Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἔστιν οὖν ἡ κατὰ Οὐαλεντῖνον τετρακτὺς »πηγὴ τῆς ἀενάου φύσεως ῥιζώματα ἔχουσα« καὶ ἡ Σοφία. ἀθ᾿ ἧς ἡ κτίσις ἡ ψυχικὴ καὶ ὑλικὴ αυνέστηξκε νῦν. καλεῖται δἐ ἡ μὲν Σοφία πνεῦμα, ὁ δὲ δημιουργὸς ψυχή, ὁ διάβολος δὲ ὁ ἄρχων τοῦ κόσμου, Βεελξεβοὺς <δ᾿< ὁ τῶν δαιμόνων.

ταῦτά ἐστιν ὅ λέγουσιν· ἔτι <δὲ> ἀριθμητικὴν ποιούμενοι τὴν πᾶσαν αὑτῶν διδασκαλίαν, ὡς πρόειπον, (τοὺς)ς ἐντὸς πληρώματος αἰῶνας τριάκοντα πάλιν έπιπροβεβληκέναι αὑτοῖς κατὰ ἀναλογίαν αἰῶνας αίῶνας ἴν ᾖ τὸ πλήρωμα ἐν ἀριθμῷ τελείῳ συνηθροισμένον.

ὡς γὰρ οἱ Πυθαγορικοὶ διεῖλον εὶς δώδεκα καὶ τριάκοντα καὶ ἑξήκονα καὶ λεπτὰ λεπτῶν εἰσιν ἐκείνοις, <ὡς> οὕτως οὗτοι τὰ ἐντὸς πληρώματος ὑκοδιαλροῦσιν. ὑποδιῄρηται δέ καὶ τὰ ἐν τῇ ογδοάδι, καὶ προβεβλήκασιν [*](2 ἄρχων τοῦ κόσμου τούτου] Job. 12, 31. 14, 30 — 5 — 9 vgl. Iren. Ι 5, 3 S. Η.; Clem. Exe. 49, 1 S. 123, 3 St. — 9 Jes. 45, 5 ἐξὼ κύριος ὁ θεός, καὶ οὐκ ἔστιν ἔτι π[λὴν ἐμοῦ θεός 6 (vgl. Deut. 4, 35. 32, 39); Iren. Ι 5, 4 αὐτὸν νενομικέναι μόνον εἶναι θεὸν καὶ διὰ τῶν προφητῶν εἰρκχέναι· ἐγὼ θεός, πλὴν έμοῦ οὐδείς — 10 Pyth. Vers, s. zu S. 6, 10. 150, 13. Iren. I 1, 1 S. 9 Η. — Ifi προεῖπον) C. 21—29 (S. 150, 21 ἀριθμητικὴν τὴν διδασκαλίαν τὴν ὲαrτῶν κατεβάλοντο) 20 δεδήλωται] s. VI 28, 3. 4 — ὑποδιαιροῦσιν vgl. Tert. Adv. hacr. 4 S. 221, 15 Kr.) [*](2 úcke Miller: γέγονεν, εἰκὼν <πατρός, δημιουργός, οὕτως τῆς ὑλικῆς δύναμις, δημιουργοῦ εἰκών>, διάβολος Bernays vgl. Excerpta ex Theodoto δημιουργός, οὕτως έκ ὑλικῆς> Hilgenfeld S. 468, γέγονεν εἰκὼν <τοῦ υἰοῦ, οὕτω τῆς ύλικῆς οὐσίας δύναμις> Cruice nach Iren. Ι 5, 1 Ε Cruice <ἔστι δ> ἠ Cruice, <ὧν ἦν> Bunsen; Ζ. 12—14 bestätigt die Annahme einer Lücke 4 εὑδομάδος Ρ 5 οὐδὲν οὐδεν <γὰρ> 7 δὲ Ρ 10 > ö. τῆς Ρ: τις ö. 11 ῥίζωμα τὲ ῥίξωμα Ρ 14 + Roeper + δὲ Miller 15 αὐτῶν Ρ 16 τοὺς stand in Ρ, ς noch kenntlich 16f έπιπροβεβηκέναι Ρ, verb. Gö. 17 αὐτοὺς so Ρ 19 καὶ λεπτὰ — 20 < > Gö. 20 + ὡς Gö. 21 καὶ2])

163
ἡ Σοφία, ἥις ἐστὶ »μήτηρ πάντων τῶν ζώντων« κατ᾿ αὐτούς, καὶ κοινὸς τοῦ πληρώματος Καρπὸς <-οݲ λόγους, οἵτινές εἰσιν αγγελοι πολιτευόμενοι ἐν Ἱερουσαλὴμ τῇ ἄνω, τῇ ἐν οὐρανοῖς·

αὕτη γάρ ἐστιν Ἱερουσαλὴμ ὴ ἔξς Σοφία, καὶ ὁ νυμφίος αὐτῆς ό κοινὸς τοῦ πληρώματος Καρπός. προέβαλε καὶ ὁ δημιουργὸς ψυχάς· αὔτη γὰρ οὐσία ψυχῶν· οὑτός ἐστι κατ’ αὐτοὺς Ἀβοραὰμ καὶ ταῦτα Ἁβραὰμ τὰ τέκνα. ἐκ τῆς ὑλικῆς οὐσίας οὖν καὶ διαβολικῆς ἔποίησεν ὁ δημιουργὸς τοῖς ψυχαῖς τὰ σώματα.

τοῦτό ἐστι τὸ εἰρημένον· καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς λαβών, ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς· καὶ ἐγένετο ό ἄνθρωπος εἰς ψυχὴν ξῶσαν«. οὗτός ἐστι κατ' αὑτοὺς ὁ ἔσω ἄνθρωπος, ὁ ψυχικός, ἐν τῶ σώματι κατοικῶν τῷ ὐλικῷ, ὅ ἐστιν ὑλικός, φθαρτός, τέλειος ἐκ τῆς διαβολικῆς οὐσίας πεπλασμένος.

ἔστι δἐ οὗτος ὁ ὑλικὸς ἄνθρωπος οἱονεὶ κατ΄ αὐτοὺς πανδοχεῖον ἢ κατοικητήριον ποτὲ μὲν ψυχῆς μόνης, ποτὲ δὲ ψυχῆς καὶ δαιμόνων, ποτὲ δὲ ψυχῆς καὶ λόγων, οἵτινές εἰσι λόγοι ἄνωθεν κατεσπαρμένοι ἀπὸ τοῦ κοινοῦ τοῦ πληρώματος Καρποῦ καὶ τῆς Σοφίας εἰς τοῦτον τὸν κόσμον, κατοικοῦντες ἐν (σώμα)τι χοϊκῷ μετὰ ψυχῆς, ὅταν δαίμονες μὴ συνοικῶσι τῇ ψυχῆ.

τοῦτό ἐστι, φησί, τὸ γεγραμμένον ἐν τῇ γραφῆ· »τούτου χάριν κάμπτω τὰ γόνατἀ μου πρὸς τὸν θεὸν καὶ πατέρα καὶ κύριον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα δῴη ὑμῖν ὁ θεὸς κατοικῆσαι τὸν Χριστὸν εἰς τὸν ἴσω ἄνθρωπον«, τουτέστι τὸν ψυχικόν, οὐ τὸν σωμτικόν, | »ἵνα ἔξσκύσητε νοῆσαι, τί τὸ f. ν βάθος‘, ὄπερ ἐστὶν ό πατὴρ τῶν ὁλων, »καὶ τί τὸ πλάτος‘, ὅπερ ἐστὶν ὁ σταυρός, ὁ τοῦ ὅρος τοῦ πληρώματος, ἢ »τί τὸ [*](1 Gen. 3, 20, vgl. zu S. 88, 20—3 Gal. 4, 26, vgl. zu S. 158, 12 — 4 Apoc. 21, 2 — 6f Job. 8, 39 — 9 Gen. 2, 7 — 11f vgl. Clem. Exe. 51, 1 S. 123, 17 St.; Iren. I 5, 5 S. 49 H, — ἔσω ἄνθρωπος] Bousset, Kyrios Christos S. Epiktet und das N. T. S. 115ff — 14ff Valentin bei Clemens Strom. II 114 S. 175, 6ff St. καί μοι δοκεῖ ὅμοιόν τι κάσχειν τῷ πανδοχείῳ ἡ καρδία .... πολλῶν οὖσα δοιμόνων οἰκντήριον; Demokrit Fr. 171 D. ψυκὴ οἰκητήριον δαίμονος. aucli Clemens Exe. a. a. O., oben S. 136, 19 — 20—22. 23—25 Ephes. 3, 14. 16—19, freie Paraphrase vgl. Bousset, ZnW XIV 274) [*](1 ζώντων Bernays: ξώων τῶν Ρ 2 λόγους Gö.: λόγος Ρ Möller S. 436) <καὶ> οἵτινες Cruice 4 ἐστὶν κοινωνὸς Ρ, verb. Scott Bansen 5 <δὲ> καὶ Cruice 6 Αβρὰμ Ρ 9 > Ζ. Τ. Hss. LXX, doch s. S. 139, 30 und Clem. Exe. 50, 1 S. 123, 6 St. 12 f ὀ ὐλικός ἐστιν φθαρτός Bunsen 12 ὄ] ῴ We. έστιν <ὁ> Gö. 13 καὶ ὅλος We. ἀτέλειος ö., τελέως Μiller κατ᾿ αὐτοὺς > Cruice 22 ἡμῖν 25 ἤ] καὶ We.)

164
τὸ πλήρωμα τῶν αἰώνων.

διὰ τοῦτο »ψυθχικός« φησίν, »ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἔστι«. μωρία δέ φησίν, ἐστὶν ή δύναμις τοῦ δημιουργοῦ. μωρὸς γὰρ ἦν καὶ ἄνους καὶ ἐνόμιξεν αύτὸς δημιουργεῖν τὸν κόσμον, άγνοῶν, ὅτι πάντα ἡ Σοφία, ἡ μήτηρ, ἡ ὀγσοὰς ἐνεργεῖ αὐτῷ πρὸς τὴν κτίσιν τοῦ κόσμου οὐκ εἰδότι.