Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τούτου κατὰ πάντα τὸν κόσμον διηχηθείσης τῆς διδασκαλίας, ἐνιδὼν τὴν πραγματείαν ἀνὴρ δόλιος καὶ ἀπονοίας γέμων, Ἀλκιβιάδης τις καλούμενος, οἰκῶν ἐν Ἀπαμείᾳ τῆς Συρίας, γοργότερον ἑαυτὸν καὶ εὐφυέστερον ἐν κυβείαις κρίνας τοῦ Καλλίστου, ἐπῆλθε τῇ ῾Ρώμῃ φέρων βίβλον τινά, φάσκων ταύτην ἀπὸ Σηρῶν τῆς Παρθίας παρειληφέναι τινὰ ἄνδρα δίκαιον Ἠλχασαΐ,

ἣν παρέδωκέν τινι λεγομένῳ Σοβιαί, χρηματισθεῖσαν ὑπὸ ἀγγέλου, οὗ τὸ ὕφος σχοινίων κδ, ὃ γίνεται μίλια ABBREV τὸ δὲ πλάτος αὐτοῦ σχοινίων δݲ, καὶ ἀπὸ ὤμου εἰς ὡμον σχοινίων ςݲ, τὰ δὲ ἴχνη τῶν ποδῶν αὐτοῦ ἐπὶ μῆκος σχοινίων γݲ ἡμίσους, ἃ γίνεται μίλια δεκατέσσαρα, τὸ δὲ πλάτος σχοίνου ἑνὸς ἡμίσους, τὸ δὲ ὕψος ἡμισχοινίου.

εἶναι δὲ σὺν αὐτῷ καὶ θήλειαν, ᾗς τὰ μέτρα κατὰ τὰ προειρημένα εἶναι λέγει· καὶ τὸν μὲν ἄρσενα υἱὸν εἶναι τοῦ θεοῦ, τὴν δὲ θήλειαν καλεῖσθαι αγιον πνεῦμα. ταῦτα τερατολογῶν νομίζει ταράσσειν τοὺς μωρούς, λέγων λόγον τοῦτον·

εὐηγγελίσθαι τοῖς ἀνθρώποις καινὴν ἄφεσιν ἁμαρτιῶν ἐπὶ Τραϊανοῦ [*](2 über die zweite Taufe s. d’Ales, La tlieologie de St. Hippolyte, Paris 1906 S. 59ff — 3 διδασκαλεῖον] vgl. G. Noetos 1 S. 44, 2 L. — 9 —11 Theodoret II 7 S. 393 C Migne συνεκράτησε δὲ αὐτὴν (die Häresie) Ἀλκιβιάδης ἐξ Ἀπαμείας τῆς Συρίας ὁρμώμενος. Harnack, Altchristi. Litt. Ι 207 ff; Lipsius, Zur Quellenkritik des Ep. S. 145ff — 11 —14 vgl. X 29, 1, Origenes bei Eus. VI 38 (Theod. a. a. 0.) — 13 Ἠλχασαΐ] über den Namen s. W. Brandt, Elchasai, Lpz, 1912 S. 5 ff, über Σοβιαί S. 42 — 14 —20 Epiph. XXX 17 τὸν Χριστὸν εἶναί τι ἀνδροείκελον ἐκτύπωμα ἀόρατον ἀνθρώποις, μιλίων ἐνενήκοντα ἓξ τὸ μῆκος, θῆθεν σχοίνων εἴκοσι τεσσάρων, τὸ δὲ πλάτος σχοίνων ἕξ, μιλίων εἴκοσι τεσσάρων, τὸ πάχος δὲ κατὰ μέτρησιν ἄλλην τινά. ἀντικρὺ δὲ αὐτοῦ ἑστάναι καὶ τὸ ἅγιον πνεῦμα ἐν εἴδει θηλείας ἀοράτως, καὶ [τὸ] αὐτὸ τοῦ αὐτοῦ μέτρου, ähnlicb XIX 4. LIII 1, Brandt S. 49f — 20 s. zu S. 158, 25 — 22 Epipb. XIX 1 συνήφθη δὲ τούτοις (Ossäer) μετέπειτα ὁ καλούμενος Ηλξαῒ ἐν χρόνοις Τραϊανοῦ) [*](1 αὐτοῖς] τούτοις Roeper 2 βάπτησμα Ρ 5 πᾶσι δ᾿ ἀκρίτως Miller προσφέρων P 7 Ende Raum gelassen für Übersckrift 9 ἀλκηβιάδης P 12 ἀποσηρῶν P 14 — 16 σχοίνων viermal Roeper 16 σχοινίων2] σχοιν ων Ρ 18 ἡμισχοινίου Roeper: ἡμισχοίνου P V 21 λέγων λέγων τοῦτον P 22 ἐπὶ] ἔτει Hilg., N.T. extra canonem fasc. III 158)

252
βασιλείας τρίτῳ, καὶ βάπτισμα ὁρίζει, ὃ καὶ αὐτὸ διηγήσομαι, φάσκων τοὺς ἐν πάσῃ ἀσελγείᾳ καὶ μιασμῷ καὶ ἀνομήμασιν ἐμφυρέντας, εἰ καὶ πιστὸς εἴη, ἐπιστρέψαντα καὶ τῆς βίβλου κατακούσαντα καὶ πιστεύσαντα, ὁρίζει] βαπτίσματι λαμβάνειν ἄφεσιν ἁμαρτιῶν. ταῦτα δὲ ἐτόλμησε τεχνάσαι τὰ πανουργήματα ἀπὸ τοῦ προειρημένου δόγματος ἀφορμὴν λαβών, οὑ παρεστήσατο Κάλλιστος.

ἡδομένους γὰρ κατανοήσας πολλοὺς ἐπὶ τοιαύτῃ ἐπαγγελίᾳ εὐκαίρως ἐνόμισεν ἐπιχειρεῖν. καὶ τούτῳ δὲ ἡμεῖς ἀντιστάντες οὐκ εἰάσαμεν ἐπὶ πολὺ πλανηθῆναι πολλούς, ἐλέγξαντες εἶναι τοῦτο πνεύματος νόθου ἐνέργειαν καὶ ἐπίνοιαν πεφυσιωμένης καρδίας, καὶ τοῦτον λύκου δίκην ἐπεγηγερμένον πλανωμένοις προβάτοις πολλοῖς, <ἃ> ἀποπλανῶν

διεσκόρπισεν ὁ Κάλλιστος. ἀλλ᾿ ἐπεὶ ἠρξάμεθα, καὶ τὰ τούτου δόγματα οὐ σιωπήσομεν, εἰς φανερὸν δὲ ἀγαγόντες πρότερον τὸν βίον καὶ δείξαντες τὴν νομιζομένην ἄσκησιν προσποιητὴν ὑτάρχουσαν, αὖθις καὶ τῶν ῥητῶν κεφάλαια παραθήσομαι, ἴνα τοῖς αὐτοῦ ἐγγράφοις ὁ ἐντυγχάνων ἐνατενίσας ἐπιγνοίη, τίς καὶ ὁποία εἴη ἡ τούτῳ τετολμημένη αἵρτεσις.