Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ὀ Κηφεύς, φησίν, αὐτοῦ ἐστι πλησίον καὶ ἡ Κασσιέπεια καὶ Ἀνδρομένδα καὶ ὁ Περσεύς, μεγάλα τῆς κτίσεως γράμματα τοῖς ἰδεῖν δυναμένοις. Κηφέα γάρ φησιν εἶναι τὸν Ἀδάμ, τὴν Κασσιέπειαν Εὔαν, τὴν Ἀνδρομέδαν τὴν ἀμφοτέρων τούτων ψυχήν, τὸν Περσέα Λόγον, πτερωτὸν Διὸς ἔγγονον, τὸ Κῆτος τὸ ἐπίβουλον θηρίον.

οὐκ ἐπ᾿ ἄλλον τινὰ τούτων, ἀλλ᾿ ἐπὶ μόνην τὴν Ἀνδρομέδαν ἔρχεται ὁ ἀποκτείνας τὸ θηρίον, οὗ καὶ τὴν Ἀνδρομέδαν πρὸς ἑαυτὸν λαβὼν ἔκδοτον δεδεμένην τῷ θηρίῳ ὁ λόγος, φησίν, ὁ Περσεὺς ῥύεται. Περσεὺς δέ ἐστιν ὁ ὑπόπτερος ἄζων, ὁ περαίνων ἑκατέρους τοὺς πόλους διὰ μέσης τῆς γῆς καὶ στρέφων τὸν κόσμον.

ἔστι δὲ καὶ τὸ πνεῦμα τὸ ἐν τῷ κόσμῳ ὁ ὄρνις ὁ Κύκνος παρὰ τὰς ἄρκτους, μουσικὸν ζῷον, τοῦ θείου σύμβολον πνεύματος, ὅτι πρὸς αὐτοῖς ἤδη τοῖς τέρμασι γενόμενον τοῦ βίου μόνον ᾄδειν πέφυκε, μετὰ ἀγαθῆς ἐλπίδος τῆς κτίσεως τῆς πονηρᾶς ἀπαλλασσόμενον, ὕμνους ἀναπέμπον τῷ θεῷ.

καρκίνοι δὲ καὶ ταῦροι καὶ λέοντες καὶ κριοὶ καὶ αἶγες καὶ ἔριφοι καὶ ὅσα ἄλλα θηρία διὰ τῶν ἄστρων ὀνομάζεται κατὰ τὸν [*](13 Arat V. 179 — 24 Arat V. 273 ff; Comm. in Aratum 394, 20 — Schwanengesang, s. üllenhoff, Deutsche Altertumskunde II 1ff) [*](1 + καὶ Miller τῶν φυτῶν ö.: τὸ (oder τὲ?) φυτὸν Ρ, τῶν <ἐπιγείων> φυτῶν? We. 6 <μεγάλῃ> κτίσει Cruice 7 παραφυλάσσειν Ρ, verb. #x003E; τηρῶν Cruize 10 <κτίσεως> εἰκὼν? Cruice τοῖς] τοῦ Ρ, vgl. Ζ. 11 ἐστιν] ἔστι τι? We. κατὰ] καὶ Cruice, > We. 13 Ἰασίδαο Arat: εἰς ἀΐδαο 14 κασιέπεια Ρ 15 <ἡ> Ἀνδρομέδα Cruice 16 κασιέπειαν F 17 τὴν ö.: τῶν ἀμφ. Ρ 19 τούτου Ρ 20 οὗ > We. Ἀνδρομέδαν] + ὠς, getilgt Ρ 25 σύμβουλον Ρ 26 σπέρμασι Ρ 27 ἀναπέμπων Ρ)

74
οὐρανόν, εἰκόνες δή, φησίν, εἰσὶ καὶ παραδείγματα, ἀφ’ ὧν ἡ μεταβλητὴ κτίσις λαμβάνουσα τὰς ἰδέας τοιούτων ζῴων γίνεται πλήρης.

Τούτοις χρώμενοι τοῖς λόγοις ἀπατᾶν νομίζουσι πολλούς, ὅσοι περιεργότερον τοῖς ἀστρολόγοις προσέχουσιν, ἐντεῦθεν τὴν θεοσέβειαν συνιστᾶν πειρώμενοι μακρὰν ἀπεμφαίνουσαν τῆς τούτων ὑπολήψεως. λήψεως. διό, ἀγαπητοί, φύγωμεν τὸ μικροθαύμαστον τοῦ ὄρνιθος τοῦ ὤτου· ταῦτα γὰρ καὶ τὰ τοιάδε ὄρχησίς ἐστι καὶ οὐκ ἀλήθεια.

οὐδὲ γὰρ τὰ ἄστρα ταῦτα δηλοῖ, ἀλλὰ ἰδίως οἱ ἄνθρωποι πρὸς ἐπισημείωσίν τινων ἄστρων ὀνόματα οὕτως ἐπεκάλεσαν, ἴνα αὐτοῖς ἐπίσημα ᾖ. τί γὰρ ἄρκτου ἢ λέοντος ἢ ἐρίφων ἢ ὑδροχόου ἢ Κηφέως ἢ Ἀνδρομέδας ἢ τῶν ἐν Ἅιδου ὀνομαζομένων εἰδώλων ὅμοιον ἔχουσιν ἀστέρες διεσπαρμένοι κατὰ τὸν οὐρανόν, πολὺ μεταγενεστέρων γεγενημένων τούτων τῶν ἀνθρώπων καὶ τῶν ὀνομάτων ἢ τῶν ἄστρων συνέστηκε γέννησις, ἵνα καὶ οἱ αἱρετικοὶ καταπλαγέντες τὸ θαῦμα οὕτως ἐξεργάσωνται διὰ τοιῶνδε λόγων τὰ ἴδια δόγματα συνιστᾶν;

Ἀλλ᾿ ἐπεὶ σχεδὸν πᾶσα αἵρεσις διὰ τῆς ἀριθμητικῆς τέχνης ἐφεῦρεν ἑβδομάδων μέτρα καὶ αἰώνων τινὰς προβολάς, ἄλλων ἄλλως τὴν τέχνην διασπώντων καὶ τοῖς ὀνόμασι μόνον διαλλασσόντων — τούτων δὲ αὐτοῖς διδάσκαλος γίνεται Πυθαγόρας, πρῶτος εἰς Ἕλληνας ἀπ’ Αἰγύπτου τοὺς τοιούτους ἀριθμοὺς παραδούς —, δοκεῖ μηδὲ τοῦτο παραλιπεῖν, ἀλλὰ διὰ συντόμου δείξαντας ἐπὶ τὴν τῶν ζητουμένων ἀπόδειξιν χωρῆσαι.

γεγόνασιν ἀριθμητι<κοὶ> καὶ οἷς μάλιστα τὰς ἀρχὰς παρεσχηκέναι δοκεῖ πρῶτος Πυθαγόρας· καὶ οὐτοι τῶν ἀριθμῶν εἰς ἄπειρον ἀεὶ προχωρεῖν δυναμένων τῷ πολυπλασιασμῷ καὶ τοῖς σχήμασι τὰς πρώτας ἔλαβον ἀρχὰς οἱονεὶ θεωρητὰς μόνῳ τῷ λόγῳ. γεωμετρίας γάρ, ὥς ἐστιν ἐνιδεῖν, σημεῖόν ἐστιν ἀρχὴ ἀμερές, ἀπ’ ἐκείνου δὲ τοῦ σημείου τῇ τέχνῃ ἡ τῶν ἀπείρων σχημάτων ἀπὸ τοῦ σημείου γένεσις εὑρίσκεται.

ῥυὲν τὸ σημεῖον ἐπὶ μῆκος γίνεται γραμμὴ μετὰ τὴν ῥύσιν, πέρας ἔχουσα σημεῖον, γραμμὴ δὲ ἐπὶ πλάτος ῥυεῖσα ἐπίπεδον γεννᾷ, πέρατα δὲ τοῦ ἐπιπέδου γραμμαί, ἐπί- [*](7—9 S. zu S. 53, 23 — 11 über die der sphaera barbarica örigen s. Fr. Boll, ära S. 246 ff. 388 — 26-S. 75,1 vgl. z. B. Sext. Adv. math. III 19—21. VII 99. 100. IX 380f; Philo De opif. § 49 Cohn, De decal. § (De opif. mundi ed. Cohn, Vratislaviae 1889 S. 73f)) [*](1 δή ö.: δέ Ρ, > Miller 4 πρτιρτηςουρτοι falsch als Text von Ρ 7 οὐδὲν ö. 8 τὰ > ö. ümlich) 9 ἐπισημανῆ Ρ, verb. Miller 12 Ρ 13 ἢ <ἡ> Cruice (zweifelhaft, ob ἢ oder ἡ in P), wohl ἄστρων Cruice: ἀνθρώπων Ρ 14 γένεσις Cruice 15 συνιστᾶν < > ? vorher πειρῶνται vgl. S. 76, 5. 6 17 ἀλληνάλλως Ρ 18 διαλασσόνων Ρ 22 ἀριθμητικαὶ γεωμετρίαι Ρ, verb. Miller 24 οὗτοι Miller: τούτων Ρ)

75
πεδον δὲ ῥυὲν εἰς βάθος γίνεται σῶμα· στερεοῦ δὲ ὑπάρξαντος, οὕτως ἐξ ἐλαχίστου σημείου παντελῶς ἡ τοῦ μεγάλου σώματος ὑπέστη φύσις, καὶ τοῦτό ἐστιν ὃ λέγει Σίμων οὕτως· τὸ μικρὸν μέγα ἔσται, οἱονεὶ σημεῖον μεῖον ὄν, τὸ δὲ μέγα ἀπέραντον, κατακολουθῶν τῷ γεωμετρουμένῳ σημείῳ.

τῆς δὲ ἀριθμητικῆς κατὰ σύνθεσιν ἐχούσης τὴν φιλοσοφίαν σοφίαν ἀριθμὸς γέγονεν ἀρχή, ὅπερ ἐστὶν ἀόριστον, ἀκατάληπτον, ἔχων ἐν ἐαυτῷ πάντας τοὺς ἐπ᾿ ἄπειρον ἐλθεῖν δυναμένους ἀριθμοὺς κατὰ τὸ πλῆθος. τῶν δὲ ἀριθμῶν ἀρχὴ γέγονε καθ’ ὑπόστασιν ἡ πρώτη μονάς, ἥτις ἐστὶ μονὰς ἄρσην, γεννῶσα πατρικῶς τοὺς ἄλλους πάντας ἀριθμούς.

δεύτερον ἡ δυάς, θῆλυς ἀριθμός, ὁ δὲ αὐτὸς καὶ ἄρτιος ὑπὸ τῶν ἀριθμητικῶν καλεῖται. τρίτον ἡ τριάς, ἀριθμὸς ἄρσην· οὗτος καὶ περισσὸς ὑπὸ τῶν ἀριθμητικῶν νενομοθέτηται καλεῖσθαι. ἐφ’ ἄπασι δὲ τούτοις ἡ τετράς, θῆλυς ἀριθμός, ὁ δὲ αὐτὸς οὐτος καὶ ἄρτιος καλεῖται, ὅτι θῆλύς ἐστι.

γεγόνασιν οὖν οἱ πάντες ἀριθμοὶ ληφθέντες ἀπὸ του] γένους τέσσαρες ἀριθμὸς δὲ ἦν τὸ γένος ἀόριστος), ἀφ᾿ ὧν ὁ τέλειος αὐτοῖς ἀριθμὸς συνέστηκεν, ἡ δεκάς· τὸ γὰρ ἕν, δύο, τρία, τέσσαρα γίνεται δέκα, ὡς προαποδέδεικται, ἐὰν ἐκάστῳ τῶν ἀριθμῶν φυλάττηται κατ’ οὐσίαν ὄνομα τὸ οἰκεῖον.

αὕτη ἐστὶν ἡ κατὰ Πυθαγόραν ἱερὰ τετρακτὺς ἀεννάου φύσεως ῥιζώματ’ ἔχουσα ἐν ἑαυτῇ, τουτέστι τοὺς ἄλλους πάντας ἀριθμούς· ὁ γὰρ ἕνδεκα καὶ δώδεκα καὶ οἱ λοιποὶ τὴν ἀρχὴν τῆς γενέσεως ἀπὸ τῶν δέκα λαμβάνουσι. ταύτης τῆς δεκάδος, τοῦ τελείου ἀριθμοῦ, τὰ τέσσαρα καλεῖται μέρη· ἀριθμός, μονάς, δύναμις, κύβος.

οἷς ἐπιπλοκαὶ καὶ μίξεις πρὸς γένεσιν αὐ)ξήσεως γίνονται, κατὰ φύσιν τὸν γόνιμον ἀριθμὸν ἐπιτελοῦσαι· ὅταν γὰρ δύναμις αὐτὴ ἐφ᾿ ἑαυτὴν κυβισθήσεται, γέγονε δυναμοδύναμις· ὅταν δὲ δύναμις ἐπὶ κύβον, γέγονε δυναμόκυβος· ὅταν δὲ κύβος ἐπὶ κύβον, γέγονε κυβόκυβος· ὡς γίνεσθαι τοὺς π·άντας ἀριθμοὺς ἑπτά, ἵνα ἡ τῶν γινομένων μένων γένηται ἐξ ἑβδομάδος, ἥτις ἐστίν· ἀριθμός, μονάς, δύναμις, κύβος, δυναμοδύναμις, δυναμοκυβος,