Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Κατε>σκευάσθαι <δὲ> διὰ τῆς μητρὸς λέγουσι πρῶτον τὰ τέσσαρα στοιχεῖα, ἅ φησιν, πῦρ, ὕδωρ, γῆν, ἀέρα, εἰκόνα προβεβλῆσθαι τῆς ἄνω τετράδος· τὰς δὲ ἐνεργείας αὐτῶν συναριθμοῦντες, οἷον θερμόν, ψυχρόν, ὑγρόν, ξηρόν, λέγουσιν ἀκριβῶς ἐξεικονίζειν τὴν ὀγδοάδα.

ἑξῆς <δὲ> ῑ δυνάμεις οὕτω καταριθμοῦσιν· ἑπτὰ σώματα ματα κυκλοειδῆ, ἃ καὶ οὐρανοὺς καλοῦσιν, ἔπειτα τὸν περιεκτικὸν αὐτῶν κύκλον, ὃν καὶ ὄγδοον οὐρανὸν ὀνομάζουσι, πρὸς δὲ τούτοις ἥλιόν τε καὶ σελήνην.

καὶ ταῦτα ῑ ὄντα τὸν ἀριθμὸν εἰκόνας λέγουσιν εἶναι τῆς ἀοράτου δεκάδος, τῆς ἀπὸ Λόγου καὶ Ζωῆς· τὴν <δὲ> δωδεκάδα <μηνύεσθαι> διὰ τοῦ ζῳδιακοῦ κύκλου καλουμένου. γάρ δώδεκα ζῴδεκα φανερώτατα τὴν τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας θυγατέρα, δωδεκάδα, ἀποσκιάζειν λέγουσι.