Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἔστι δὲ πρὸς τὴν μονάδα φυσικωτέρα κατὰ τὴν τῆς ἑξακύκλου ἕλικος πραγματείαν, τῆς δυάδος κατὰ τὴν ἄρτιον θέσιν τῶν ἀριθμῶν καὶ διαίρεσιν.

συγγενὴς δὲ ὁ ἀριθμός ἐστι τοῦ δ καὶ η. ταῦτα δὲ ἐκ τῆς μονάδος ἀριθμὸν λαβόντα † πρόνοιαν ἀρετῆς ἐχώρησε μέχρι τῶν ݲ στοιχείων, λέγω δὴ τοῦ πνεύματος καὶ πυρὸς ὕδατός τε καὶ γῆς· καὶ ἐκ τούτων ποιήσας τὸν κόσμον ἀρρενόθηλυν αὐτὸν κατεσκεύασε, καὶ δύο μὲν στοιχεῖα εἰς τὸ ἄνω ἡμισφαίριον προσέταξε, τό τε πνεῦμα καὶ τὸ πῦρ, καὶ καλεῖται τοῦτο <τὸ> ἡμισφαίριον τῆς μονάδος τε καὶ ἀνωφερὲς καὶ ἀρσενικόν·

λεπτομερὴς γὰρ οὖσα ἡ μονὰς ποτᾶται εἰς τὸ λεπτότατον μέρος καὶ καθαρώτατον τοῦ αἰθέρος· τά τε ἄλλα δύο στοιχεῖα ὄντα παχύτερα ἀπένειμεν τῇ δυάδι, γῆν τε καὶ ὕδωρ, καὶ καλεῖται τοῦτο τὸ ἡμισφαίριον κατωφερὲς θηλυκόν τε καὶ κακοποιόν· καὶ αὐτὰ δὲ πάλιν τὰ ἄνω δύο στοιχεῖα ἑαυτοῖς συγκρινόμενα ἔχουσιν ἐν ἑαυτοῖς τὸ ἄρρεν καὶ τὸ θῆλυ πρὸς εὐκαρπίαν καὶ αὔξησιν τῶν ὅλων.

καὶ τὸ μὲν πῦρ ἄρρεν ἐστί, τὸ δὲ πνεῦμα θῆλυ· καὶ πάλιν τὸ ὕδωρ ἄρρεν ἐστίν, ἡ δὲ γῆ θῆλυ. καὶ οὕτως ἀπ᾿ ἀρχῆς συνεβίωσε τὸ πῦρ τῷ πνεύματι, τῇ δὲ γῇ τὸ ὕδωρ. ὥσπερ γὰρ δύναμις τοῦ πνεύματός ἐστι τὸ πῦρ, οὕτως καὶ τῆς γῆς τὸ ὕδωρ.

Καὶ αὐτὰ δὲ τὰ στοιχεῖα ψηφιζόμενα καὶ ἀναλυόμενα καθ’ ὑφαίρεσιν ἐννάδων λήγει οἰκείως, ἂ μὲν εἰς τὸν ἀρρενικὸν ἀριθμόν, ἃ δὲ εἰς τὸν θηλυκόν· ὑφαιρεῖται δὲ πάλιν ἡ ἐννὰς διὰ ταύτην τὴν αἰτίαν, διὰ τὸ τὰς τριακοσίας ἑξήκοντα τοῦ ὅλου μοίρας ἐξ ἐννεάδων συνίστασθαι καὶ διὰ τοῦτο τὰ τέτταρα πλινθία τοῦ κόσμου ἐνενήκοντα μοιρῶν περιγεγράφθαι τελείων.

προσῳκείωται δὲ τῇ μονάδι τὸ φῶς, τῇ δὲ δυάδι τὸ σκότος, καὶ τῷ μὲν φωτὶ κατὰ φύσιν ἡ ζωή, τῇ δὲ [*](2 ἑξακύκλου ἕλικος] Piatos Timaios S. 36 C D ο. IV 8, 1)? — 7f s. z. B. Philo De decalogo § 56. 57 Cohn — 21ff über die ἐννάς s. IV 14 — 24 über die 360 μοῖραι s. z. B. Sext. Emp. Adv. astrol. § 5 — 26ff. 67, 10ff über die pythagoreischen συστοιχίαι s. Diels, Vorsokr. I 347ff) [*](1 θ > Cruice 2 τῆς Miller: τοῦ Ρ 5 ἀριθμὸν] ἀριθμοῦ Miller, ἀρχὴν λαβόντα πρώτην οἱονεὶ θεωρητὴν We., vgl. IV 51, 2 ἐχώρισε Roeper δων Ρ 7 <ὁ> ποιήσας Miller 9 + τὸ Miller 1 7 τὸ <μὲν> 20 hinter ὕδωρ Lücke Miller 21 ἀναλυόμενα Roeper: ἀποδυόμενα Ρ Ρ λέγει οἰκειωσαμένη εἰς Ρ, verb. Gö. 23 θηλυκὸν ö.: θῆλυ, Abkürzungsstrich = ν noch kenntlich) 25 τέτταρα Roeper: 26 προσοικείωται Ρ)

67
δυάδι ὁ θάνατος, καὶ τῇ μὲν ζωῇ <ἡ> δικαιοσύνη, τῷ δὲ θανάτῳ ἀδικία. διὸ πᾶν γεννώμενον ἐν τοῖς ἀρσενικοῖς ἀριθμοῖς ἀγαθοποιόν ἐστι, τὸ δὲ ἐν τοῖς θηλυκοῖς κακοποιόν ἐστιν, οἶον ψηφίζουσι·