Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

μένουσι δὲ οὐκ ἀεὶ ἐπὶ τῶν τόπων τῶν αὐτῶν, ἀλλ᾿ οἱονεὶ ἐν χορῷ κυκλικῷ ἐμπεριέρχονται, όλλáσσοντες τόπον ἐκ τόπου καὶ παραχωροῦντες ἐν χρόνοις καὶ διαστήμασι τοὺς τόπους τεταγμένως ἑαυτοῖς. ὅταν δὲ ἐπικρατῇ τῶν τόπων τόπων ὀ Φεισών, λιμός, στενοχωρία, θλῖψις ἐν ἐκείνῳ τῶ μέρει τῆς γῆς γίνεται· θειδωλὸν γὰρ τὸ παράταγμα τῶν ἀrγέλων τούτων.

ὁμοίως καὶ ἑκάστου μέροὺς τῶν τεσσάρων κατὰ τὴν ἐκάστου δύναμιν καὶ φύσιν κακοὶ καιροὶ καὶ νόσων <συ>στάσεις· καὶ τοῦτο εἰσαεὶ κατὰ τὴν τῶν τεταρτημορίων ὡσπερεὶ ποταμῶν ῥεῦμα κακίας κατὰ θέλησιν τῆς Ἐδὲμ ἀδιαλείπτως τὸν κόσμον περιέρχεται.

γέγονε δὲ [*](3. 7—9 vgl. Gen. 2, 7 — 6 Gen. 1, 26. 27 — 9f Gen. 1, 28 αὐξ. καὶ καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς — 12 — 15 vgl. Pherekydes von Syros Fr. 2 Col. 2 Diels — 16 vgl. Gen. 2, 1 — 17ff Gen. 2, —14, vgl. ο. V 9, 14 ff) [*](1 ἐποίησαν Bernays: ἐποίησε Ρ 2 ἑαυτόν Ρ 7 φυλαξόμενος Ρ 14 θείω τινὶ zweimal Ρ 16 αὐτῇ Scott: ἀρχῆ Ρ 19f ἐμπεριέχονται P, vgl. Ζ. 23. 31 21 ἀστραπικὴν Ρ 23 ἐμπεριέχονται Ρ 24f τοῦ τόπου? We. 25 τεταγμένως We.: τεταγμένων Ρ, τεταγμένους ö. 27 καὶ] ἐπὶ Miller 29 σιστάσεις We.: στάσεις Ρ 29f ἐπίκρασιν Ρ 30 ὡσπερεὶ Gö.: ὡς περὶ)

129
ἡ τῆς κακίας ἀνάγκη ἐκ τοιαύτης τινὸς αἐτίας· κατασκευάσας καὶ δημιουργήσας Ἐλωεὶμ ἐκ κοινῆς εὐαρεστήσεως τὸν κόσμον, ἀναβῆσαι ἡθέλησεν εἰς τὰ ὑψηλὰ μέρη τοῦ οὐρανοῦ καὶ θεάσασθαι, μή τι γέγονε τῶν κατὰ τὴν κτίσιν ἐνδεῶς, συμπαραλαβὼν τοὺς ἐδίους ἀγγέλοις μετ’ αὐτοῦ, ὴν γὰρ ἀνωφερής, καταλιπὼν τὴν ἑδὲμ κἀτω· γῆ γὰρ οὖσα ἐπακολουθεῖν ἄνω τῷ συζύγῳ οὐκ ἠθέλησεςν.

ἐλθὼν οὖν ὁ Ἐλωεὶμ ἐπὶ τὸ πέρας ἄνω τοῦ οὐρανοῦ καὶ θεασάμενος φῶς κρεῖττουν ὑπὲρ ὸ̀ αὐτὸς ἐδημιούργησεν εἰπεν · »ἀνοίξατέ μοι πύλας, ἴνα εἰσελθὼν ἐξομολογήσωμαι τῷ κυρίῳ· ἐόόκουν γὰρ ἐγὼ κύριος εῖιναι·« φωνὴ αὐτῶ̣ ἀπὸ τοῦ φωτὸς ἐδόθη λἐγουσα·

αὕτη ὴ πύλη τοῦ κυρίου, δίκοιαι ἐσέρχονται δι᾿ ούτῆδ«· καὶ ἀνεῴχθη παραχρῆμα ἡ πύλη, καὶ εὶδῆθεν ὁ πατὴρ όίχα τῶν ἀγrέλων πρὸς τὸν ἀγαθὸν καὶ εἶδεν, »ἅ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὑς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη«. τότε λέγει αὐτῶ̣ ό ἀγαθός· »κάθου ἐκ δεξιῶν μου«.

ὁ δὲ πατὴρ λέγει πρὸς τὸν ἀγαθόν· »ἔασόν με κύριε καταστρέψαι τὸν κόσμον, ὂν πεποίηκα· τὸ πνεῦμα γάρ μου ἐνδέσεται εἰς τοὺς ἀνθρώτπους, καὶ θέλω αὐτὸ ἀπολαβεῖν«.

τότε λέγει λέγει ὁ ἀγαθός· »οὐδέν δύνασαι κακοποιῆσαι παρ᾿ ἐμοὶ γενόμενος· ἐκ κοινῆς γὰρ εύσρεστήσεως ἐποιήσατε τὸν κόσμον σύ τε καὶ ἡ Ἐδέμ. ἔασον οὖν τὴν ᾿Εδὲμ τὴν τὴν κτίσιν μέχρι βούλεται· σὺ δὲ μένε παρ’ ἐμοί«.

τότε γνοῦσα ἡ ᾿Εδὲμ ὅτι καταλέλειπται ὑπὸ τοῦ Ἐλωείμ, λυπηθεῖσα παρέστησεν αὑτῇ τοὺς έδίους ἀγγέλους καὶ εὐπρεπῶς ἐκόσμησεν έκόσμησεν εἴ πως εἰς ἐπιθυμίαν ἐλθών ὁ Ἐλωεὶμ κατέλθῃ πρὸς αὐτήν.

ὡς δὲ κρατηθείς τῷ ἀγαθῷ ὁ Ἐλωεὶμ καὶ] οὐκέτι κατῆλθε πρὸς τὴν ᾿Εδέμ. προσέταξεν ἡ ᾿Εδέμ τῇ Βάβελ, ἥτις ἐστὶν Ἀφροδίτη, μοιχείας καὶ χωρισμοὺς μάμων κατασκευάσαι ἐν ἀνθρώποις, ἵνα ὡς αὐτὴ κεχώρισται ἀπὸ τοῦ ᾿Ελωείμ, οὑτω καὶ τὸ <πνεῦμα> τοῦ Ἐλωεὶμ τὸ ὂν ἐν τοῖς χωρισμοῖς τοῖς τοιούτοις βασανίξηται λυπούμενον καὶ πάσχῃ τὰ αὐτὰ ὁποῖα καὶ ἡ Ἐδὲμ καταλελειμμέναι.

καὶ δίσωαιν ἐξουσίαν σίαν ὴ ᾿Εδὲμ μεγάλην τῷ τρίτῳ ἀγγέλῳ αὐτῆς τῷ Νάας ἵνα πάοαις [*](5. 21 vgl. Χ 15, 5 Anf. — 8—11 Psal. 117, 19. 20 ἀνοίξατέ μοι πίλας εὶσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ. αὕτη ἡ πύλη τοῦ κυρίου· δίκαιοι εἰσελεύσονται ἐν αὐτῆ vgl. V 8, 24. 19f — 13f 1 Kor. 2, 9, vgl. ο. S. 125, 25f — 14 Psal. 109, 1 — 15 vgl. Deut. 9, 14? — 16 Gen. 6, 3?) [*](5 κάτω, γῆ Gö.: ἐλώγη Ρ 6 οὖσαν Ρ 16f άνθρώπους] οὐρανοὺς Lesart von Ρ falsch Miller ἀνθρώπους verb. schon Bernays) 20 μέχρις Ε; ö. 22 αὐγῆ Ρ 24 > Miller 27 † πνεῦμα ö., vgl. S. 130, 1 Ρ)

130
κολόσεσι κολάσῃ τὸ πνεῦμα τοῦ Ἐλωεὶμ τὸ ὂν ἐν τοῖς ἀνθρώποις, ἵνα διὰ τοῦ πνεύματος ᾖ κολαζόμενος ὁ Ἐλωεὶμ ὁ καταλιπὼν παρὰ τὰς δυνθήκας τὰς γενομένας αὐτῷ τὴν σύζυγον· ἰδὼν ταῦτα ὁ πατὴρ Ελωεὶμ ἐκπέμπει τὸν Βαρούχ, τὸν τρίτον ἄγrελον τῶν ἑαυτοῦ, εἰς βοήθειαν τῷ πνεύματι τῷ ὄντι ἐν τοῖς ἀνθρώποις πᾶσιν.