Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἀλλ᾿ ἐπεὶ καὶ τὰ περὶ τούτων οὐτάρκη δοκεῖ εἶναι, παρέλθωμεν ἐπὶ τὴν πᾶσι τῶν κακῶν αἰτίαν αἵρεσιν Νοητιανῶν, τήν τε ῥίζαν αὐτῆς ἀναπτύξαντες καὶ τὸν ἔνδον ὄντα ἰὸν εἰς φανερὸν ἐλέγξαντες παύσωμεν τῆς τοιαύτης πλάνης τοὺς ἀπαγομένους ὑπὸ πνεύματος βιαίου δίκην χειμάρρου.

Τάδε ἔνεστιν ἐν τῇ ἐννάτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου.

Τίς ἡ Νοητοῦ βλάσφημος ἀφροσύνη, καὶ ὅτι δόγμασιν Ἡρακλείπτου

[*](25 τοῦ σκοτεινοῦ προσέσχεν, οὐ τοῖς Χριστοῦ. 3 Ι Tim. 4, 1 — 5 (Z. 4 λέγει ὅτι, 4f τινες τῆς πίστεως) vgl. S. 216, 5f — 23 Buch IX 1 — 13 ist ediert von Chr. Wordsworth, St. Hippolytus and the church of Rome, London 1853 S. 224ff, also nach Miller und der ersten englischen Ausgabe von bunsens Hippolyt, vor ö.)[*](2 προφητέυον Ρ 11 προσελλέγχον Ρ 13 ὀνομάζοντο Ρ, ὠνομάζοντο Miller καινῶν Ρ 14 Νοαχιτῶν Volkmar, Hipp. S. 88, Ἐνωχιτῶν ö. 15f τινὸς αὐτοὺς — Ἠγῶμαι Sauppe: τινὰς αὐτοὺς ἢ — ἡγίωμαι Ρ, τινὰς αὑτοὺς ἢ — ἠγῶνται ö., τινὲς αὐτοὺς λόγου ἀξίους ἡγῶνται Bunsen Ι 385 (I 84) 17f αἵρεσι Ρ 18f ἐνδύνοντα Ρ, verb. ö. ἐνδομυχοῦντα Cruice 19 ἰὸν εἰς We.: οἱονεὶ Ρ, ἰὸν Miller 20 ἀπαγομένους Miller: ἐπαγομένους Ρ χει Ρ 21 Titel > Ρ, S. zu S. 240, 8 23 ἐλλέγχου Ρ)
240

Καὶ πῶς Κάλλιστος μίξας τὴν Κλεομένους μαθητοῦ Νοητοῦ καὶ Θεοδότου αἵρεσιν, ἑτέραν καινοτέραν αἵρεσιν συνέστησε, καὶ τίς ὁ τούτου βίος.

Τίς ἡ καινὴ ἐπιδημία τοῦ ξένου δαίμονος Ἠλχασαΐ, καὶ ὅτι σκέπη τῶν ἰκίων σφαλμάτων τὸ δοκεῖν προσέχειν νόμῳ, τῷ δὲ ὄντι γνωστικοῖς δόγμασιν ἢ καὶ ἀστρολογικοῖς καὶ μαγείαις πρόσκειται.

Τίνα τὰ <παρὰ> Ἰουδαίοις ἔθη καὶ πόσαι τούτων