Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἕτεροι δὲ τοὺς δώδεκα ὑπὸ τοῦ Ἀνθρώτου καὶ τῆς Ἐκκληοίας, ἕτεροι δὲ ὑπὸ τοῦ Λόγου Δόγου τῆς Ζωῆς, οἶς ταῦτα τὰ ὀνόματα χαρίζονται· Παράκλητος Πίστις, Πατρικὸς καὶ Ἐλπίς, Μητρικὸς καὶ Ἀγάπη, Ἀείνους καὶ Σύνεσις, Ἐκκλησισστικὸς καὶ Μακαριότης, Θελητὸς καὶ Σοφία.

ἐπεὶ δὲ τῶν δεκαδύο ὁ δωδέκατος καὶ νεώτατος πάντων τῶν εἰκοσιοκτὼ αἰώνων, θῆλυς ὢν καὶ καλούμενος Σοφία, κατενόησε τὸ πλῆθος καὶ τὴν δύναμιν τῶν γεγεννηκότων αἰώνων καὶ ἀνέδραμεν εἰς τὸ βάθος τὸ τοῦ Πατρὸς καὶ ἐνόησεν, οτι οἱ μὲν ἄλλοι πάντες αἰῶνες γεννητοὶ ὐπάρ- [*](12 vgl. Χ 13, 2 —15—22 vgl. ßer Iren. I 1,2 S. 11 Η. auch Epiph, XXX 2 S. 138, 16—32 Dind., 5. 6 S. 143; Wobbermin, Religionsgesch. Berlin 1896 S. 117 — 18f s. Iren. a. a. O. — 23—S. 158, 10 vgl. Iren. I 2, 2. 3 S.) [*](6 γενητὸς Ρ 7 τὸν Ρ 8 τὸν] τῶν Ρ 9 ἐνατελεῖ Ρ (nicht ἀνατελεῖ), verb. Harvey Iren. Ι S. CXXII, vgl. Ζ. 4 ( ἀτελεῖ ohne ἐν Bernays) αἰώνων Ρ, verb. Bunsen 10 προφέρουσιν Ρ 12 δέκα Bunsen: δώςεκα Ρ 14 < > Cruice (Iren, ἄλλους δέκα αἰῶνας, ὦν τὰ ὀνόματα λέγουσι ταῦτα) 15 βυθὸς Ρ, verb. nach Iren. Bunsen ἀκήρατος Ρ, verb. nach Iren. Bunsen 16 αύγκρασις Iren. ö.: σύγκρισις Ρ οὑτοι οἰ δέκα Bunsen (Iren.): οὑτοι δώδεκα Ρ 17 <προβεβλῆσθαι> λέγουσι We., vgl. Iren. 18 τοὺς 18 τοὺς δὲ δώδεκα ὑπὸ Bunsen 21 πατρικὸς Iren. Bunsen: πατρικῶς Ρ μητρικὸς Iren. Bunsen: μηρικῶς Ρ ἀείνους Iren. Bunsen: αἰῶνος Ρ 22 μακαριότης Iren. Bunsen: μακαριστός Ρ ἐπεὶ We.: ἀΠὸ Ρ 25 γεγενηκότων Ρ)

158
χοντες κατὰ συζυγίαν γεννῶσιν,

ὁ δὲ Πατὴρ μόνος ἄζυγος ἐγέννησεν, ἠθέλησε μιμήσασθαι τὸν Πατέρα καὶ γεννῆσαι καθ’ ὲουτὴν δίχα τοῦ συξύγου, ἴνα μηδἐν ᾐ ἔργον ὐποσεέστερον τοῦ Πατρὸς εἰργασμένη, σγμππῦσα ὄτι ὁ μὲν ἀγέννητος, ὑπάρχων ἀρχὴ τῶν ὅλων καὶ ῥίζα καὶ βάθος καὶ βυρός, δυνατῶς ἔχει γεννῆσαι μόνος, γεννητὴδὲ δὲ οὖσα ἡ Σοφία καὶ καὶ μετὰ πλείονας τὴν τοῦ ἀγεννήτου δύναμιν οὐ δύναται ἔχειν.

ἐν μὲν γὰρ τῷ ἀγεννήτῳ, φησίν, ἐστὶ πάντα ὁμοῦ, ἐν δὲ τοῖς γεννητοῖς τὸ τὲν θῆλύ ἐστιν οὐσίας προβλητικόν, τὸ δὲ ἄρρεν μορφωτικὸν τῆς ὑπὸ τοῦ θήλεως προβαλλομένης οὐσίας. προέβαλεν οὖν ἡ Σοφία τοῦτο μόνον ὅπερ ἠδύνατο, ούσίαν ἄμορφον καὶ ἀκατασκεύαστον.

καὶ τοῦτό ἐστι, φηοίν, ὸ̀ λέγει Μωὑσῆς· ἤ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύσστος«. αὕτη ἐστί, φησίν, ἠ έγθαή »Ἡ ἐπουράνιος Ἱερουσαλήυ«, εἰς ἥν ἔπηγγείλατο ό θεὸς θεὸς εἰσαγαγεῖν υἱοὺς Ἰσραήλ. λέγων· »εἰσάξω ὑμᾶς εἰς γῆν ἄγαθὴν ῥέουσάν μέλι καὶ γάλα.‘

Γενομένης οὐν ἐντὸς πληρώματος ἀγνοίας κατὰ τὴν Σοφίαν καὶ ἀμορφίας κατὰ τὸ μέννημα τῆς Σοφίας, θόρυβος έγένετο ἐν τῷ πληρώματ· Ε γάρ) οἱ αἰῶνες οἰόμενοι, ὄτε παραπλησίως ἄμορφα καὶ ἀτελῆ γενήσεται τῶν αἰώνων τὰ γεννήματα καὶ φθορά τις καταλήφεται οὐκ εἰς μακρούν ποτε τοὺς αἰώνα·

κατέφυγον οὖν πάντες οἱ οίσίὼν ἐπὶ δέησιν τοῦ Πατρός, ἴνα λυπουμένην τὴν Σοφίαν ἀναπαύσῃ· ἔκλαιε γὰρ καὶ κατωδύρετο ἐπὶ τῷ γεγεννημένῳ ὑπ’ αύπῆς έκτρώματ· οὕτω γὰρ καλοῦσιν. ἐλεήσας έλεήσας ὁ Πατὴρ τὰ δάκρυα τῆς Σοφίας καὶ προοιμασάμενος τῶν αἰώνων τὴν δέησιν, ἐπιπροβαλεΙν κελεύει· οὐ γὰρ αὐτός, φησί, προέβαλεν, ἀλλὰ ό Νοῦς καὶ ἠ Ἀλήθεια Χριστὸν καὶ Πνεῦμα ἅγιον εἰς μόρφωσιν καὶ διαίρεσιν τοῦ ἐκτρώματος καὶ παραμυθέαν καὶ διανάπαυσιν τῶν τῆς Σοφίας στεναγμῶν.