Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

εἰ δὲ καὶ εἰς πλεῖστα μέρη διεσπάσθησαν τῷ μακρῷ χρόνῳ, ἀλλὰ γε τὰ κεφαλαιωδέστερα αὐτῶν ἐκθήσομαι, δι᾿ ὡν καὶ τὰ λοιπὰ οἱ φιλομαθεῖς εἴσονται εὐκόλως. τρία γὰρ παραὐτοῖς εἴδη διαιρεῖται, καὶ τοῦ μὲν αἱρετισταί εἰσι Φαρισαῖοι, τοῦ δὲ Σαδδουκαῖοι, ἕτεροι δὲε ἐσσηνοί.

οὗτοι τὸν βίον σεμνότερον ἀσκοῦσι φιλάλληλοι ὄντες καὶ ἐγκρατεῖς, πάσης τε ἐπιθυμίας ἔργον ἀποστρέφονται, ἀπεχθῶς καὶ πρὸς <τὸ> τὰ τοιαῦτα ἀκοῦσαι γάμον τε ἀπαγορεύουσι, τοὺς δὲ ἀλλοτρίους παῖδας ἀναλαμβάνοντες τεκνοποιοῦνται καὶ πρὸς τὰ ἴδια ἤθη ἄγουσιν, οὕτως ἀνατρέφοντες καὶ ἐπὶ τοῖς μαθήμασι προβιβάζοντες, οὐ τὸ γαμεῖν κωλύοντες, ἀλλ αὐτοὶ γάμου ἀπεχόμενοι. γυναῖκας δὲ, εἰ καὶ τῇ αὐτῇ προαιρέσει βούλιντο προσέχειν, οὐ προσδέχονται, κατὰ μηδένα τρόπον γυναιξί τιστευοντες.