Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἀρχὴ μὲν οὖν καὶ ὥσπερ θεμέλιός ἐστι στήσαι τὸν ὡροσκόπον. ἀπὸ τούτου γὰρ τὰ λοιπὰ τῶν κέντρων λαμβάνεται, τά τε ἀποκλίματα καὶ αἱ ἐπαναφοραὶ τὰ τε τρίγωνα καὶ <τὰ> τετράγωνα καὶ οἱ καὶ αὐτὰ σχηματισμοὶ τῶν ἀστέρων, ἀπὸ δὲ πάντων τούτων αἱ προαγορείσείς.

ὅθεν ἀναιρεθέντος τοῦ ὡροσκόπου κατὰ ἀνάγκην οὐδὲ τὸ μεσουρανοῦν <ἢ δῦνον ἢ ἀντιμεσουρανοῦν> ἐστι γνώριμον ἀκαταληπτουμένων δὲ τούτων συναφανίζεται πᾶσα <ἡ> Χαλδαϊκὴ [*](5—7 vgl. V 13, 12 — 23 S. 35, 22 Sext, § 50—61) [*](1 ὑπερσεληναίοις PH: ἐπουρανίοις Sext. 2 ἀσυμπάθεια Sext.: συμπάθεια PH 3 Ἀκεμβὴς] V 13, 9, Ἀδέμης Χ 10, 1 und Theodoret, Haer. fab. I 17 Sacror. concil. collectio ed. Mansi Bd. XI 849 9 φθάσωμεν (nicht φράσωμεν) Ρ 11 τούτοις Ρ 12 πλάνην Ρ 14 ἐγέχομεν Miller, προσέχομεν in den Addenda Millers 17 ἐναλλάγξαντες Ρ ἐνθένδε? Cruize ἐπὶ Ρ 20 τὰ νῦν] τοίνυν Ρ 23 ἐστι στῆσαι Gö. (vgl. S. 35, 21): ἐπιστῆναι Ρ, ἐστὶ τὸ στῆσαι (στῆναι HSS) Sext. 25 αἱ > HSS des Sext. τὰ Sext.: > Ρ 28 οὐδὲ τὸ Sext.: οὔτέτι Ρ, οὔτε τι Miller <> Sext. 29 ἀκαταληποτουμένων Sext.: ἀκαταληπτούντων Ρ ἡ Sext.: > Ρ)

34
μέθοδος. ὅτι δὲ ἀνεύρετον αὐτοῖς ἐστι τὸ ὡροσκοποῦν ζῴδιον, ποικίλως ἔστι διδάσκειν.

ἴνα γὰρ τοῦτο καταληφθῇ, δεῖ πρῶτον μὲν τὴν γένεσιν τοῦ πίπτοντος ὑπὸ τὴν ἐπίσκεψιν βεβαίως κατειλῆφθαι, δεύτερον <δὲ> τὸ διασημαῖνον ταύτην ὡροσκόπιον <ἀπλανὲς> ὑπάρχειν, τρίτον δὲ τὴν ἀναφορὰν τοῦ ζῳδίου πρὸς ἀκρίβειαν συνῶφθαι.

ἐπὶ μὲν γὰρ τῆς ἀποτέξεως ἡ ἀναφορὰ τοῦ κατ᾿ οὐρανὸν ἀνίσχοντος ζῳδίου τετηρήσθω, ἐπεὶ τὸ ὡροσκοποῦν ὀρισάμενοι οἱ Χαλδαῖοι ἐπὶ τὴν ἀναφορὰν τὸν <συ> σχηματισμὸν τῶν ἄστρων ὅπερ ὅπερ καλοῦσιν, ἐφ’ ᾧ τὰς προαγορεύσεις δογματίζουσιν. οὔτε δὲ τὴν γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πιπτόντων λαμβάνειν δυνατόν ἐστιν, ὡς παραστήσω, οὔτε τὸ ὡροσκόπιον ἀπλανὲς καθέστηκεν, οὔτε τὸ ἀνίσχον ζῴδιον πρὸς ἀκρίβειαν καταλαμβάνεται.

πῶς οὖν ἀσ<ύσ> τατος ἡ τῶν Χαλδαίων μέθοδος, νῦν λέγωμεν. τὴν γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πεσουμένων πρότερον ὁρίσαντες ἐπιζητεῖν ἤτοι ἀπὸ τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως λαμβάνουσιν ἢ ἀπὸ ἐκτέξεως.

καὶ εἰ μὲν ἀπὸ τῆς συλλήψεως λαμβάνειν ἐπιχειρήσει τις, ἄληπτός ἐστιν ὁ ἀκριβὴς περὶ τούτου λόγος, ταχὺς ὑπάρχων χρόνος· καὶ εἰκότως· οὐ γὰρ ἔχομεν λέγειν, εἴτε ἅμα τῇ μεταθέσει τοῦ σπέρματος γέγονεν ἡ σύλληψις εἴτε καὶ μή.

δύναται μὲν γὰρ καὶ ἅμα νοήματι τοῦτο συμβαίνειν, ὥσπερ καὶ τὸ προσαχθὲν τοῖς διαπύροις τῶν κλιβάνων στέαρ εὐθὺς κολλᾶται. δύναται δὲ καὶ μετὰ χρόνον. διαστήματος γὰρ ὄντος ἀπὸ τοῦ στόματος τῆς μήτρας μέχρι τοῦ πυθμένος, ἔνθα καὶ τὰς συλλήψεις λέγουσι γίνεσθαι ἰατροί, πάντως ἐν χρόνῳ τινὶ τὸ διάστημα τοῦτο ἀνύειν πέφυκε καταβαλλομένη [*](2 ἔνεστι Sext. 4 δὲ Sext.: x003E; P διασημαῖνον Sext.: διασημαινόμενον ἀπλανὲς Sext.: x003C; P, doch s. Z. 11 5 ἀναφορὰν Sexi: διαφορὰν Ρ 6 Sext.: ἀπὸ Ρ ἀποτέξεως Sext.: ἀποτάξεως Ρ (einige HSS des Sext.), doch s. S. 35, 24tf διαφορὰ gibt ümlich Miller als Text von Ρ 6f Sext.: ἴσχοντος Ρ, doch s. Ζ. 12 7 τετηρείσθω Ρ ἐπὶ Ρ —9 τετήρηται, καθάπερ διακόνῳ πρὸς τὴν τήρησιν τοῦ ὡροσκόπου χρησαμένων τῶν Χαλδαίων· ἐπὶ δὲ τῇ ἀναφορᾷ ὁ συσχηματισμὸς τῶν ἄλλων ἀστέρων, ὅπερ διάθεμα καλοῦσι, καὶ ἐπὶ τῷ διαθεματι αἱ προαγορεύσεις Sext. S 53 8 συσχηματισμὸν nach Sext.: σχηματισμὸν Ρ 13 τοίνυν ἀσύστατός ἐστιν ἡ — μέθοδος. λέγωμεν (Variante λέγομεν) δὴ περὶ τοῦ πρώτου πρῶτον Sext. § 54 ἄστατος Ρ λέγομεν Ρ τὴν δὴ Sext.: δεῖ τὴν Ρ (so Cruize, dann ὁρίσαντας ἐπιζητεῖν x003E;) 14f — ἐπιζητεῖν] ἀρχαϊκώτερον Sext., was Hipp, ßverstanden zu haben scheint 15 f λαμβάνοντας? Miller —18 ἀλλ’ ἀπὸ μὲν τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως οὐκ ἂν εἴποιεν· ἀκατάληπτος γάρ ἐστιν ὁ ἀκριβὴς ταύτης χρόνος Sext., s. Nachträge 18f θέσει Sext., καταθέσει ö. 21 τοῦτο γὰρ εὐθὺς κολλᾶται 24 ἀνύειν Ρ: ποιεῖν Sext. 24f πέφυκεν ἡ καταβ. τοῦ σπέρματος φύσις Sext. ö.)

35
τοῦ σπέρματος ἡ φύσις.

ἀγνοοῦντες οὖν τὴν ποσότητα τοῦ χρόνου κατὰ τὸ ἀκριβὲς οἱ Χαλδαῖοι οὐδέποτε τὴν σύλληψιν καταλήψονται, τοῦ σπέρματος ὁτὲ μὲν εὐθυβολουμένου καὶ αὐτοῖς προσπίπτοντος ὑφ᾿ ἓν τοῖς εὐφυῶς ἔχουσι πρὸς σύλληψιν τῆς μήτρας<τόποις, <τόποις, , πολυσπόρως ἐμπίπτοντος, ὑπ’ αὐτῆς δὲ τῆς ἐν τῇ μήτρᾳ> <εἰς ἕνα τόπον συνάγεσθαι δυναμένου> ἀγνώστων γίνεται τὸ πρῶτον καὶ πότε τὸ δεύτερον, πόσος τε ὁ εἰς ἐκείνην τὴν σύλληψιν ἀναλισκόμενος χρόνος καὶ πόσος <ὁ> εἰς ταύτην· δὲ τούτων ἠρται καὶ ἡ πρὸς ἀκρίβειαν τῆς συλλήψεως κατάληψις·

εἴπερ γε, ὥς τινες τῶν φυσικῶν εἰρήκασιν, ἑψόμενον πρῶτον καὶ προμεταβαλλόμενον ἐν μήτρᾳ τὸ σπέρμα τότε προσέρχεται τοῖς ἀναστομωθεῖσιν αὐτῆς ἀγγείοις, καθάπερ τῇ γῇ τὰ τῆς γῆς σπέρματα· ὅθεν οἱ μὴ ειδότες τὴν ποσότητα τοῦ τῆς μεταβολῆς χρόνου οὐκ εἴσονται οὐδὲ τὸν τῆς συλλήψεως καιρόν.

ἔτι δὲ καὶ ὡς κατὰ τὰ λοιπὰ μέρη τοῦ σώματος διαφέρουσιν ἀλλήλων αἱ γυναῖκες κατὰ ἐνέργειάν τε καὶ τὰς λοιπὰς αἰτίας, οὕτως καὶ κατὰ τὴν τῆς μήτρας ἐνέργειαν τὰς μὲν θᾶττον συλλαμβανούσας τὰς δὲ βράδιον. καὶ οὐ παράδοξον, ὅπου καὶ αὐταὶ αὑταῖς συγκρινόμεναι νυνὶ μὲν εὐσύλληπτοι θεωροῦνται νυνὶ δὲ οὐδαμῶς. τούτου δ᾿ οὕτως ἔχοντος <τῶν> ἀδυνάτων ἐστὶ λέγειν πρὸς ἀκρίβειαν, πότε συνέχεται τὸ καταβληθὲν σπέρμα, ἵνα ἀπὸ τούτου τοῦ χρόνου στήσωσιν οἱ Χαλδαῖοι τῆς γενέσεως τὸν ὡροσκόπον.