Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

φάρμακον γάρ τι τοιαύτην δυνάμενον χρόαν παρασχεῖν λαθραίως ἐνιῶν τῷ κεράσματι ἐπὶ πολὺ φλυαρῶν ἀνέμενεν, ὅπως τῆς ὑγρότητος μεταλαβὸν λυθῇ καὶ ἀναμιγὲν ἐπιχρώσῃ τὸ πόμα. τὰ δὲ δυνάμενα τοῦτο παρασχεῖν φάρμακα ἐν τῇ κατὰ μάγων βίβλῳ προείπομεν ἐκθέμενοι, ὡς πολλοὺς πλανῶντες ἀφανίζουσιν· οἶς εἰ φίλον περιεργότερον τῷ εἰρημένῳ προσεπισχεῖν, εἴσονται τὴν Μάρκου πλάνην.

Ὃς καὶ ποτήριον μικρότερον κιρνῶν ἐδίδου γυναικὶ εὐχαριστεῖν, αὐτὸς παρεστὼς καὶ ἕτερον κρατῶν ἐκείνου μεῖζον κενόν, καὶ εὐχαριστησάσης τῆς ἀπατωμένης δεξάμενος ἐπέχει εἰς τὸ μεῖζον, καὶ πολλάκις ἀντεπιχέων ἕτερον εἰς ἕτερον ἐπέλεγεν οὕτως·

ἡ πρὸ τῶν ὅλων ἀνεννόητος καὶ ἄρρητος χάρις πληρώσαι σου τὸν ἴσω ἄνθρωπον καὶ πληθύναι ἐν σοὶ τὴν γνῶσιν αὐτῆς, ἐγκατασπείρουσα τὸν κόκκον τοῦ σινάπεως εἰς τὴν ἀγαθὴν γῆν. καὶ τοιαῦτά τινα ἐπειπὼν καὶ ἐκστήσας τήν τε ἀπατωμένην καὶ τοὺς παρόντας ὡς θαυματοποιὸς ἐνομίζετο, τοῦ μείζονος ποτηρίου πληρουμένου ἐκ τοῦ μικρο- [*](κεκραμένον lat.) προσποιούμενος εὐχαριστεῖν καὶ ἐπὶ πλέον ἐντείνων τὸν λόγον τῆς ἐπικλήσεως πορφύρεα καὶ ἐρυθρὰ (purpureum efc rubicundum) ἀναφαίνεσθαι ποιεῖ, ὡς δοκεῖν τὴν ἀπὸ τῶν ὑπὲρ τὰ ὅλα χάριν τὸ αἷμα τὸ ἑαυτῆς στάζειν ἐν τῷ ἐκείνῳ ἐκείνου lat.) ποτηρίῳ.) [*](8 f vgl. IT 28, 13 (Ganschinietz, Ζ. f. wiss. Theol. 1913 S. 45 ff)) [*](12 — S. 172, 1 Iren. I 13, 2 S. 116f H. πάλιν δὲ γυναιξὶν ἐπιδοὺς ἐκπώματα κεκραμένα αὐτὰς εὐχαριστεῖν ἐγκελεύεται παρεστῶτος αὐτοῦ. καὶ τούτου γενομένου αὐτὸς ἄλλο ποτήριον πολλῷ μεῖζον ἐκείνου οὖ ἡ ἐξηπατημένη ηὐχαρίστησε προσενεγκὼν (proferens) καὶ μετακενώσας ἀπὸ τοῦ μικροτέρου τοῦ ὑπὸ τῆς γυναικὸς ηὐχαριστημένου εἰς τὸ ὑπ᾿ αὐτοῦ κεκομισμένον † multo maiorem), ἐπιλέγων (ἐπιλέγει Holl) ἅμα οὕτως — γῆν Ζ. 18), καὶ τοιαῦτά τινα εἰπὼν καὶ ἐξοιστρήσας τὴν ταλαίπωρον θαυματοποιὸς ἀνεφάνη, τοῦ μεγάλου πληρωθέντος ἐκ μικροῦ τοῦ ποτηρίου, ὥστε καὶ ὑπερεκχεῖσθαι ἐξ αὐτοῦ. — 18 Mark. 4, 31. 8) [*](2 καὶ πόμα Harvey, Iren. 1 S. 115 3 τοῖς ἀπατωμένοις Harvey 6 λαθρέως Ρ 7 μεταβαλὼν Ρ ἐπιχρώσῃ We.: ἐπιχωρίση Ρ, ἐπιχρωτίσῃ Miller 9 ὡς] οἶς We. 12 μικρότερον ö.: παρ’ ἑτέρου Ρ, ποθ’ ἔτερον Diels 14 τὸ μεῖζον We.: τὸν μείζω Ρ 16 ὅλων] † ἠ Epiph. (Iren.?) ἀνεννόητος wohl aus ἀνεννοήτων Ρ 19 ἐξοιστρήσας Epiph. < ? We. s.)

172
τέρου, ὡς καὶ ὑπερχεῖσθαι πλεονάζον.

καὶ τούτου δὲ τὴν τέχνην ὁμοίως ἐν τῇ προειρημένῃ βίβλῳ ἐξεθέμεθα δείξαντες πλεῖστα φάρμακα δυνάμενα αὔξησιν παρασχεῖν ἐπιμιγέντα οὕτως ὑγραῖς οὐσίαις, μάλιστα οἴνῳ κεκερασμένῳ, ὡν ἕν τι φάρμακον ἐν τῷ κενῷ ποτηρίῳ κρύβδην ἔ(μπρ)οσ(θεν) χρίσ(ας), ὡς μηδὲν ἔχον δείξας, ἐπιχέων ἐκ τοῦ σύνεγγ)υς καὶ ἐπαναχέων, ἀναλυομένου τοῦ φαρμάκου ὑπὸ τῆς τοῦ ὑγροῦ μίξεως, ὄντος φυσώδους, πλεονασμὸς τοῦ κεράσματος ἐγίνετο καὶ ἐπὶ τοσοῦτον ηὔξανεν, ἐς ὅσον ἐπαναχυνόμενον ἐκινεῖτο, τοιαύτης οὔσης τῆς τοῦ φαρμάκου φύσεως·

ὃ εἰ ἀπόθοιτό τις πληρωθέν, μετ᾿ οὐ πολὺ εἰς τὸ κατὰ φύσιν μέτρον πάλιν τραπήσεται, τῆς τοῦ φαρμάκου δυνάμεως σβεσθείσης τῇ τοῦ ὑγροῦ παραμονῇ. διὸ μετὰ σπουδῆς τοῖς παροῦσι προσεκίδου πίνειν, οἱ δὲ ὡς θεῖόν τι καὶ θεῶ μεμελετημένον φρίσσοντες ἅμα καὶ σπεύδοντες ἔπινον.

Τοιαῦτα δὲ καὶ ἕτερα ἐπεχείρει ὁ πλάνος ποιεῖν· διὸ ὑπὸ τῶν ἀπατωμένων ἐδοξάζετο, καὶ ποτὲ <μὲν> αὐτὸς ἐνομίζετο προφητεύειν, ποτὲ δὲ καὶ ἑτέρους ἐποίει, ὁτὲ μὲν καὶ διὰ δαιμόνων ταῦτα ἐνεργῶν, ὁτὲ δὲ καὶ κυβεύων, ὡς προείπομεν. πολλοὺς τοίνυν ἐξαφανίσας καὶ πολλοὺς τοιούτους μαθητὰς αὐτοῦ γενομένους προεβίβασεν εὐκόλους μὲν εἶναι διδάξας πρὸς τὸ ἁμαρτάνειν, ἀκινδύνους δὲ διὰ τὸ εἶναι τῆς τελείας δυνάμεως καὶ μετέχειν τῆς ἀνεννοήτου ἐξουσίας·

οἷς καὶ μετὰ τὸ βάπτισμα ἕτερον ἀπαγγέλλονται, ὃ καλοῦσιν ἀπολύτρωσιν, καὶ ἐν τούτῳ ἀναστρέφοντες κακῶς τοὺς αὐτοῖς παραμένοντας ἐπ᾿ ἐλπίδι τῆς ἀπολυτρώσεως, <ὡς> δυναμένους τὸ ἅπαξ βαπτισθῆναι πάλιν τυχεῖν ἀφέσεως·

κοὶ διὰ τοῦ τοιούτου πανουργήματος συνέχειν δοκοῦσι τοὺς ἀκροατάς, οὓς ἐπὰν νομίσωσι δεδοκιμάσθαι καὶ δύνασθαι φυλάσσειν αὐτοῖς τὰ πιστά, τότε ἐπὶ τοῦτο [*](2 nicht nachweisbar. Dachte Η. an eine von ihm nicht benutzte Stelle seiner Vorlage Κατὰ μάγων? — 15 f vgl. Iren. I IS, 3 S. 117 f H. εἰκὸς δὲ αὐτὸν καὶ δαίμονά τινα πάρεδρον ἔχειν, δι’ οὐ αὐτός τε προφητεύειν δοκεῖ καὶ ἄσας ἀξίας ἡγεῖται μετόχους (fieri participes) τῆς χάριτος αὐτοῦ προφητεύειν ποιεῖ — 17 προεί- πομεν] S. 170. 12 — 18 —21 vgl. VI 19, 5) [*](2 ὡμοίωσε τῆ Ρ 4 κεκερασμένα Bun.sen 5 ἔμπροσθεν Miller χρίσας We.: ἐπιχρίσας Miller, aber vor χρίσ . . nur noch ür 1 Buchst. Platz 6 σύνεγγυς We., υς glaube ich sicher zu erkennen: ἑτέρου ὀλίγον Miller, μικροτέρου ö., beides überschreitet den Raum, ἑτέρου Cruice 6 ἀναλυομένου Roeper: ἀναδυομένου P 9 ἀποίθοιτο Ρ 13 μεμελημένον Crxxice 15 † μὲν Miller 17 πολλὰς Ρ 20 τὸ <κυρίους> Roeper, doch s. S. 173, 8 21 τὸ #x003E; 23 † ὡς Bunsen Roeper 24 βαπτισθῆναι Bunsen: βαπτισθέντς Ρ, βαπτισθέντας πεσεῖν Miller καὶ < Roeper)

173
ἄγουσι, μηδὲ τούτῳ μόνῳ ἀρκούμενοι, ἀλλὰ καὶ ἕτερόν τι ἐπαγγελλόμενοι πρὸς τὸ συγκρατεῖν αὐτοὺς τῇ ἐλπίδι, ὅπως ἀχώριστοι ὠσι.

λέγουσι γάρ τι φωνῇ ἀρρήτῳ, ἐπιτιθέντες χεῖρα τῷ τὴν ἀπολύτρωσιν λαβόντι, ὃ φάσκουσιν ἐξειπεῖν εὐκόλως μὴ δύνασθαι, εἰ μή τις εἴη ὑπερδόκιμος, ἢ ὅτε τελευτᾷ πρὸς τὸ οὖς ἐλθὼν λέγει ὁ ἐπίσκοπος.