Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τὸ δὲ σκότος ἀσύνετον οὐκ ἔστιν, ἀλλὰ φρόνιμον παντελῶς, καὶ οἶδεν ὅτι, ἂν ἀπαρθῇ τὸ φῶς ἀπὸ τοῦ σκότους, μένει τὸ σκότος ἔρημον, ἀφανές, ἀλαμπές, ἀδύναμον, ἄπρακτον, ἀσθενές. διὸ πάσῃ φρονήσει καὶ συνέσει βιάζεται κατέχειν εἰς ἑαυτὸ τὴν λαμπηδόα καὶ <τὸν> σπινθῆρα φωτὸς μετὰ τῆς τοῦ πνεύματος εὐωδίας.

καὶ τούτων ἔστιν ἰδεῖν τῆς φύσεως εἰκόνα κατὰ πρόσωπον ἀνθρώπου, κόρην ὀφθαλμοῦ, σκοτεινὴν ἐκ τῶν ὑποκειμένων ὑδάτων, πεφωτισμένην πνεύματι. ὡς οὖν ἀντιποιεῖται τὸ σκότος τῆς λαμπηδόνος, ἵνα ἔχῃ τὸν σπινθῆρα δουλεύοντα καὶ βλέπῃ, οὕτως ἀντιποιεῖται τὸ φῶς καὶ τὸ πνεῦμα τῆς δυνάμεως τῆς ἑαυτῶν· καὶ σπεύδουσιν ἆραι καὶ ἀνακομίσασθαι πρὸς ἑαυτὰ τὰς μεμιγμένας αὐτῶν δυνάμεις εἰς τὸ ὑποκείμενον ὕδωρ σκοτεινὸν καὶ φοβερόν.

πᾶσαι δὲ αἱ δυνάμεις τῶν τριῶν ἀρχῶν, οὖσαι κατ᾿ ἀριθμὸν ἀπειράκις ἄπειροι, εἰσὶ ἑκάστη κατὰ τὴν οὐσίαν τὴν ἑαυτῆς φρόνιμοι <καὶ> νοεραί. ἀναρίθμητοι <δὲ> [*](8ff vgl. Bousset, Hauptprobleme der Gnosis S. 103ff. 113f — 17-S. 119, vgl. X 11, 5 —7 — 17 σπινθήρ] Bousset, Kyrios Christos S. 237f) [*](3 εὐωδία Ρ: εὐωδίας φορᾷ Η ö. ἐπειδὴ δὲ ö. ἐπεὶ τοίνυν Η): ἐπειδὴ Ρ, ἐπεὶ δὴ Miller + τὸ Η Miller 4 τοιουτότροπον ὂν Cruice: τοιοῦτον τρόπον ὃν Ρ ὂν Miller, ὃν > < ö.) δὲ > Miller, aber erst Ζ. 8 beginnt Vordersatz wiederaufnehmenden δὲ der Nachsatz 5 ἀκτὶς ἀκτὶς Η Bernays: δή τις ἡλίου Ρ 6 μέσην ἔχουσα Η Miller: διαμέση ἔχουσαν Ρ 9 διῃρημένων Η Bernays: εἰρημένων Ρ 10 τῷ2 Η: τοῦ Ρ 11 κατέσπαρται öller S. 235, vgl. S. 118, 23f. 120, 7, doch s. Η 13 οἶδεν Miller: οὐδὲν Ρ 14 μενεῖ Roeper 16 ἑαυτὸν Ρ τὸν Η Bernays: > Ρ 19 σκοτεινὴν < 21 δουλεύονται Ρ βλέπει Ρ 22 ἑαυτὰς Ρ, verb. Bernays 26 τὴν] τῆς Ρ + καὶ ö. + δὲ ö. ἀναριθ Spatium von 2 Lettern μητοι Ρ)

118
θος φρόνιμοί τε οὖσαι καὶ νοεραί, ἐπειδὰν μένωσι κατ’ αὐτάς, ἡσυχάζουσι πᾶσαι·

ἐὰν δὲ πλησιάσῃ δύναμις δυνάμει, ἡ ἀνομοιότης τῆς παραθέσεως ἐργάζεται κίνησίν τινα καὶ ἐνέργειαν ἀπὸ τῆς κινήσεως μεμορφωμένην κατὰ τὴν συνδρομὴν τῆς παραθέσεως] τῶν συνελθουσῶν δυνάμεων.

γίνεται γὰρ τῶν δυνάμεων ἡ συνδρομὴ οἱονεί τις τύπος σφραγῖδος κατὰ συνδρομὴν ἀπὸ πληγῆς παραπλησίως πρὸς τὸν ἐκτυποῦντα τὰς ἀναφερομένας οὐσίας. ἐπεὶ οὖν ἄπειροι μὲν κατ ἀριθμὸν τῶν τριῶν ἀρχῶν αἱ δυνάμεις, ἐκ δὲ τῶν ἀπείρων δυνάμεων ἄπειροι δυνδρομαί, ἀναγκαίως γεγόνασιν ἀπείρων σφραγίδων εἰκόνες.

αὗται οὖν εἰσιν αἱ εἰκόνες αἱ τῶν διαφόρων ζῴων ἰδέαι. γέγονεν οὖν ἐκ πρώτης τῶν τριῶν ἀρχῶν συνδρομῆς μεγάλης μεγάλη τις ἰδέα σφραγῖδος, οὐρανοῦ καὶ γῆς. σχῆμα δὲ ἔχουσιν ὁ οὐρανὸς καὶ ἡ γῆ μήτρᾳ παραπλήσιον τὸν ὀμφαλὸν ἐχούσῃ μέσον, καὶ εἰ, φησίν, ὑπὸ ὄφιν ἀγαγεῖν θέλει τις τὸ σχῆμα τοῦτο, ἔγκυον μήτραν ὁποίου βούλεται ζῴου τεχνικῶς ἐρευνησάτω, καὶ εὑρήσει τὸ ἐκτύπωμα τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῶν ἐν μέσῳ πάντων ἀπαραλλάκτως ὑποκείμενον.

γέγονε δὲ οὐρανοῦ καὶ γῆς τὸ σχῆμα τοιοῦτον οἱονεὶ μήτρᾳ παραπλήσιον κατὰ τὴν πρώτην συνδρομήν· ἐν <δ’> αὖ τῷ μἐσῳ οὐρανοῦ καὶ τῆς γῆς γεγόνασιν ἄπειροι δυνάμεων συνδρομαί. καὶ ἑκάστη συνδρομὴ οὐκ ἄλλο τι εἰργάσατο καὶ ἐξετύπωσεν ἢ σφραγῖδα οὐρανοῦ καὶ γῆς παραπλήσιον μήτρᾳ· ἐν αὐτῇ δὲ ἀνέφυσαν ἐκ τῶν ἀπείρων σφραγίδων διαφόρων ζῴων ἄπειρα πλήθη.

εἰς δὲ ταύτην πᾶσαν τὴν ὑπὸ τὸν οὐρανὸν ἐν τοῖς διαφόροις ζῴοις ἀπειρίαν κατέσπαρται καὶ καταμεμέρισται μετὰ τοῦ φωτὸς ἡ τοῦ πνεύματος ἄνωθεν εὐωδία. γέγονεν οὖν ἐκ τοῦ ὕδατος πρωτόγονος ἀρχὴ ἄνεμος σφοδρὸς κοὶ λάβρος καὶ πάσης γενέσεως αἴτιος. βρασμὸν γάρ τινα [*](5f Anklang an Demotrit Fr. 32 — 25 —S. 120,22 vgl. X 11, 7 —11 — 25 ff Bousset, Hauptprobleme der Gnosis S. 103 vergleicht die in Hippolyts Syntagma (Epiph. XXV 5, Filastrius 33, Tert. Adv. haer. 1) überlieferte Kosmogonie der Nikolaiten) [*](1 τε ö. δὲ Ρ 1f ψυχάζουσι so Ρ 4 τῆς παραθέσεως > We., Ζ. 2f 5f οἷον εἰ — ἀποπλάσῃ Bernays 6 ἀποπληγεὶς ö. 12 σφραγῖδος οὐρανοῦ καὶ γῆς Bernays (vgl. Ζ. 20f μεγάλης σφραγῖδος ἰδέαν, οὐρανὸν καὶ γῆν Η): σφραγὶς οὐρανοῦ καὶ γῆς Ρ, σφραγῖδος, οὐρανὸς καὶ γῆ ö. 16 ἀπαραλάκτως Ρ 16f ὑποκειμένων ö. 18f αὐτῶν μέσω τῶ οὐρανῶ καὶ τῆ γῆ Ρ, verb. Bernays 21 οὐρανῶ καὶ γῆ Ρ παραπλησίον Ρ αὐ γῇ δὲ ö., αὐτῇ δὲ τῇ <τῇ γῇ> Cruice, δ’ αὖ γῇ We., vgl. Ζ. 18 22 πλήθν Miller: πλεῖον Ρ 23 τὴν Bernays: ἡ Ρ ἀπειρίαν Bernays: ἀπειρία Ρ)

119
ἐμποιῶν τοῖς ὕδασιν ἀπὸ τῶν ὑδάτων διεγείρει κύματα·

ἡ δὲ τῶν κυμάτων γένεσις, οἱονεί τις οὖσα ὁρμὴ * * * ἐγκύμονα γεγονέναι τοῦ ἀνθρώπου ἢ τοῦ νοῦ, ὁπόταν ὑπὸ τῆς τοῦ πνεύματος ὁρμῆς ὀργήσασα ἐπείγηται. ἐπὰν δὲ τοῦτο τὸ ὑπὸ τοῦ ἀνέμου κῦμα ἐκ τοῦ ὕδατος ἐγερθὲν καὶ ἐγκύμονα ἐργασάμενον τὴν φύσιν γέννημα θηλείας εἰλήφῃ ἐν ἑαυτῷ, κατέχει τὸ κατεσπαρμένον φῶς ἄνωθεν μετὰ τῆς τοῦ πνεύματος εὐωδίας,

τουτέστι νοῦν μεμορφωμένον ὲν τοῖς διαφόροις εἴδεσι, ὅ ἐστι τέλειος θεός, ἐξ ἀγεννήτου φωτὸς ἄνωθεν καὶ πνεύματος κατενηνεγμένος εἰς ἀνθρωπίνην φύσιν ὥσπερ εἰς ναόν, φορᾷ φύσεως καὶ ἀνέμου κινήματι γεννηθεὶς ἐξ ὕδατος, συγκεκραμένος καὶ καταμεμιγμένος τοῖς σώμασιν, οἱονεὶ ἅλας τῶν γενομένων ὑπάρχων καὶ φῶς τοῦ σκότους, ἀπὸ τῶν σωμάτων σπεύδων λυθῆναι καὶ μὴ δυνάμενος τὴν λύσιν εὑρεῖν καὶ τὴν διέξοδον ἑαυτοῦ·