῶς, ἵνα παρὰ
  • τούτου μαθὼν ὁ Χαλδαῖος στήσῃ τὸν ὡροσκόπον ἀληθῶς;
  • Ἀλλ᾿ οὐδὲ κατὰ τὴν τοῦ ὁρίζοντος ὄψιν πάντη ὁ αὐτὸς φανήσεται
    v.1.p.60
    ἀνίσχων ἀστήρ, ἀλλ᾿ ὅπου μὲν ὡροσκόπος νομισθήσεται τὸ ἀπόκλιμα, ὅπου δὲ ὡροσκόπος ἡ ἐπαναφορὰ παρὰ τὴν τῶν τόπων ἐπιφάνειαν ὄντων ἢ ταπεινοτέρων ἢ ὑψηλοτέρων, ὥστε
  • καὶ κατὰ τοῦτο τὸ μέρος οὐκ ἀκριβὴς φανήσεται ἡ προαγόρευσις,
  • πολλῶν κατὰ πάντα τὸν κόσμον τῇ αὐτῇ ὥρᾳ γεννωμένων, ἄλλου ἄλλως τὰ ἄστρα θεωροῦντος. Ματαία δὲ καὶ ἡ διὰ τῶν ὑ[δρι]ῶν νομιζομένη κατάληψις. Οὐ γὰρ ὁμοίως [ὁ] ἀμφορεὺς το . . . θεὶς ῥύσει πληρώσων ὡς ἀπόκενος, αὐτοῦ
  • τοῦ πόλου κατὰ ἐκείνων λόγον ἑνὶ ὁρμήματι ἰσοταχῶς φερομένου.
  • Εἰ δὲ ἀναστρέψαντες λέγοιεν μὴ τὸν ἀκριβῆ χρόνον λαμβάνειν ἀλλ᾿ ὡς ἔτυχεν ἐν πλάτει, σχεδὸν ὑπ᾿ αὐτῶν ἐλεγχθήσονται τῶν ἀποτελεσμάτων. Οἱ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ γεννηθέντες οὐ τὸν αὐτὸν ἔζησαν βίον, ἀλλ᾿ οἱ μὲν λόγου χάριν
  • ἐβασίλευσαν, οἱ δὲ ἐν πέδαις κατεγήρασαν. Οὐδεὶς γοῦν Ἀλεξάνδρῳ
  • τῷ Μακεδόνι γέγονεν ἴσος πολλῶν κατὰ τὴν οἰκουμένην ὁμοίως ἀποτεχθέντων αὐτῷ, οὐθεὶς Πλάτωνι τῷ φιλοσόφῳ. Ὥστε τὸν ἐν πλάτει τῆς γενέσεως χρόνον ὁ Χαλδαῖος ἀκριβῶς οὐ δυνήσεται λέγειν, εἰ [ὁ] κατὰ τὸν αὐτὸν χρόνον γεννηθεὶς
  • εὐτυχήσει. Πολλοὶ γοῦν κατὰ τὸν αὐτὸν χρόνον γεννηθέντες
  • ἐδυστύχησαν, ὥστε ματαία καὶ ἡ κατὰ τὰ διαθέματα ὁμοιότης. Διαφόρως οὖν καὶ πολυτρόπως τὴν ματαιόπονον σκέψιν τῶν Χαλδαίων διελέγξαντες οὐδὲ τοῦτο παραλείψομεν, ὡς εἰς ἄπορον χωρήσουσιν αἱ προρρήσεις αὐτοῖς. Εἰ γὰρ τὸν ἐν τῇ ἀκίδι
  • τοῦ Τοξότου γεννηθέντα, ὡς οἱ μαθηματικοὶ λέγουσιν, ἀνάγκη
  • σφαγήσεσθαι, πῶς αἱ τοσαῦται τῶν βαρβάρων μυριάδες ἀγωνιζόμεναι πρὸς τοὺς Ἕλληνας ἐν Μαραθῶνι ἢ Σαλαμῖνι ὑφ᾿ ἓν κατεσφάγησαν; οὐ γὰρ δή γε ἐπὶ πασῶν ὁ αὐτὸς ἤν ὡροσκόπος. Καὶ πάλιν εἰ τὸν ἐν τῇ κάλπῃ τοῦ Ὑδροχόου γεννηθέντα
  • ναυαγήσειν, πῶς οἱ ἀπὸ Τροίας ἀναγόμενοι τῶν Ἑλλήνων
  • περὶ τὰ κοῖλα τῆς Εὐβοίας συγκατεποντίσθησαν; ἀπίθανον γὰρ πάντας μακρῷ χρόνῳ διαφέροντας ἀλλήλων ἐν τῇ κάλπῃ τοῦ Ὑδροχόου γεγεννῆσθαι. Οὐ γὰρ ἔστι λέγειν ὅτι δι᾿ ἕνα πολλάκις,
    v.1.p.62
    ᾧ εἵμαρται κατὰ πέλαγος φθαρῆναι, πάντες οἱ ἐν τῇ
  • νηῒ συναπολοῦνται. Λιατί γὰρ ἡ τούτου εἱμαρμένη τὰς πάντων
  • νικᾷ, ἀλλ᾿ οὐχὶ διὰ τὸν ἕνα, ᾧ εἵμαρται ἐπὶ γῆς τελευτᾶν, πάντες περισώζονται;

    Ἀλλ᾿ ἐπεὶ καὶ περὶ τῆς τῶν ζωδίων ἐνεργείας λόγον ποιοῦνται, οἷς φασὶ προσομοιοῦσθαι τὰ ἀποτικτόμενα, οὐδὲ

  • τοῦτον παραλείψομεν, οἷον τὸν ἐν Λέοντι γεννηθέντα ἀνδρεῖον
  • ἔσεσθαι· ὁ δὲ ἐν Παρθένῳ τετανόθριξ, λευκόχρως, ἄπαις, αἰδήμων. Ταῦτα δὲ καὶ τὰ τούτοις ὅμοια γέλωτός ἐστι μᾶλλον ἄξια καὶ οὐ σπουδῆς. Ἔστι γὰρ κατ᾿ αὐτοὺς μηδένα Αἰθίοπα ἐν Παρθένῳ γεννᾶσθαι· εἰ δ᾿ οὐ, δώσει [εἶναι] τὸν τοιοῦτον
  • λευκόν, τετανότριχα καὶ τὰ ἕτερα. Οἶμαι δὲ μᾶλλον
  • τοὺς ἀρχαίους [τὰ] ὀνόματα τῶν κειμένων ζώων ἐπὶ κλητοῖς ἄστροις προστεθεικέναι οἰκειώσεως χάριν, οὐχ ὁμοιοτρόπου φύσεως· τί γὰρ ἔχουσιν ὅμοιον ἄρκτῳ οἱ ἑπτὰ ἀστέρες διεστῶτες ἀπ᾿ ἀλλήλων; ἢ δράκοντος κεφαλῇ οἱ, ὥς φησιν ὁ
  • Ἄρατος, πέντε;
  • Ἀλλὰ δύο κροτάφοις, δύο δ᾿ ὄμμασιν, εἷς δ᾿ ὑπένερθεν Ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.

    Οὕτως καὶ ταῦτα οὐκ ἄξια τοσούτου πόνου δείκνυται τοῖς εὖ φρονεῖν προῃρημένοις καὶ μὴ προσέχουσι τῇ τῶν χαλδαίων

  • ἐμφυσιώσει, οἳ καὶ βασιλεῖς ἐξαφανίζουσι δειλίαν καταρτίζοντες
  • καὶ ἰδιώτας παραθαρρύνουσι μεγάλα τολμᾶν. Εἰ δὲ ἀποτύχοι αὐτὸς κακῷ περιπαρείς, οὐ πᾶσι γίνεται διδάσκαλος ὁ βλαβείς, οὓς φρεναπατᾶν βουλόμενοι τοῖς ἀποτεύγμασιν
  • εἰς ἄπειρον τὸν νοῦν αὐτῶν συνωθοῦντες λέγουσιν οὐκ ἄλλως
  • ἐπὶ τὸ αὐτὸ δύνασθαι τὸν συσχηματισμὸν τῶν αὐτῶν ἀστέρων γίνεσθαι ἢ διὰ τῆς ἀποκαταστάσεως τοῦ μεγάλου ἐνιαυτοῦ, δι᾿ ἑπτακισχιλίων ἐτῶν καὶ ἑπτακοσίων ἑβδομήκοντα καὶ ἑπτά. Πῶς οὗν φθάσει ἀνθρωπίνη παρατήρησις τοῖς τοσούτοις αἰῶσι
  • συνδραμεῖν ἐπὶ μιᾶς γενέσεως; καὶ ταῦτα οὐχ ἅπαξ ἀλλὰ πολλάκις
  • οἶμαι, παρ᾿ ἐλπίδα πλειόνων ἐληλέγχθαι τὴν Χαλδαϊκὴν
    v.1.p.64
    τέχνην ἔδει· καίτοι δι᾿ ἕτερα αὐτῆς ἡμῶν μνησθέντων, οὐχὶ ἰδίως δι᾿ αὐτήν. Ἀλλ᾿ ἐπεὶ προῃρήμεθα μηδὲν τῶν παρ᾿ ἔθνεσι δογμάτων καταλιπεῖν διὰ τὴν πολύφωνον τῶν αἱρέσεων πανουργίαν,
  • ἴδωμεν τί λέγουσι καὶ οἱ περὶ μεγεθῶν τετολμηκότες,
  • οἳ κατιδόντες τὴν τῶν πλειόνων ματαιοπονίαν, ἄλλου ἄλλως διαψευσαμένου καὶ εὐδοκιμήσαντος, μεῖζόν τι ἐτόλμησαν εἰπεῖν, ὅπως ὑπὸ τῶν τὰ μικρὰ ψεύσματα μεγάλως δοξασάντων μειζόνως δοξασθῶσιν. Οὗτοι κύκλους καὶ μέτρα τρίγωνά τε καὶ
  • τετράγωνα διπλάσιά τε καὶ τριπλάσια ὑποτίθενται· πολὺς δὲ ὁ
  • περὶ τούτου λόγος, ἀλλ᾿ οὐ πρὸς τὸ προκείμενον ἀναγκαῖος.

    Ἱκανὸν οὖν λογίζομαι ἐξειπεῖν τὰ ὑπ᾿ αὐτῶν τερατολογούμενα. Διὸ τοῖς ἐπιτόμοις χρησάμενος ὧν αὐτοὶ λέγουσιν, ἐπὶ τὰ ἕτερα τραπήσομαι. Λέγουσι δὲ ταῦτα· κράτος ἔδωκεν

  • ὁ δημιουργήσας τῇ ταὐτοῦ καὶ ὁμοίου περιφορᾷ· μίαν γὰρ αὐτὴν
  • ἄσχιστον εἴασε, τὴν δὲ ἐντὸς σχίσας ἑξαχῆ ἑπτὰ κύκλους ἀνίσους κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ἑκάστην, οὐσῶν ἑκατέρων τριῶν, κατὰ τὰ ἐναντία μὲν ἀλλήλοις προσέταξεν ἰέναι τοὺς κύκλους, τάχει δὲ τρεῖς μὲν ὁμοίως, τοὺς
  • δὲ τέσσαρας ἀλλήλοις τε καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ
  • φερομένους. Κράτος μὲν δεδόσθαι τῇ ταὐτοῦ φορᾷ φησὶν, οὐ μόνον ἐπειδὴ περιέχει τὴν θατέρου φοράν, τουτέστι τοὺς πλανωμένους, ἀλλ᾿ ὅτι καὶ τοσοῦτον ἔχει κράτος, τουτέστι τοσαύτην δύναμιν, ὥστε καὶ τοὺς ἐπὶ τἀναντία, τοὺς πλανωμένους ἀπὸ
  • δύσεως ἐπ᾿ ἀνατολὴν φερομένους αὐτοὺς τῇ οἰκείᾳ ἰσχύϊ ὁμοίως
  • καὶ ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν ἑαυτῷ συμπεριάγειν. Μίαν δὲ καὶ ἄσχιστον εἰᾶσθαι φησὶ ταύτην τὴν φοράν, πρῶτον μὲν ἐπειδὴ πάντων τῶν ἀπλανῶν ἰσόχρονοι αἱ περιφοραὶ καὶ οὐ διῃρημέναι κατὰ πλείους καὶ ἐλάττους χρόνους· ἔπειτα ὅτι μίαν
  • πάντες ἔχουσιν ἐπιφάνειαν τὴν τῆς ἐξωτάτω φορᾶς, οἱ δὲ πλανώμενοι
  • καὶ εἰς χρόνους πλείονας καὶ διαφόρους τῶν κινήσεων καὶ εἰς ἀποστάσεις ἀπὸ γῆς ἀνίσους διῄρηνται· τὴν δὲ θατέρου φησὶν ἑξαχῆ εἰς ἑπτὰ κύκλους ἐσχίσθαι, εἰκότως. Ὁπόσαι γὰρ ἂν ὦσιν ἑκάστου αἱ τομαί, μονάδι πλείω τῶν τομῶν γίνεται
  • τὰ τμήματα, οἷον ἐὰν μιᾷ τομῇ διαιρεθῇ, δύο ἔσται τμήματα,
  • v.1.p.66
    ἂν δυσί, τρία τμήματα· οὕτω δὴ κἂν ἑξαχῆ τι τμηθῇ, ἑπτὰ ἔσται τὰ τμήματα. Τὰς δὲ ἀποστάσεις αὐτῶν κατὰ διπλάσια καὶ τριπλάσια ἐναλλὰξ τετάχθαι φησίν, οὐσῶν ἑκατέρων τριῶν· ὅπερ καὶ ἐπὶ τῆς συστάσεως τῆς ψυχῆς, ἐπὶ τῶν ἑπτὰ ἀριθμῶν
  • ἔδειξε. Τρεῖς μὲν γάρ εἰσιν ἐν αὐτοῖς διπλάσιοι ἀπὸ μονάδος
  • (??), τρεῖς δὲ . . . (??) καὶ (??) σταδίων. Περίμετρος δὲ γῆς σταδίων (??) καὶ (??)· καὶ ἀπόστημα δὲ ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς ἐπὶ τὸν σεληνιακὸν κύκλον ὁ μὲν Σάμιος Ἀρίσταρχος (??) ἀναγράφει σταδίων (??), ὁ δὲ Ἀπολλώνιας μυριάδ. (??), ὁ δὲ Ἀρχιμήδης
  • μυριάδ. (??) καὶ μονάδ. (??). ἀπὸ δὲ τοῦ σεληνιακοῦ
  • ἐπὶ τὸν τοῦ ἡλίου κύκλον σταδίων μυριάδ. (??) καὶ μονάδ. (??). ἀπὸ τοῦδε ἐπὶ τὸν τῆς Ἀφροδίτης κύκλον σταδίων μυριάδ. (??) καὶ μονάδας (??). ἀπὸ τοῦδε ἐπὶ τὸν τοῦ Ἑρμοῦ κύκλον σταδίων μυριάδ. (??), μονάδ. (??). ἀπὸ τούτου δὲ ἐπὶ τὸν τοῦ
  • πυρόεντος κύκλον σταδίων μυριάδ. (??), μονάδ. (??). ἀπὸ
  • τούτου δὲ ἐπὶ τὸν τοῦ Διὸς κύκλον σταδίων μυριάδ. (??), μονάδας (??). ἀπὸ τούτου δὲ ἐπὶ τὸν τοῦ Κρόνου κύκλον σταδίων μυριάδ. (??), μονάδ. (??). ἀπὸ τούτου δὲ ἐπὶ τὸν ζωδιακὸν καὶ τὴν ἐσχάτην περιφέρειαν σταδίων μυριάδ. (??), μονάδ. (??).

  • Τὰ μὲν ἀπ᾿ ἀλλήλων διαστήματα τῶν κύκλων καὶ τῶν
  • σφαιρῶν βάθη τε ὑπὸ τοῦ Ἀρχιμήδους ἀποδίδοται. Τοῦ δὲ ζωδιακοῦ τὴν περίμετρον λαμβάνει σταδίων δευτέρων ἀριθμῶν (??) καὶ μυριάδ. (??)· ὥστε συμβαίνειν τὴν ἐκ τοῦ κέντρου τῆς γῆς εὐθεῖαν ἄχρι τῆς ἐπιφανείας τῆς ἐσχάτης τὸ ἕκτον εἶναι
  • τοῦ λεχθέντος ἀριθμοῦ, τὴν δὲ ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς,
  • ἐφ᾿ ἦς βεβήκαμεν, ἄχρι τοῦ ζωδιακοῦ, ἄρτι ῥηθέντος ἕκτον τοῦ ἀριθμοῦ, λεῖπον τέτρασι μυριάσι σταδίων, ὃ ἐκ τοῦ κέντρου τῆς γῆς μέχρι τῆς ἐπιφανείας αὐτῆς. ἀπὸ τοῦ Κρόνου δὲ κύκλου ἐπὶ τὴν γῆν φησὶ τὸ διάστημα σταδίων δευτέρων ἀριθμῶν
  • εἶναι μονάδ. δύο καὶ μυριάδ. (??) καὶ μονάδ. (??)βψια. ἀπὸ
  • v.1.p.68
    τοῦ δὲ τοῦ Διὸς κύκλου ἐπὶ γῆν σταδίων δευτέρων ἀριθμῶν μονάδ. (??) καὶ μυριάδ. (??) καὶ μονάδας (??). ἀπὸ δὲ τοῦ πυρόεντος κύκλου ἐπὶ γῆν δευτέρων ἀριθμῶν μονάδ. μίαν καὶ μυριάδ. (??) καὶ μονάδ. (??) ἀφ᾿ ἡλίου ἐπὶ γῆν δευτέρων
  • ἀριθμῶν μονάδ. μίαν καὶ μυριάδ. (??) καὶ μονάδας (??).
  • ἀπὸ δὲ τοῦ Στίλβοντος ἐπὶ τὴν γῆν μυριάδ. (??), μονάδας (??). ἀπὸ δὲ Ἀφροδίτης ἐπὶ γῆν μυριάδ. (??), μονάδ. (??).

    Περὶ σελήνης δὲ ἐλέχθη τὸ πρότερον. Τὰ μὲν οὖν ἀποστήματα καὶ βάθη τῶν σφαιρῶν οὕτως Ἀρχιμήδης ἀποδίδωσιν,

  • ἑτέρως δὲ ὑπὲρ αὐτῶν Ἱππάρχῳ εἴρηται καὶ ἑτέρως
  • Ἀπολλωνίῳ τῷ μαθηματικῷ. Ἡμῖν δὲ ἐξαρκεῖ τῇ Πλατωνικῇ δόξῃ ἑπομένοις διπλάσια μὲν καὶ τριπλάσια οἴεσθαι τῶν πλανωμένων τὰ ἀπ᾿ ἀλλήλων διαστήματα· σώζεται γὰρ οὕτως ὁ λόγος τοῦ καθ᾿ ἁρμονίαν συγκεῖσθαι τὸ πᾶν ἐν λόγοις συμφώνοις
  • κατὰ ταῦτα τὰ ἀποστήματα. Οἱ δ᾿ ἐκτεθέντες ὑπὸ Ἀρχιμήδους
  • ἀριθμοὶ καὶ ὑπὸ τῶν ἄλλων περὶ τῶν ἀποστημάτων λεγόμενοι λόγοι εἰ μὴ ἐν συμφώνοις εἶεν λόγοις, τουτέστι τοῖς ὑπὸ Πλάτωνος εἰρημένοις διπλασίοις καὶ τριπλασίοις, ἔξω δὲ συμφωνιῶν εὑρισκόμενοι, οὐκ ἂν σώζοιεν τὸ καθ᾿ ἁρμονίαν κατεσκευάσθαι
  • τὸ πᾶν· οὐ γὰρ πιθανὸν οὐδὲ δυνατὸν ἄλογά τε καὶ ἔξω συμφωνιῶν
  • καὶ ἐναρμονίων λόγων εἶναι αὐτῶν τὰ ἀποστήματα, πλὴν ἴσως σελήνης μόνης ἐκ τῶν λείψεων καὶ τῆς σκιᾶς τῆς γῆς, περὶ ἧς μόνης καὶ πιστεύσαι τις ἂν Ἀρχιμήδῃ ἀποστάσεως, τουτέστι τῆς σεληνιακῆς ἀπὸ γῆς· ταύτην δὲ λαβοῦσι ῥᾴδιον
  • ἔσται κατὰ τὸ Πλατωνικὸν αὐτὸ τὰ κατὰ τὸ διπλάσιον καὶ τριπλάσιον,
  • ὡς ἀξιοῖ Πλάτων, καὶ τὰ λοιπὰ ἀποστήματα ἀριθμῷ περιλαβεῖν. Εἰ δὴ κατὰ τὸν Ἀρχιμήδην ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς ἡ σελήνη ἀφέστηκε σταδίων μυριάδ. (??), σταδίους (??),
  • ῥᾴδιον τούτους τοὺς ἀριθμοὺς αὔξοντας κατὰ τὸ διπλάσιον καὶ
  • τριπλάσιον καὶ τὰ τῶν λοιπῶν εὑρεῖν διαστήματα, ὡς μιᾶς μοίρας λαμβανομένης τοῦ τῶν σταδίων ἀριθμοῦ οὓς ἡ σελήνη τῆς γῆς ἀφέστηκεν. Ὅτι δὲ οἱ λοιποὶ ἀριθμοὶ οἱ ὑπ᾿ Ἀρχιμήδους περὶ τῆς ἀποστάσεως τῶν πλανωμένων λεγόμενοι οὐκ
  • ἐν συμφώνοις λόγοις, ῥᾴδιον γνῶναι, πῶς ἔχουσι πρὸς ἀλλήλους
  • καὶ ἐν τίσι λόγοις εἰσὶ κατανοήσαντας· μὴ εἶναι δὲ ἐν ἁρμονίᾳ καὶ συμφωνίᾳ ταῦτα τοῦ καθ᾿ ἁρμονίαν συνεστῶτος
    v.1.p.70
    κόσμου ὄντα μέρη ἀδύνατον. Τοῦ μὲν δὴ πρώτου ἀριθμοῦ ὃν ἀφέστηκεν ἡ σελήνη τῆς γῆς ὄντος μυριάδ. (??) μονάδων (??),
  • ὁ δεύτερος ἀριθμὸς ὃν ἀφέστηκεν ἥλιος τῆς σελήνης ὢν μυριάδ.
  • (??), μονάδων (??), ἐν λόγῳ ἐστὶ πλείονι ἢ ἔλασσον. πρὸς δὲ τοῦτον ὁ ἀνωτέρω ἀριθμὸς ὢν μυριάδ. (??), μονάδ. (??), ἐν λόγῳ ἐστὶ [ἐλάττονι ἢ ἡμίσει. πρὸς δὲ τοῦτον ὁ ἀνωτέρω ἀριθμὸς ὢν μυριάδ. (??) μονάδων (??) ἐν λόγῳ ἐστὶ] πλείονι ἢ
  • διπλασίῳ. πρὸς δὲ τοῦτον ὁ ἀνωτέρω ἀριθμὸς ὢν μυριάδ. (??),
  • μονάδων (??), ἐν λόγῳ ἔσται ἐλάττονι ἢ ἐπιτετάρτῳ. πρὸς δὲ τοῦτον ὁ ἀνωτέρω ἀριθμὸς ὢν μυριάδ. (??) μονάδων (??), ἐν λόγῳ ἐστὶ πλείονι ἢ ἡμίσει. πρὸς δὲ τοῦτον ὁ ἀνωτάτω ἀριθμὸς ὢν μυριάδ. (??), μονάδ. (??), ἐν λόγῳ ἐστὶ ἐλάττονι ἢ
  • διπλασίῳ.
  • Οὗτοι δὴ οἱ λόγοι ὅ τε πλείων ἢ [ἐννεαπλάσιος καὶ] ἐλάττων ἢ ἥμισυς καὶ πλείων ἢ διπλάσιος καὶ ἐλάττων ἢ ἐπιτέταρτος καὶ πλείων ἢ ἥμισυς καὶ ἐλάττων ἢ διπλάσιος ἔξω πασῶν εἰσὶ συμφωνιῶν, ἐξ ὧν οὐκ ἐναρμόνιόν τι καὶ σύμφωνον

  • σύστημ᾿ ἂν γένοιτο. Ὁ δ᾿ ἅπας κόσμος καὶ τὰ τούτου μέρη
  • κατὰ πάντα ὁμοίως ἐναρμονίως καὶ συμφώνως σύγκειται. Οἱ δὲ ἐναρμόνιοι καὶ σύμφωνοι λόγοι σώζονται, καθάπερ προειρήκαμεν, τοῖς διπλασίοις καὶ τριπλασίοις διαστήμασιν. Εἰ δὴ πιστὸν τὸν Ἀρχιμήδην ἡγησάμεθα ἐν μόνῳ τῷ πρώτῳ ἀποστήματι
  • τῷ ἀπὸ σελήνης μέχρι γῆς, ῥᾴδιον καὶ τὰ λοιπὰ κατὰ τὸ
  • διπλάσιον καὶ τριπλάσιον αὔξοντα εὑρεῖν. Ἔστω δὴ κατὰ τὸν Ἀρχιμήδην τὸ ἀπὸ γῆς μέχρι σελήνης ἀπόστημα σταδίων μυριάδ. (??) μονάδων (??), ἔσται μὲν δὴ τούτου διπλάσιος ἀριθμὸς σταδίων ὧν ἀφέστηκεν ὁ ἥλιος τῆς σελήνης μυριάδ. (??)
  • καὶ (??), ἀπὸ δὲ τῆς γῆς ἀφέστηκεν ὁ ἥλιος σταδίων [μυριάδ.]
  • (??) καὶ βτ(??). καὶ Ἀφροδίτη δὲ ἀφέστηκεν ἀπὸ μὲν ἡλίου σταδίων μυριάδ. (??)χξγ καὶ σταδίους (??), ἀπὸ δὲ γῆς μυριάδων (??) σταδίους (??). Ἑρμῆς δὲ Ἀφροδίτης μὲν ἀφέστηκε σταδίων μυριάδων (??) σταδίων (??), ἀπὸ δὲ γῆς μυριάδων (??)
  • πεντακόσια (??) σταδίους (??). Ἄρης δὲ Ἑρμοῦ μὲν ἀφέστηκε
  • σταδ. μυριάδ. (??), σταδίους (??), ἀπὸ δὲ γῆς μυριάδ. μυριάδα καὶ (??), σταδίους (??). Ζεὺς δὲ Ἄρεως μὲν ἀφέστηκε μυριάδ. (??), σταδίους (??), ἀπὸ δὲ γῆς μυριάδ. [μυριάδα] καὶ (??),
    v.1.p.72
    σταδίους (??) Κρόνος ἀπὸ μὲν Διὸς ἀφέστηκε σταδίων μυριάδ.
  • μυριάδα καὶ (??)ξθ, σταδίους (??), ἀπὸ δὲ γῆς μυριάδ.
  • μυριάδας (??) καὶ (??), σταδίους (??)κ.

    Τίς οὐ θαυμάσει τὴν τοσαύτην φροντίδα μετὰ τοσούτου πόνου γεγενημένην; οὐκ ἀχρεῖος δέ μοι οὑτοσὶ ὁ Πτολεμαῖος ὁ τούτων μεριμνητὴς δοκεῖ· τοῦτο δὲ μόνον λυπεῖ, ὡς

  • πρόσφατος γεννηθεὶς οὐκ εὔχρηστος γεγένηται γιγάντων παισίν,
  • οἳ τὰ μέτρα ταῦτα ἠγνοηκότες ἐγγὺς νομίζοντες εἶναι ὕψη οὐρανοῦ πύργον μάτην ἐπεχείρησαν ποιεῖν, οἷς εἰ κατ᾿ ἐκεῖνο παρὼν τὰ μέτρα διηγήσατο, οὐκ ἂν μάτην τετολμήκεισαν. Εἰ δέ τις τούτῳ φάσκει ἀπιστεῖν, μετρήσας πειθέσθω· ταύτης γὰρ
  • φανερωτέραν ἀπόδειξιν οὐκ ἔχει πρὸς τοὺς ἀπίστους. Ὢ ματαιοπόνου
  • ψυχῆς φυσιώσεως καὶ πίστεως ἀπίστου, ἵνα πάντως Πτολεμαῖος σοφὸς νομίζηται παρὰ τοῖς τὴν ὁμοίαν σοφίαν ἠσκηκόσι.

    Τούτοις ἐν μέρει ἐπισχόντες τινὲς ὡς μεγάλα κρίναντες

  • καὶ λόγου ἄξια νομίσαντες αἱρέσεις ἀμέτρους καὶ ἀπείρους
  • συνεστήσαντο. Ὧν εἷς μὲν Κολάρβασος, ὃς διὰ μέτρων καὶ ἀριθμῶν ἐκτίθεσθαι θεοσέβειαν ἐπιχειρεῖ· καὶ ἕτεροι δὲ ὁμοίως οὓς ἐπιδείξομεν, ἐπὰν τὰ περὶ αὐτῶν ἀρξώμεθα λέγειν, οἳ Πυθαγορείῳ ψήφῳ ὡς δυνατῇ προσέχουσι καὶ τὴν ἀσφαλῆ φιλοσοφίαν
  • δι᾿ ἀριθμῶν καὶ στοιχείων σχεδιάζουσι μαντευόμενοι μάταια·
  • ὧν ὁμοίως λόγους ἐρανισάμενοί τινες ἀποπλανῶσιν ἰδιώτας, προγνωτικοὺς ἑαυτοὺς φάσκοντες ἔσθ᾿ ὅτε διὰ τοῦ πολλὰ μαντεύεσθαι ἓν ἐπιτυγχάνοντες καὶ ἐπὶ μὲν τοῖς πολλοῖς ἀποτεύγμασι μὴ αἰδούμενοι, ἐπὶ δὲ τῷ ἑνὶ ἐγκομπάζοντες. Οὐδὲ
  • τούτων τὴν ἄσοφον σοφίαν παραπέμψομαι, ἀλλ᾿ ἐκθέμενος
  • τοὺς ἐκ τούτων ἐπιχειροῦντας θεοσέβειαν συνιστᾶν ἐλέγξω ῥίζης ἀσυστάτου καὶ πανουργίας ἀναπλέου ὄντας μαθητάς.