Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Καταφανὴς σύμπασιν εὐκόλως γεγένηται ἡ τῶν Περατῶν αἵρεσις ἀπὸ τῆς τῶν ἀστρολόγων μεθηρμοσμένη τοῖς ὀνόμασι μόνοις· τὸν δὲ αὐτὸν τρόπον περιέχει καὶ τὰ ἕτερα αὐτῶν βιβλία, εἴ τινι φίλον εἴη διὰ πάντων ἐλθεῖν.

πάντων γάρ, ὡς ἔφην, τῶν γεννητῶν τῆς γενέσεως αἴτια νομίζουσιν εἶναι τὰ ἀγέννητα καὶ τὰ ὑπερκείμενα, καὶ γεγονέναι κατὰ ἀπόρροιαν τὸν κόσμον τὸν καθ’ ἡμᾶς, ὃν ἰδικὸν ἐκεῖνοι καλοῦσι, καὶ τούτους πάντας ὁμοῦ τοὺς ἀστέρας τοὺς θεωρουμένους έν τῷ οὐρανῷ τῆς γενέσεως αἰτίους γεγονέναι τοῦδε τοῦ κόσμου, ἐναλλάξαντες αὐτῶν τὸ ὄνομα, ὡς ἀπὸ τῶν προαστείων ἔστι συγκρίναντας εὑρεῖν·

δεύτερον δὲ δὴ κατὰ τὸν αὐτὸν τρόπον, ὡς γέγονεν ὁ κόσμος κόσμος τῆς ἀπορροίας τῆς ἄνω, οὕτως τὰ ἐνθάδεἀπὸ τῆς ἀπορροίας τῶν ἀστέρεων γένεσιν ἔχειν καὶ φθορὰν λέγουσι καὶ διοικεῖσθαι.

ἐπεὶ γοῦν οἱ ἀστρολόγοι ἴσασιν ὡροσκόπον καὶ μεσουράνημα καὶ δύσιν καὶ ἀντιμεσουράνημα καὶ τούτων τῶν ἄστρων ἄλλοτε ἄλλως κινουμένων διὰ τὴν στροφὴν ἀεὶ τοῦ παντὸς ἄλλοτε ἄλλα ἀποκλίματα εἶναι κατὰ κέντρον καὶ κέντροις ἐπαναφοράς, ἀλληγοροῦντες τὴν διαταγὴν τῶν ἀστρολόγων τὸ μὲν κέντρον οἱονεὶ θεὸν καὶ μονάδα καὶ κύριον τῆς πάσης γενέσεως ὑποτυποῦσι, τὸ δὲ ἀπό- [*](26—29 vgl. Sext. Adv. astrol. § 13. 14; Vettius Valens II 2 S. 56 é-Leclercq, ’astrologie grecque, Paris 1899 S. 273f) [*](4 Φαέθων? ö. ταδύηκεν κέλαδος Ρ: Τυδεύς Ἐγκέλαδος ö., Τάλο,ς Κέλαδος Miller 8 ἀθαμάς Ρ 11 ἀμημώνη Ρ 12 Ἰασίων ö.: ἰάσων Ρ 13 <οἱ> ἕως We. 14 καταφανῆ Ρ 19 ἀπορίαν Ρ εἰδικὸν Cruice 21 τοῦδε (so) Ρ (nicht τούσδε) 22 ἐναλλάξαντας Miller 27 δῦνον Sext. 28 κινουμένων Miller: γινομένων P 29 καὶ κέντρων? ö. 31 ὑποτυποῦσι ö.: ὑποτυποῦντες P)

111
κλιμα ἀριστερόν, τὴν δ᾿ ἐπαναφορὰν δεξιόν.

ὅταν οὖν τοῖς γράμμασιν αὐτῶν εντυχών τις δύναμιν εὑρίσκῃ παρ᾿ αὐτοῖς λεγομένην δεξιὰν ἢ ἀριστεράν, ἀνατρεχέτω ἐπὶ τὸ κέντρον καὶ τὸ ἀπόκλιμα καὶ τὴν <ἐπ>αναφοράν, <καὶ> κατόψεται σαφῶς πᾶσαν αὐτῶν τὴν πραγματείαν ἀστρολογικὴν διδασκαλίαν καθεστῶνσαν.