Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ταῦτα μὲν οὖν οἱ ἀπὸ τῆς Οὐαλεντίνου σχολῆς περί τε τῆς κτίσεως καὶ περὶ τοῦ παντὸς λέγουσιν, καινότερα καινότερα επιγεννῶντες, καὶ τοῦτο καρποφορίαν νομίζουσιν εἴ τις μεῖζον ὁμοίως ἐφευρὼν τερατουργεῖν όόζει.

καὶ ἐκ τῶν γραφῶν γραφῶν πρὸς τοὺς προειρημένουυς ἀριθμοὺς ἐφευρίσκοντες σύμφωνα κατηγοροῦσι Μωσέως καὶ τῶν προφητῶν, φάσκοντες ἀλληγορικῶς αὐτοὺς τὰ μέτρα τῶν αἰώνων λέγειν, ἃ παρατιθέναι μοι οὐκ ἔδοξε, <ὄν> φλύαρα ἀσύστατα, ἤδη τοῦ μακαρίου πρεσβυτέρου Εἰρηναίου δεινῶς καὶ πεπονημένης [ὠς] τὰ δὄγματα αὐτῶν διελέγξαντος, Ι παρ’ οὗ καὶ αὐτῶν [*](f. 85ν) ἐφευρήματα <παρειλήφαμεν> ἐπιδεικνύντες αὐτοὺς Πυθαγορείου καὶ ἀστρολόγων περιεργίας ταῦτα σφετερισαμένους ἐγκαλεῖν Χριστῷ ὡς ταῦτα παραδεδωκότι.

ἀλλ' ἐπεὶ ἱκανῶς νομίζω καὶ τὰ τούτων φλύαρα δόγματα ἐκτεθεῖσθαι σαφῶς τε ἐπιδεδεῖχθαι, τίνων εἶεν μαθηταὶ Μάρκος τε καὶ Κολάρβασος, οἱ τῆς Οὐαλεντίνου σχολῆς διάδοχοι γενόμενοι, ἴδωμεν τί λέγει καὶ Βασιλείδης.