Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Οὕτως Ἡράκλειτος ἐν ἴσῃ μοίρᾳ τίθεται καὶ τιμᾷ τὰ ἐμφανῆ τοῖς ἀφανέσιν, ὡς ἕν τι τὸ ἐμφανὲς καὶ τὸ ἀφανὲς ὁμολογουμένως ὑπάρχον. »εστι γὰρ«, φησίν »ἁρμονίη ἀφανὴς φανερῆς κρείττων«, καὶ »ὅσων ὄψις, ἀκοή, μάθησις« — τουτέστι τὰ ὄργανα —, »ταῦτα«, φησίν, »ἐγὼ προτιμέω«, οὐ τὰ ἀφανῆ προτιμήσας.

τοιγαροῦν οὐδὲ σκότος οὐδὲ φῶς, οὐδὲ πονηρὸν οὐδὲ ἀγαθὸν ἕτερόν φησιν εἶναι ὁ Ἡράκλειτος, ἀλλὰ ἓν καὶ τὸ αὐτό. ἐπιτιμᾷ γοῦν Ἡσιόδῳ, ὅτι ἡμέραν [*](4 Heraklit Fr. 52 D. — 7 Heraklit Fr. 53 D. — 9 Heraklit Fr. 51 — 11 Heraklit Fr. 54 D. — 13f öm. 1, 19. 20? — 14 Heraklit Fr. 55 D — 17 Heraklit Fr. 56 D. — 24 —26 = 11. 14. 15) [*](1 ἄπειροι εἰσὶν Ρ, verb. Wordsworth 2 ὁκοίων Her. διήγευμαι διερέων Ρ 3 ὅκως Her. 5 ὁ <πόλεμος> oder τῖς δὲ ἐστιν Miller 6 γενητὸς γενητῶν Ρ 7 ἀκούωμεν Miller 9 ücke Miller, etwa ἁρμονία, ἐν τούτοις λέγει We. 10 ὁ ݲ We.: 3 Lettern unlesbar Ρ, ἔστιν Miller ὁ < 12 <ἐν οἷς> ἐπαινεῖ Diels 14 ἂν ἐξευρετὸς Ρ ὅσον Ρ 16 ücke Miller, etwa ταῦτὸ δὲ καὶ We. 20 ἐλάβομεν Bernays: κατελάβομεν Ρ ἀπελίπομεν Cruicc 24 ἔστι Miller: τις Ρ, τί Bernays ἀρμονίη Wordsworth vgl. Ζ. 11 ἁρμονία ἡ Ρ 26 οὐ] ὁ Wordsworth 26. 27 οὔτε viermal Sauppe)

243
καὶ νύκτα οἶδεν· ἡμέρα γὰρ, φησί, καὶ νύξ ἐστιν ἕν, λέγων ὧδέ πως· »διδάσκαλος δὲ πλείστων Ἡσίοδος· τοῦτον ἐπίστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρόνην οὐκ ἐγίνωσκεν· ἔστι γὰρ ἕν«.

καὶ ἀγαθὸν καὶ κακόν· »οἱ γοῦν ἰατροί«, φησὶν ὁ Ἡράκλειτος, »τέμνοντες, καίοντες, πάντῃ βασανίζοντες κακῶς τοὺς ἀρρωστοῦντας, ἐπαιτέον ται μηδὲν ἄξιοι μισθὸν λαμβάνειν παρὰ τῶν ἀρρωστούντων, ταὐτὰ ἐργξόμενοι, τὰ ἀγαθὰ καὶ τὰς νόσους.« καὶ εὐθὺ δέ, φησί,

καὶ στρεβλὸν τὸ αὐτό ἐστι. »γναφείῳ«, φησίν, ὁδὸς εὐθεῖα καὶ σκολιή« — ἡ τοῦ οργάνου τοῦ καλουμένου κοχλίου ἐν τῷ γναφείῳ περιστροφὴ εὐθεῖα καὶ σκολιή· ἄνω γὰρ ὁμοῦ καὶ κύκλῳ περιέρχεται — »μία ἐστί«, φησί, καὶ ἡ αὐτή.« καὶ τὸ ἄνω καὶ τὸ κάτω ἔν ἐστι καὶ τὸ αὐτό· »ὁδὸς ἄνω κάτω μία καὶ ὡυτή«.

καὶ τὸ μιαρόν φησιν καὶ τὸ καθαρὸν ἓν καὶ ταὐτὸν εἶναι, καὶ τὸ πότιμον καὶ τὸ ἄποτον ἓν καὶ τὸ αὐτὸ εἶναι· »θάλασσα«, φησίν, »ὕδωρ καθαρώτατον καὶ μιαρώτατον,, ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄποτον καὶ ὀλέθριον.«

λέγει δὲ ὁμολογουμένως τὸ ἀθάνατον εἶναι θνητὸν καὶ τὸ θνητὸν ἀθάνατον διὰ τῶν τοιούτων λόγων· »ἀθάνταοι θνητοί, θνητοὶ ἀθάνταοι, ζῶντες τὸν ἐκείνων θάνατον, τὸν δὲ ἐκείνων βίον τεθνεῶτες.« λέγει δὲ καὶ σαρκὸς ἀνάστασιν ταύτης <τῆς> ἐν ᾑ γεγενήμεθα, καὶ τὸν θεὸν οἶδε ταύτης τῆς ἀναστάσεως αἴτιον οὕτως λέγων· »ἔνθα δ’ ἐόντι ἐπανίστασθαι καὶ φύλακας γίνεσθαι ἐγερτὶ ζώντων καὶ νεχρῶν«.