Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

κατῆλθεν #x003E; ἀπὸ τῆς ἑβδομάδος τὸ φῶς, τὸ κατελθὸν ἀπὸ τῆς ὀγδοάδος ἄνωθεν τῷ υἱῷ τῆς εβδομάδος, ἐπὶ τὸν Ἰησοῦν τὸν υἱὸν τῆς Μαρίας, καἰ ἐφωτίσθη συνεξαφθεὶς τῷ φωτὶ τῷ λάμψαντι εἰς αὐτόν.

τοῦτό ἐστι, φησί, τὸ εἰρημένον »πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ‘, τὸ ἀπὸ τῆς υἱότητος διὰ τοῦ μεθορίου πνεύματος ἐπὶ τὴν ὀγδοάδα καὶ τὴν ἑβδομάδα διελθὸν μέχρι τῆς Μαρίας, »καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι«, ἡ δύναμις τῆς κρίσεως ἀπὸ τῆς ἀκρωρείας ἄνωθεν #x003E; τοῦ δημιουργοῦ μέχρι τῆς κτίσεως, ὅ ἐστι τοῦ υἱοῦ.

μέχρι δὲ ἐκείνου φησὶ συνεστηκέναι τὸν κόσμον οὕτως, μέχρις οὑ πᾶσα ἡ υἱότης ἡ καταλελειμμένη εἰς τὸ εὐεργετεῖν τὰς ψυχὰς ἐν ἀμορφίᾳ καὶ εὐεργετεῖσθαι διαμορφουμένη κατακολουθήσῃ τῷ Ἰησοῦ καὶ ἀναδράμῃ καὶ ἔλθῃ ἀποκαθαρισθεῖσα· καὶ γίνεται λεπτομερεστάτη ὡς δύνασθαι δέ αὑτῆς ἀναδραμεῖν ὥσπερ ἡ πρώτη. πᾶσαν γὰρ ἔχει τὴν δύναμιν συνεστηριγμένην φυσικῶς τῷ φωτὶ τῷ λάμψαντι ἄνωθεν κάτω.

Ὅταν οὗν ἔλθῃ, φησί, πὰσα υἱότης καὶ ἔσται ὑπὲρ τὸ μεθόῥίον, | τὸ πνεῦμα, τότε ἐλεηθήσεται ἡ κτίσις· στένει γὰρ μέχρι τοῦ f. ν νῦν καὶ βασανίζεται καὶ μένει τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ, [*](4 f vgl. Irenaeus Ι 24, 3. 5. 7 S. 199 tf Η.; Epiphanius XXIV 7; Tertullian Adv. haer. I S. 214, Kr.; Theodoret I 4 S. 349 C Migne; Dietericli, Abraxas S. 46 — 9 Ephes. 3,5, vgl. S. 203, 7 — 10 Eptes. 3, 3 — 11 II Kor. 12, 4 ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι — 12 — 18 vgl. Χ 14, 9 — 15 Luk. 1, 35 —20 —23 vgl. Χ 14, 10 Anf. — 28 f Rom. 8, 19. 22, vgl. S. 202. 25. 203) [*](4 f ὥστε τοῦ ö. 5 τοῦτο ö.: τούτων Ρ, τοῦτον Bunsen 7 #x003E; καθ᾿ Roeper 12 † οὖν ö. 18 ἐπισκειάσει Ρ χρίσεως? ö., ὀγδοάδος Roeper, doch 8. S. 207, 12. 30 <ἡ> ἀπὸ Cruice 19 + διὰ ö. 20 μέχρι 23 γένηται Usener S. 139 24 αὐτῆς Ρ)

206
ἴνα πάντες ἀνέλθωσιν ἐντεῦθεν οἱ τῆς υἱότητος ἄνθρωποι· ἐπειδὰν #x003E; γένηται τοῦτο ἐπάξει, φησίν, ὁ θεὸς ἐπὶ τὸν κόσμον ὅλον τὴν μεγάλην ἄγνοιαν, ἵνα μένῃ πάντα κατὰ φύσιν καὶ μηδὲν μηδενὸς τῶν παρὰ φύσιν ἐπιθυ<μήσῃ>.

ἀλλὰ γὰρ πᾶσαι αἱ ψυχαὶ τούτου τοῦ ἅσαι φύσιν ἔχουσιν ἐν τούτῳ ἀθάνατοι διαμένειν μόνῳ, μενοῦσιν οὐδὲν ἐπιστάμεναι τούτου τοῦ διαστήματος διάφορον #x003E; βέλτιον, οὐδὲ ἀκοή τις ἔσται τῶν ὑπερκειμένων ἐν τοῖς ὑποκειμένοις οὐδὲ γνῶσις. ἵνα μὴ τῶν ἀδυνάτων αἱ ὐποκείμεναι ψυχαὶ ὀρεγόμεναι βασανίζωνται, καθάπερ ἰχθὺς ἐπιθυμήσας ἐν τοῖς ὄρεσι μετὰ τῶν προβάτων νέμεσθαι· ἐγένετο <γὰρ> ἄν. φησίν, αὐτοῖς ἡ τοιαύτη ἐπιθυμία φθορά.

ἔστιν οὖν, φησίν, ἄφθαρτα πάντα τὰ κατὰ χώραν μένοντα, φθαρτὰ δέ, ἐὰν ἐκ τῶν κατὰ φύσιν ὑπερπηδᾶν καὶ ὑπερβαίνειν βούλοιντο. οὕτως οὐδὲν ὁ ἄρχων τῆς ἑβδομάδος γνώσεται τῶν ὑπερκειμένων· καταλήψεται γὰρ καὶ τοῦτον ἡ μεγάλη ἄγνοια, ἵνα ἀποστῇ ἀπ᾿ αὐτοῦ »λύπη καὶ ὀδύνη καὶ στεναγμός«· ἐπιθυμήσει γάρ οὐδενὸς τῶν ἀδυνάτων οὐδὲ λυπηθήσεται.

καταλήψεται δὲ ὁμοίως καὶ τὸν μέγαν ἄρχοντα τῆς ὀγδοάδος ἡ ἄγνοια αὕτη καὶ πάσας τὰς ὑποκειμένας αὐτῷ κτίσεις παραπλησίως, ὅνα μηδὲν κατὰ μηδὲν ὀρέγηται τῶν παρὰ φύσιν τινὸς μηδὲ ὀδυνῆται· καὶ οὕτως ἡ ἀποκατάστασις ἔσται πάντων κατὰ φύσιν τεθεμελιωμένων μὲν ἐν τῷ σπέρματι τῶν ὅλων ἐν ἀρχῇ, ἀποκατασταθησομένων δὲ καιροῖς ἰδίοις.