Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Αἰγυπτίων ταῦτα παραλαβόντων καὶ εὶς Ἕλληνας μεταδιδαξάντων, τοῦ δὲ παρὰ τούτων, ὅτι <δὲ> παρ’ αὐτῶν, διαψευσαμένου ἰδίαν δόξαν συστῆσαι πεπειραμένου, * * * σπαράσσοντα μὲν τὰ ἐκείνων ὀνόμασι καὶ ἀριθμοῖς, ἰδίως δὲ καλέσαντα καὶ μέτροις διορίσαντα, ὅπως αἵρεαιν Ἑλληνικὴν ποικίλην μέν, ἀσύστατον δὲ κοὶ οὐκ ἀνήκουσαν Χριστῷ συστήσῃ.

Ἡ μὲν οὖν ἀρχὴ τῆς ὐποθέσεώς έστιν ἐν τῷ Τιμαίῳ τῷ πλάτωνι σοφία Αἐγυπτίων· έκεῖθεν γὰρ ό Σόλων τὴν ὅλην ὑπόθεσιν περὶ τῆς κόσμου γενέσεως καὶ φθορᾶς παλαιῷ τινι λόγω̣ καὶ προφητικῷ, ὥς φησιν ό Πλάτων, τοὺς Ἕλληνας ἐδίδαξε, παῖδας ὄντας καὶ πρεσβύτερον ἐπισταμένους μάθημα οὐδὲν θεολογούμενον.

ἵν’ οὖν παρακολουθήσωμεν τοῖς λόγοις, οἶς καταβἐβληται Οὐαλεντῖνος, προεκθήσομαι νῦν, τίνα ἐστὶν ὅ Πυθαγόρας ό Σάμιος μετὰ τῆς ὐμνουμένης ἐκείνης παρὰ τοῖς Ἕλλησι <σι> φιλοσοφεῖ, εἶθ᾿ οὕτως ἅ <παρὰ> Πυθαγόρου λαβὼν καὶ Πλάτωνος Οὐαλεντῖνος ἀνατίθησι Χριστῷ καὶ πρὸ τοῦ Χριστοῦ τῷ πατρὶ τῶν ὄλων καὶ Σιγῇ τῇ διεζευγμένῃ τῷ πατρί.