Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καταβέβληται δὲ Ἀριστοτέλης οὐ μόνον περὶ φύσεως καὶ κόσμου καὶ προνοίας καὶ θεοῦ λόγους, ἀλλὰ γὰρ γέγονεν αὐτῷ καὶ πραγματεία λόγων τις ἠθικῶν, ἐπιγράφει δὲ ταῦτα Ἠθικὰ βιβλία, δέ ὡν σπουδαῖον ἐκ φαύλου τὸ τῶν ἀκροωμένων ἦθος ἐργάζεται.

Ἐὰν #x003E; ὁ Βασιλείδης εὑρεθῇ μὴ τῇ δυνάμει μόνῃ ἀλλὰ καὶ ^ τοῖς λόγοις αὐτοῖς καὶ τοῖς ὀνόμασι τὰ τοῦ Ἀριστοτέλους δόγματα εἰς τὸν εὐαγγελικὸν καὶ σωτήριον ἡμῶν λόγον μεθαρμοζόμενος, τί λείψει ἢ τὰ ἀλλότρια ἀποδόντας ἐπιδεικνύναι τοῖς τούτου μαθηταῖς. ὅτι ἐθνικοὺς ὄντας αὐτοὺς Χρωτὸς οὐδὲν ὠφελήσει;

Βασιλείδης τοίνυν καὶ Ισίδωρος, ὁ Βασιλείδου παῖς γνήσιος καὶ μαθητής, φησὶν εἰρηκέναι Ματθίαν αὐτοῖς λόγους ἀποκρύφους, οὓς ἤκουσε παρὰ τοῦ σωτῆρος κατ᾿ ἰδίαν διδαχθείς. ἴδωμεν οὖν πῶς καταφανῶς Βασιλείδης ὁμοῦ καὶ Ἰσίδωρος καὶ πᾶς ὀ τούτων χορὸς οὐχ ἁπλῶς καταψεύδεται μόνου Ματθίου, ἀλλὰ γὰρ καὶ τοῦ σωτῆρος αὐτοῦ.

ἦν, φησίν, ὅτε ἦν οὐδέν, ἀλλ’ οὐδὲ τὸ οὐδὲν ἦν τι τῶν ὄντων, ἀλλὰ ψιλῶς καὶ ἀνυπονοήτως δίχα παντὸς σοφίσματος ἦν ὅλως οὐδὲ ἕν. ὅταν δὲ λέγω, φησί, τὸ ἦν, οὐχ ὅτι ἦν λέγω, ἀλλ’ ἵνα σημάνω τοῦτο ὅπερ βούλομαι δεῖξαι, λέγω, φησίν, ὅτι ἦν ὅλως [*](6 Met. XII 9 S. 1074b, 33 ff αὑτὸν ἄρα νοεῖ, εἵπερ ἐστὶ τὸ κράτιστον, καὶ ἔστιν ἡ νόησις νοήσεως νόησις, Zeller S. 365 ff — 18 Gal. 5, 2 — 19 Cap. 20 — 27 ediert von Bunsen, Analecta Ante-Nicaena, London 1804, I 57 ff mit ägen von Bernays — 20 ff Matthias] s. Klostermann, Apokrypha IP S. 14 — 24 über den Anfang ἦν, ὅτε ἠν οὐδέν s. Norden, Agnostos Theos S. 370 ff; Clem. Homil. VI 3 ἦν ποτε ὄτε οὐδὲν ἦν πλὴν χάος, oben zu S. 156, 8) [*](1 ἥτις Ρ λέγων Ρ † πάνυ πολλῶν aus Ζ. 8 Roeper 3 πάνυ πολλῶν > Roeper 7 <καὶ> ἀίδιος? We. 8 αὐτῶ Ρ 11 ἐπίγραφε (so) Ρ 11 Miller 17 λήψει Ρ ἀλλότρια <ᾧ προσήκει> Cruice ἐπιδεικνῦν verb. Miller 19 Titel βασιλείδης Ρ 20 φασὶν Miller 23 Ματθαίου Ρ 24 τότε Ρ 26 λέγω 1 .Jacobi, Basilidis philosophi gnostici sententiae, 1852 S. 4 λέγη Ρ)

196
οὐδέν. ἔστι γάρ, φησίν.

ἐκεῖνο οὐχ ἁπλῶς ἄρρητον, <ὅ> ἄρρητον γοῦν αὐτὸ καλοῦμεν, ἐκεῖνο δὲ οὐδὲ ἄρρητον· καὶ γὰρ τὸ οὐδ’ ἄρρητον οὐκ ἄρρητον ὀνομέεται, ἀλλὰ ἔστι, φησίν, ὑπεράνω παντὸς ὀνόματος ὀνομαζομένου.

οὐδὲ γὰρ τῷ κόσμῳ, φησίν, ἐξαρκεῖ τὰ ὀνόματα, οὕτως ἐστὶ πολυσχιδής, ἀλλὰ ἐπιλέλοιπε· καὶ οὐ δέχομαι, φησί, κατὰ πάντων εὑρεῖν κυρίως ὀνόματα, ἀλλὰ δεῖ τῇ διανοίᾳ † αὐτοῖς ὀνόματα τῶν ὀνομαζομένων τὰς ἰδιότητας ἀρρήτως ἐκλαμβάνειν. ἡ γὰρ ὁμωνυμία ταραχὴν ἐμπεποίηκε καὶ πλάνην τῶν πραγμάτων τοῖς ἀκροωμένοις.

τοῦτο πρῶτον σθετέρισμα καὶ κλέμμα τοῦ Περιπάτου λαβόντες ἀπατῶσι τὴν ἄνοιαν τῶν συναγελαζομένων μένων ἅμα αὐτοῖς· πολλαῖς γὰρ γενεαῖς Ἀριστοτέλης Βασιλείδου γεrενημένος πρότερος τὸν περὶ τῶν ὁμωνύμων ἐν ταῖς Κατηγορίαις καταβέβληται λόγον, ὃν ὡς ἴδιον οὗτοι καὶ καινόν τινα καὶ τῶν Ματθίου λόγων κρυφίων τινὰ † ἐνδιασαφοῦσιν.

Ἐπεὶ <οὖν> οὐδὲν <ἦν> οὐχ οὐδία, οὐκ οὐσία, οὐκ οὐχ ἁπλοῦν, οὐ σύνθετον, οὐκ †ἀνόητον, οὐκ ἀναίσθητον, οὐκ ἄνθρωπος, οὐκ ἄγγελός, οὐ θεός, οὐδὲ ὅλως τι τῶν ὄνομαζομένων ἣ δι αἰσθήσεως λαμβανομένων ἢ νοητῶν πραγμάτων, ἀλλ᾿ οὕτω καὶ ἔτι λεπτομερεστέρως πάντων ἁπλῶς περιγεγραμμένων, <ὁ> οὐκ ὢν ὂν Ἀριστοτέλης καλεῖ νόησιν νοήσεως, οὗτοι δὲ οὐκ ὄντα, ἀνοήτως, ἀναισθήτως, ἀβούλως, ἀπροαιρέτως, ἀπαθῶς, ἀνεπιθυμήτως κόσμον ἠθέλησε ποιῆσαι.