Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
ὅπως τὰ πάντα εἰς τὴν ἑνότητα καταντήσῃ ὑπ’ αὐτῆς ἀγόμενα. διὰ τὴν τοιαύτην οὖν τοῦ ὀλεθρίου νείκους διακόσμησιν τοῦδε τοῦ μεμε- πισμένου κόσμου πάντων ἐμψύχων ὁ Ἐμπεδοκλῆς τοὺς ἑαυτοῦ μαθητὰς ἀπέχεσθαι παρακαλεῖ· εἶναι γάρ φησι τὰ σώματα τῶν ζῴων τὰ ἐσθιόμενα ψυχῶν κεκολασμένων οἰκητήρια· καὶ ἐγκρατεῖς εἶναι τοὺς τῶν τοιούτων λόγων ἀκροωμένους τῆς πρὸς γυναῖκα ὁμιλίας διδάσκει, ἴνα μὴ συνεργάζωνται καὶ συνεπιλαμβάνωνται τῶν ἔργων, ὡν δημιουργεῖ τὸ νεῖκος, τὸ τῆς φιλίας ἔργον λύον ἀεὶ καὶ διασπῶν.
τοῦτον εὶναί φησιν ὁ Ἐμπεδοκλῆς νόμον μέγιστον τῆς τοῦ παντὸς διοικήσεως, λέγων ὧδέ πως·
καὶ τὸ μὲν νεῖκος ἀδικεῖν διὰ παντὸς καὶ πλεονεκτεῖν καὶ ἀποσπᾶν τά τῆς φιλίας καὶ ἑαυτῷ προσνέμειν, τὴν δὲ φιλίαν ἀεὶ καὶ διὰ παντός, ἀγαθήν τινα οὖσαν καὶ τῆς ἑνότητος ἐπιμελουμένην, τὰ ἀπεσπασμένα τοῦ παντὸς καὶ βεβασανισμένα καὶ κεκολασμένα ἐν τῇ κτίσει ὑπὸ τοῦ δημιουργοῦ ἀνακαλεῖσθαι καὶ προσάγειν καὶ ὲν ποιεῖν.
τοιαύτη τις ἡ κατὰ τὸν Ἐμπεδοκλέα ἡμῖν ἡ τοῦ κόσμου γένεσις καὶ φθορὰ καὶ σύστασις ἐξ ἀγαθοῦ καὶ κακοῦ συνεστῶσα φιλοσοφεῖται. εἶναι δέ [*](7 S. S. 212, 23 — 19 Empedokles a. a. Ο. V. 1. 2) [*](1 εἰς Ρ 2 ὅδ’ αἰθέρος ἔμβαλλε Ρ 3 δ’ > Ρ 7 κατὰ σκευὴν 9 ἀγόμενα so Ρ 11 πάντων <τῶν> We., πάντως Klost. 14 τοὺς so P 14 f διδάσκειν Ρ 15 συνεργάζονται καὶ συνεπιλαμβάνονται Ρ 19 ἔστιν] ἔστι τι Ρ ἀνάγκη (nicht ἀνάγκης) Ρ 20 πλατέεσι κατεσφραγισμένον ὅρκοις Ρ 23 ἀγεννήτους Ρ 29 ἓν ποιεῖν ö.: ἐμποιεῖν Ρ, ἑνοποιεῖν Miller 30 ἡ1 > We.)