Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Δοκεῖ οὖν παρατάξαι μίαν τινὰ τῶν παρ᾿ αὐτοῖς δοξαζομένων βίβλων, ἐν ᾐ λέγει· »ἐγὼ φωνὴ ἐξυπνισμοῦ ἐν τῷ αἰῶνι τῆς νυκτός· λοιπὸν ἄρχομαι γυμνοῦν τὴν ἀπὸ τοῦ χάους δύναμιν. ἡ δύναμις τοῦ ἀβυσσικοῦ θολοῦ, ἡ τὸν πηλὸν ἀναβαστάζουσα τοῦ ἀφθάρτου ἀχανοῦς διύγρου, ἡ τοῦ σπάσματος ὅλη δύναμις ὑδατόχρους ἀεικίνητος, φέρουσα τὰ μένοντα, κατέχουσα τὰ τρέμοντα, ἀπολύουσα τὰ ἐρχόμενα, κουφίζουσα τὰ μένοντα, καθαιροῦσα τὰ αὔξοντα, πιστὴ οἰκονόμος τοῦ ἴχνους τῶν ἀέρων, ἡ τὰ ἀνερευγόμενα ἀπὸ τῶν δώδεκα ὀφθαλμῶν ἐντολῆς ἀπολαύουσα, σφραγῖδα δηλοῦσα πρὸς τὴν μετ’ αὐτῶν οἰκονομοῦσαν τῶν ἐπιφερομένων ἀοράτων ὑδάτων δύναμιν, ἐκλήθη Θάλασσα.

ταύτην τὴν δύναμιν ἡ ἀγνωσία ἐκάλεσε Κρόνον, δεσμοῖς φρουρούμενον, ἐπεὶ ἔσφιγγε τὸ σύμπλεγμα τοῦ πυκνοῦ καὶ ὁμιχλώδους ἀδήλου σκοτεινοῦ ταρτάρου. ταύτης ἐγένοντο κατ’ εἰκόνα Κηφεύς, Προμηθεύς, Ἰαπετός.

δύναμις πεπιστευμένη τὴν Θάλασσαν ἀρρενόθηλυς, ἣ τὸν ἀνατρέχοντα συριγμὸν ἀπὸ τῶν [*](14 vgl. Job. 1. 23 ἐγὼ φωνὴ βοῶντος. — ἐξυπνισμοῦ] vgl. S. 86, 6. 87, 2 — 15. 23 Berossos Fr. 1 (FHG S. 497) γενέσθαι φησὶ χρόνον, ἐν ᾧ τὸ πᾶν σκότος καὶ ὕδωρ εἶναι . . . . ἄρχειν δὲ τούτων πάντων γυναῖκα, ᾗ ὄνομα Ὁμόρωκα Ὀμόρκα Scaliger), εἶναι δὲ τοῦτο Χαλδαϊστὶ μὲν Θαλάτθ, Ἑλληνιστὶ δὲ μεθερμηνεύεσθαι θάλασσα — 17 ὑδατόχρους] vgl. S. 111, 15 — 20f Beziehung auf Exod. 15, 27 ιβ πηγαὶ ὑδάτων) Cruize) [*](5 προσαγορεύοντες. καλοῦντες <οὖν> ö., doch s. Η 6 ἑαυτοὺς Ρ, Miller 11 συγκρίναντες Ρ Περατικοὸ ö.: περάται Ρ, Περατῶν Miller 16 θολοῦ ö.: θόλου Ρ 19 μέλλοντα? We., στένοντα Cr uice 21 ἀπολαβοῦσα We., ἀπολούουσα Baxmann, Ζ. ür bist. Tbeol. 1860 S. 238 δηλοῦσα Miller (als Text von P): δηλοῦσαν Ρ 22 μετ’ αὐτῆς Cruice 23 <ἣ> ἐκλήθη Cruice 24 Miller: τῆς Ρ 27 ἣ Miller: ἢ Ρ)

109
δώδεκα στομάτων τοῖς δώδεκα αὐλίσκοις ἁρμόζουσα διαχύνει λεπτὴ οὖσα καὶ καθαιροῦσα τὴν κατέχουσαν λάβρον ἀναφοράν, καὶ σφραγίζει ἀτραπῶν ὁδοὺς αὐτῆς, πρὸς τὸ μὴ πολεμῆσαι ἢ ἐναλλάξαι τὸ † μὴ δι᾿ αὐτῆς θυγάτηρ τυφωνικὴ πιστὴ φύλαξ ὑδάτων παντοίων. ὄνομα αὐτῇ Χορζάρ· ταύτην ἡ ἀγνωσία ἐκάλεσε Ποσειδῶνα, οὗ κατ’ εἰκόνα ἐγένετο Γλαῦκος, Μελικέρτης, Ἰνώ, Νεβρόη.

περιεσφαιρωκὼς τὴν δωδεκαγώνιον πυραμίδα, πύλην εἰς πυραμίδα σκοτίζων ποικίλαις χρόαις καὶ ἀπαρτίζων πᾶσαν τὴν νυκτόχρουν — τοῦτον ἡ ἀγνωσία ἐκάλεσε Κόρην —, οὗ λειτουργοὶ πέντε· πρῶτος Οὔ, δεύτρος Ἀοαί, τρίτος Οὐώ, τέταρτος Οὐωάβ, πέμπτος † ἄλλοι πιστοὶ οἰκονόμοι αὐτοῦ τῆς τοπαρχίας ἡμέρας καὶ νυκτὸς οἱ ἀναπαυόμενοι ἐν τῇ ἐξουσίᾳ αὐτῶν.

τούτους ἡ ἀγνωσία ἐκάλεσε τοὺς πλανήτας ἀστέρας, ἐφ’ ὧν ἡ φθαρτὴ γένεσις αἰωρεῖται. ἀέρος ἀνατολῆς οἰκονόμος Καρφακασημεοχείρ, Ἐκκαββάκαρα· τούτους ἐκάλεσεν ἡ ἀγνωσία Κουρῆτας. ἄρχων ἀνέμων τρίτος Ἀριήλ, οὗ κατ’ εἰκόνα ἐγένετο Αἴολος, Βριάρης.