Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τὸ λοιπὸν προκαλεῖται ἡμᾶς ὁ χρόνος ἐπὶ τὴν τῶν προκειμένων πραγματείαν χωρεῖν, ἄρξασθαι δὲ ἀπὸ τῶν τετολμηκότων τὸν αἴτιον τῆς πλάνης γενόμενον ὄφιν ὑμνεῖν διά τινων ἐφηυρημένων κατ’ αὐτοῦ ἐνέργειαν λόγων. οἱ οὖν ἱερεῖς καὶ προστάται τοῦ δόγματος γεγένηνται πρῶτοι <οἱ> ἐπικληθέντες [*](Titel rot über f. 26v 4 νασσηνοὶ Ρ 6 οἱ ö.: ὅτι Ρ 10 σηθειανοὺς Ρ κατ’ Ρ 11 κλεψολογήσαντες Ρ, doch s. Register μουσέου Ρ 14 αὐτῶν Ρ ἡρωδότου Ρ 16 κατ’ Ρ 17 + φιλοσόφοις ö. 18 ταῖς] τοῖς Ρ 19 παραλείψας ö.: ἀποκαλύψας Ρ, <παραλείφας ἀλλὰ πάντα> We. ἐνδέδειγμαι corr. in ἀναδέδεγμαι Ρ 22 οὗ ö.: Raum von 3—4 Lettern Ρ, τούτου Miller (Addenda) 23 μεταλαβόντες? Miller 24 statt κ ist τ kenntlich Ρ 25 κενὰ Ρ 30 + οἱ Miller)

78
σηνοί, τῇ Ἑβραΐδι φωνῇ οὕτως ὠνομασμένοι· νάας δὲ ὁ ὄφις καλεῖται·

μετὰ δὲ ταῦτα ἐπεκάλεσαν ἐαυτοὺς γνωστικούς, φάσκοντες μόνοι τὰ βάθη γινώσκειν· ἐξ ὡν ἀπομερισθέντες πολλοὶ πολυσχιδῆ τὴν αἵρεσιν ἐποίησαν <οὖσαν> μίαν, διαφόροις ὀνόμασι τὰ αὐτὰ ὡς διελέγξει προβαίνων ὁ λόγος. οὗτοι τῶν ἄλλων ἄλλων ἀπάντων † παρὰ τὸν αὐτῶν λόγον τιμῶσιν ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου.

ἔστι δὲ ἄνθρωπος οὑτος ἀρσενόθηλυς, καλεῖται δὲ Ἀδάμας παρ’ αὐτοῖς. ὕμνοι δὲ εἰς αὐτὸν γεγόνασι πολλοὶ καὶ ποικίλοι· οἱ δὲ ὕμνοι, ὡς δι’ ὀλίγων εἰπεῖν, λέγονται παρ᾿ αὐτοῖς τοιοῦτόν τινα τρόπον· ἀπὸ σοῦ πατὴρ καὶ διὰ σὲ μήτηρ, τὰ δύο ἀθάνατα ὀνόματα, αἰώνων γονεῖς, πολῖτα οὐρανοῦ, μεγαλώνυμε ἄνθρωπε«.

διαιροῦσι δὲ αὐτὸν ὡς Γηρυόνην τριχῇ· ἔστι γὰρ τούτου, φασί, τὸ μὲν νοερόν, τὸ δὲ ψυχικόν, τὸ δὲ χοϊκόν, καὶ νομίζουσιν εἶναι τὴν γνῶσιν αὐτοῦ ἀρχὴν τοῦ δύνασθαι γνῶναι τὸν θεόν, λέγοντες οὕτως· »ἀρχὴ τελειώσεως γνῶσις ἀ(νθρώπου, θεοῦ δὲ) γνῶσις ἀπηρτισμένη τελείωσις‘.

ταῦτα δὲ πάντα, φησί, τὰ νοερὰ καὶ ψυχικὰ καὶ χοϊκὰ κεχώρηκε καὶ κατῆλθ(εν εἰ)ς ἴνα ἄνθρωπον ὁμοῦ, Ἰησοῦν τὸν ἐκ τῆς Μαρίας γεγενημένον· καὶ ἐλάλουν, φησίν, ὁμοῦ κατὰ τὸ αὐτὸ οἱ τρεῖς οὑτοι ἄνθρωποι ἀπὸ τῶν ἰδίων οὐσιῶν τοῖς ἰδίοις ἕκαστος. ἔστι γὰρ τῶν ὅλων τρία γένη κατ’ αὐτούς, ἀγγελικόν, ψυχικόν, χοϊκόν· καὶ τρεῖς ἐκκλησίαι. ἀγγελική, ψυχική, χοϊκή ὀνόματα δὲ αὐταῖς ἐκλεκτή, κλητή, αἰχμάλωτος.

Ταῦτά ἐστιν ἀπὸ πολλῶν πάνυ λόγων τὰ κεφάλαια, ἅ φησι παραδεδωκέναι Μαριάμμῃ τὸν Ἰάκωβον τοῦ κυρίου τὸν [*]( vgl. Ι Kor. 2, 12 τὰ βάθη τοῦ θεοῦ — 5f vgl. Χ 9, 1 Ναασσηνοὶ ἄνθρωπον καλοῦσι τὴν πρώτην τῶν ὅλων ἀρχήν, τὸν αὐτὸν καὶ υἱὸν ἀνθρώπου — 10f vgl, Norden, Agnostos Theos S. 229 1 — 10. 11 vgl. VIII 12, 5 — 11-S. 79, 1 s. X 9, 1b—3 — 14 Harnack, Altchristi. Lit. I 167 f erinnert an das Εὐαγγέλιον — 15ff vgl. V 12, 4 — 21 vgl. Matth. 20, 16 πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί — 23 Mariamne] vgl. Origenes g. Celsus V 62 S. 66, 1 Κ.; C. Schmidt TU VIII 563 — 23. S. 79, 1 vgl. Gal. 1, 19) [*](1 δὲ] γὰρ Roeper 4 + οὖσαν Miller ἐξ ἀρχῆς οὖσαν?) We ὀνόμασι Usener, Weihnachtsfest 2 S. 151: δόγμασι Ρ 5 τῶν ὅλων ἁπάντων >) ö., ἀπάντων <ἀρχὴν> Cruice (s. H) 6 παρὰ] πατέρα Bernays παρὰ τὸν] Hilg. S. 253 τὸν αὐτὸν We. τῷ αὐτῷ λόγῳ Bernays 9 ὀλίγον Ρ (oder ο verschwommenes ω?) 10 πατὴρ Miller: πάτερ Ρ 11 γονεῦ? ö. 15 änzt nach Η, der ürzungsstrich von ἀνοݲυݲ noch sichtbar in Ρ 16 Bernays (s. Η): καὶ ἐχώρησε Ρ, κατεχώρησε Miller κατ(ελήλυθεν εἰς) ö., aber ür ist kein Platz, und ῆλθ ist noch erkennbar 21 κλητή Η Bernays: κλητική Ρ 23 μαριάμμη Ρ: τῇ μαριάμνῃ Η, Μαριάμνῃ Gö.)

79
ἀδελφόν. ἵν᾿ οὖν μήτε Μαριάμμης ἔτι καταψεύδωνται οἱ ἀσεβεῖς μήτε Ἰακώβου μήτε τοῦ σωτῆρος αὐτοῦ, ἔλθωμεν ἐπὶ τὰς τελετάς, ὅθεν αὐτοῖς οὗτος ὁ μῦθος, εἰ δοκεῖ, ἐπὶ τὰς βαρβαρικάς τε καὶ Ἑλληνικάς, καὶ ἴδωμεν ὡς τὰ κρυπτὰ καὶ ἀπόρρητα πάντων ὁμοῦ συνάγοντες οὗτοι μυστήρια τῶν ἐθνῶν καταψευδόμενοι τοῦ Χριστοῦ ἐξαπατῶσι τοὺς ταῦτα οὐκ εἰδότας τὰ τῶν ἐθνῶν ὄργια.

ἐπεὶ γὰρ ὑπόθεσις αὐτοῖς ὁ ἄνθρωπός ἐστιν Ἀδάμας καὶ λέγουσι γεγράφθαι περὶ αὐτοῦ τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;« μάθετε πῶς κατὰ μέρος παρὰ τῶν ἐθνῶν τὴν ἀνεξεύρητον καὶ ἀδιάφθορον τοῦ ἀνθρώπου γενεὰν λαβόντες ἐπιπλάσσουσι τῷ Χριστῷ.

γῆ δέ, φασὶν οἱ Ἕλληνες, ἄνθρωπον ἀνέδωκε πρώτη καλὸν ἐνεγκαμένη γέρας, μὴ φυτῶν ἀναισθήτων μηδὲ θηρίων ἀλόγων, ἀλλὰ ἡμέρου ζῴου καὶ θεοφιλοῦς ἐθέλουσα μήτηρ γενέσθαι.

χαλεπὸν δέ, φησίν, ἐξευρεῖν, εἴτε Βοιωτοῖς Ἀλαλκομενεὺς ὑπὲρ λίμνης Κηφισίδος ἀνέσχε πρῶτος ἀνθρώπων , εἴτε Κουρῆτες ἦσαν Ἰδαῖοι, θεῖον γένος, ἢ Φρύγιοι Κορύβαντες, οὔς πρώτους ἥλιος ἐπεῖδε δενδροφυεῖς ἀναβλαστάνοντας, εἴτε προσεληναῖον Ἀρκαδία Πελασγόν, ἢ Ραρίας οἰκήτορα Δυσαύλην Ἐλευσίν, ἢ Λῆμνος καλλίπαιδα Κάβιρον ἀρρήτῳ ἐτέκνωσεν ὀργιασμῷ εἴτε Πελλήνη Φλεγραῖον Ἀλκυονέα, πρεσβύτατον Γιγάντων.

Λίβυες δὲ Γαράμαντά φασι [*](2-8. 99, 23 ediert von Reitzenstein, Poimaudres S. 83ff — 8 Jes. 53, 8 — 10ff. die Yersuche, ein Pindargedicht zu reconstruieren, widerlegt Wilamovdtz, Hermes XXXVII 331 f. Hipp, hat den Abschnitt der Naassenerschrift entnommen (Z. 13 φησίν), tut aber so, als ob er aus Eigenem die Widerlegung gebe. Zu der rhetorischen Anlage des ückes treffende Parallelen bei Reitzenstein, Poimandres S. 162. 281 J, vgl. zu Ζ. 15 — 11ff vgl. Plato, Timaios 41 Ε Menex. 237 D — 15 —17 u. S. 80, 2f vgl. Clemens Protr. 16, 4 S. 7 St. εἴτ᾿ οὖν ἀρχαιοτάτους τοὺς Φρύγας διδάσκουιν αἶγες μυθικαί (Herodot II 2), εἴτε αὖ τοὺς Ἀρκάδας οἱ προσελήνους ἀναγράφοντες ποιηταί, εἴτε μὴν αὖ τοὺς Αἰγυπτίους οἱ καὶ πρώτην ταύτην ἀναφῆναι τὴν γῆν θεούς τε καὶ ἀνθρώπους ὀνειρώσσοντες (Reitzenstein, Zwei religionsgesch. Fragen S. 61f); Diodor I 9, 3; Censorinus De die natali 4, 6. 12 Orig. C. Cels. IV 36) [*](1 μαριάμμη (so) P, Μαριάμνης ö. 3 εἰ] εἰλῆφθαι We. ἐπὶ > Miller 9 ἀνεξεύρετον Miller (doch s. önert, Mem. Hercul. 285), ἀνεξερεύνητον? ö. ἀδιάφθορον We.: ἀδιάφορον Ρ, διάφορον Crmce 13f ἀλκομενεὺς Ρ 15 ἢ σανίδαι οἱ Ρ, verb. ö. πρώτους ὀ̓: πρῶτος Ρ 16 ἐπεῖδε Reitz. ἐφεῖδε Wilamowitz): ἔφιδε Ρ 16f πρὸς σεληναῖον ἀρκάδα διὰ πελασγὸν Ρ, verb. Schneidewin, Philol. Ι 428 17 ἠραρυίας Ρ, verb. G. Herrmann, Philol. Ι 585 Δυσαύλην Wilamowitz (vgl. Schneidewin, Philol. I 429f): δίαυλον Ρ ἢ] ἡ Ρ 18 ἀρρήτῳ Wilamowitz: ἀρρήτων Ρ Πελλήνη Wil.: φελλήνη Ρ 19 λίβες Ρ Γαράμαντα Bergk, Ζ. ür Altertumswiss. 1847 Sp.5: τάρβαντα Ρ, Ἰάρβαντα Gö.)

80
πρωτόγονον αὐχμηρῶν ἀναδύντα πεδίων γλυκείας ἀπάρξασθαι Διὸς βαλάνου. Αὐγυπτίαν δὲ Νεῖλος ἰλὺν ἐπιλιπαίνων μέχρι σήμερον ζωογονῶν, φησίν, ὑγρᾷ σαρκούμενα θερμότητι ζῷα καὶ σῶμα] ἀναδίδωσιν.

Ἀσσύριοι δὲ Ὠάννην ἰχθυοφάγον γενέσθαι παρ᾿ αὐτοῖς, Χαλδαῖοι δὲ τὸν Ἀδάμ. καὶ τοῦτον εἶναι φάσκουσι τὸν ἄνθρωπον, ὃν ἀνέδωκεν ἡ γῆ μόνον· κεῖσθαι δὲ αὐτὸν ἄπνουν, ἀκίνητον, ἀσάλευτον, ὡς ἀνδριάντα, εἰκόνα ὑπάρχοντα ἐκείνου τοῦ ἄνω, τοῦ ὑμνουμένου Ἀδάμαντος ἀνθρώπου, γενόμενον ὑπὸ δυνάμεων τῶν πολλῶν, περὶ ὧν ὁ κατὰ μέρος λόγος ἐστὶ πολύς.

Ἵν᾿ οὖν τελέως ᾖ κεκρατημένος ὁ μέγας ἄνθρωπος ἄνωθεν, »ἀφ᾿ οὑ«, καθὼς λέγουσι, »πᾶσα πατριὰ ὀνομαζομένη ἐπὶ γῆς καὶ ἐν τοῖς οὐρανοῖς‘ συνέστηκεν, ἐδόθη αὐτῷ καὶ ψυχή, ἵνα διὰ τῆς ψυχῆς πάσχῃ καὶ κολάζηται καταδουλούμενον τὸ πλάσμα τοῦ μεγάλου καὶ καλλίστου καὶ τελείου ἀνθρώπου· καὶ γὰρ οὕτως αὐτὸν καλοῦσι.

ζητοῦσιν οὖν αὖ πάλιν τίς ἐστιν ἡ ψυχὴ καὶ πόθεν καὶ ποταπὴ τὴν φύσιν, ἵν’ ἐλθοῦσα εἰς τὸν ἄνθρωπον καὶ κινήσασα καταδουλώσῃ καὶ κολάσῃ τὸ πλάσμα τοῦ τελείου ἀνθρώπου· ζητοῦσι δὲ οὐκ ἀπὸ τῶν γραφῶν, ἀλλὰ καὶ τοῦτο ἀπὸ τῶν μυστικῶν. εἶναι δέ φασι τὴν ψυχὴν δυσεύρετον πάνυ καὶ δυσκατανόητον· οὐ γὰρ μένει ἐπὶ σχήματος οὐδὲ μορφῆς τῆς αὐτῆς πάντοτε οὐδὲ πάθους ἑνός, ἵνα τις αὐτὴν ἢ τύπῳ εἴπῃ ἢ οὐσίᾳ καταλήψεται.