Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

νῦν δὲ ἡ πολλῶν δυναμένων σωθῆναι νέων φροντὶς ἔπεισε διδάξαι καὶ προειπεῖν φυλακῆς ἕνεκεν ὡς γὰρ χρήσεταί τις αὐταῖς πρὸς κακοῦ μάθησιν, οὕτω τις ἕτερος μαθὼν φυλάξεται. καὶ αὐτοὶ δὲ οἱ τοῦ βίου λυμεῶνες μάγοι αἰσχ·υνθήσονται τῇ τέχνῃ χρώμενοι. μαθόντες δὲ ἀφ᾿ ἡμῶν ταῦτα προ(μηνυθέντα) ἐμποδισθήσονται τυχὸν τῆς ἀπονοίας. ἵνα δὲ μὴ λύηται ταύτῃ ἡ σφραγίς, στέαρ ὕειον καὶ τρίχας τῷ κηρῷ τις μίξας σφραγιζέτω.

Ἀλλ᾿ οὐδὲ τὴν λεκανομαντείαν αὐτῶν οὖσαν πανούργημα σιωπήσομαι. οἴκημα γάρ τι κεκλεισμένον σκευάσαντες καὶ κυάνῳ τὸν ὄροφον χρίσαντες εἰς δὴ τὸ † παρὸν ἐπάγονται σκεύη τινὰ κυάνεα καὶ ἀνατείνουσι, μέση δὲ λεκάνη κατὰ τῆς γῆς ὕδατος μεστὴ τίθεται, ἣ τὴν ἀντανάκλασιν τῆς κυάνου προσπεσοῦσαν δίκην οὐρανοῦ ἐνδείκνυσιν.

ἔχει δὲ καὶ στόμιόν τι τὸ ἔδαφος λεληθός, ᾧ ἐπικειμένη ἡ λεκάνη τὸν μὲν πυθμένα ἔχει ὑαλοῦν, αὐτὴ δέ ἐστι πετρίνη· ὕπεστι δὲ οἶκος λεληθώς, εἰς ὂν συμπορευόμενοι οἱ συμπαικται σχήματα ὧν ἂν βούληται δεινύναι ὁ μάγος θεῶν καὶ δαιμόνων ἐνδυσάμενοι ἐμφαίνουσιν, οὓς Μορῶν ὁ πλανώμενος τὸ πανούργημα καταπέπληγε τῶν μάγων καὶ λοιπὸν πάντα πιστεύει τὰ ὑπ᾿ αὐτοῦ ῥηθησόμενα.

Δαίμονα δὲ ποιεῖ καίεσθαι, ἐν τοίχῳ διατυπώσας σχῆμα ὃ βούλεται, εἶτα λαθραίως ἐπιχρίει φαρμάκῳ μεμιγένῳ τῷδε τῷ τρόπῳ, λακωνικῷ καὶ ἀσφάλτῳ ζακυνθίᾳ· εἶτα ὡς ἀποφοιβάζων βάζων τὴν λαμπάδα προσφέρει τῷ τοίχῳ, τὸ δὲ φάρμακον ἐκλάμψαν καίεται.