Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ κατ αὐτὴν ἄνωθεν τὴν κεφαλὴν ἐλεεινὸς ἄνθρωπος, ὁ Ἐν γόνασίν ἐστιν ὁρώμενος,

  • δεξιτεροῦ ποδὸς ἄκρον ἔχων σκολιοῖο δράκοντος.
  • κατὰ δὲ τὸν νῶτον τοῦ Ἐν γόνασίν ἐστιν ἀτελὴς ὄφις ἀμφοτέραις ταῖς χερσὶ κατεσφιγμένος ὑπὸ τοῦ Ὀφιούχου καὶ κωλυόμενος ἐφάψασθαι τοῦ στεφάνου παρακειμένου τῷ τελείῳ ὄφει.

    Αὕτη ἡ παμποίκιλος σοφία <τῆς> Περατικῆς αἱρέσεως, ἐξειπεῖν πᾶσαν δυσχερές, οὕτως οὖσαν σκολιὰν διὰ τὸ ἐκ τῆς ἀστρολογικῆς δοκεῖν συνεστάναι. καθὸ οὐν δυνατὸν ἠν, δι᾿ ὀλίγων πᾶσαν αὐτῆς τὴν δύναμιν ἐκτεθείμεθα. ἵνα δὲ καὶ) δι’ ἐπιτομῆς τὴν πᾶσαν αὐτῶν γνώμην ἐκθώμεθα, δοκεῖ προσθεῖναι ταῦτα. ἔστι κατ᾿ αὐτοὺς τὸ πᾶν πατήρ, υἱός, ὕλη· τούτων τῶν τριῶν ἕκαστον ἀπείρους ἔχει δυνάμεις έν ἑαυτῷ.

    καθέζεται οὐν μέσος τῆς ὕλης καὶ τοῦ πατρὸς ὁ υἱός, ὁ λόγος, ὁ ὄφις ἀεὶ κινούμενος πρὸς ἀκίνητον τὸν πατέρα καὶ κινουμένην τὴν ὕλην, καὶ ποτὲ μὲν στρέφεται πρὸς τὸν πατέρα καὶ ἀναλαμβάνει τὰς δυνάμεις εἰς τὸ πρόσωπον ἑαυτοῦ, ἀναλαβὼν δὲ τὰς δυνάμεις στρέφεται πρὸς τὴν ὕλην, καὶ ἡ ὕλη ἄποιος οὖσα καὶ ἀσχημάτιστος ἐκτυποῦται τὰς ἰδέας ἀπὸ τοῦ υἱοῦ, ἃς ὁ υἱὸς ἀπὸ τοῦ πατρὸς ἐτυπώσατο.

    ἐκτυποῦται δὲ ὁ μὲν υἱὸς ἀπὸ τοῦ πατρὸς ἀρρήτως καὶ ἀλάλως καὶ ἀμεταστάτως, οὕτως ὥς φησι Μωϋσῆς ἀπὸ τῶν ῥάβδων τῶν ἀπὸ τῶν ποτιστηρίων ῥερευκέναι τὰ χρώματα τῶν ἐγκεκισσηυμένων.

    ὁμοίως δ’ αὐ καὶ ἀπὸ τοῦ υἱοῦ ἐπὶ τὴν ὕλην ῥερευκέναι τὰς δυνάμεις κατὰ τὸ ἐγκίσσημα τῆς δυνάμεως τῆς ἀπὸ τῶν ῥάβδων ἐπὶ τὰ ἐγκεκισσημένα· ἡ δὲ διαφορὰ τῶν χρωμάτων καὶ ἡ ἀνομοιότης ῥεύσασα ἀπὸ τῶν ῥάβδων διὰ τῶν ὑδάτων ἐπὶ τὰ πρόβατα διαφορά, φησί, γενέσεώς ἐστι φθαρτῆς καὶ ἀφθάρτου·

    μᾶλλον δὲ ὤσπερ ζωγραφῶν ἀπὸ τῶν ζῴων μηδὲν ἀφαιρούμενος τῇ γραφίδι πάσας ἐπὶ τὸν πίνακα μεταφέρει τάς ἰδέας ἐγγράφων, οὕτω ὁ υἱὸς τῇ δυνάμει τῇ ἑαυτοῦ ἀπὸ τοῦ πατρὸς ἐπὶ τὴν ὕλην τοὺς πατρικοὺς μεταφέρει χαρακτῆρας. ἔστιν οὖν πάντα τὰ πατρικὰ ἐνθάδε καὶ [*](3 Arat V. 46 ο. IV 47, 1) — 7 Arat 70 ο. IV 47, 5) — 24ff Gen. 30, 37 ff) [*](11 + τῆς Miller 14 nach δὲ Raum von 4 Lettern, + καὶ We. 25 τῶν ἐπὶ τῶν We. 31 ζωγράφος We.)

    115
    οὐδέν.

    εἰ γάρ τις, φησίν, ἐξισχύσει τῶν ἐνθάδε καὶ ἐννοηθῆναι ὅτι ἐστὶ πατρικὸς χαρακτὴρ ἄνωθεν μετενηνεγμένος μένος ἐνθάδε σωματοποιηθείς, ὥσπερ ἐγκίσσμά τι τὸ ἀπὸ τῆς ῥάβδος λευκὸν γέγονεν, ὁμοούσιον τῷ πατρὶ τῷ ἐν τοῖς οὐρανοῖς ὅλως, καὶ ἐκεῖ ἀνέρχεται· ἐὰν δὲ μὴ τύχῃ τῆς διδασκαλίας ταύτης μηδὲ τὴν ἀνάγκην τῆς γενέσεως ἐπιγνῷ, ὥσπερ ἔκτρωμα ὑπὸ νύκτα γεννώμενον ὑπὸ νύκτα ἀπολεῖται.

    ὅταν οὖν, φησί, λέγῃ ὁ σωτήρ· »ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς«, ἐκεῖνον λέγει, ἀφ᾿ ο'Υ ὁ υἱὸς μεταλαβὼν τοὺς χαρακτῆρας μετενήνοχεν ἐνθάδε· ὅταν δὲ λέγῃ· »ὁ ὑμέτερος πατὴρ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνς ἐστί«, τὸν ἄρχοντα καὶ δημιουργὸν τῆς ὕλης λέγει, ὃς ἀναλαβὼν τοὺς διαδοθέντας ἀπὸ τοῦ υἱοῦ χαρακτῆρας ἐγέννησεν ἐνθάδε, ὅς ἐστιν ἀπ᾿ ἀρχῆς ἀνθρωποκτόνος· τὸ γὰρ ἔργον αὐτοῦ φθορὰν καὶ θάνατον ἐργάζεται.

    οὐδεὶς οὖν, φησί, δύναται σωθῆναι δίχα τοῦ υἱοῦ οὐδὲ ἀνελθεῖν· ὅς ἐστιν ὁ ὄφις. ὡς γὰρ κατήνεγκεν ἄνωθεν τοὺς πατρικοὺς χαρακτῆρας, οὕτως πάλιν ἐντεῦθεν ἀναφέρει τοὺς ἐξυπνισμένους καὶ γεγονότας πατρικοὺς χαρακτῆρας, ὑποστατοὺς ἐκ τοῦ ἀνυποστάτου ἐντεῦθεν ἐκεῖ μεταφέρων.

    τοῦτ᾿ ἐστί, φησί, τὸ εἰρημένον· »ἐγώ εἰμι ἡ θύρα«. μεταφέρει δέ, φησίν, † καμμοῦσιν ὀφθαλμοῦ βλεφάρου, ὥσπερ ὁ νάφθας τὸ πῦρ πανταχόθεν εἰς ἑαυτὸν ἐπισπώμενος, μᾶλλον δὲ ὥσπερ ἡ Ἡρακλεία λίθος τὸν σίδηρον, ἄλλο <δὲ> οὐδέν, ἢ ὥσπερ ἡ τοῦ ἱέρακος κερκὶς κερκὶς τὸ χρυσίον,