Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οἱ αὐτοὶ φύσεως· νοοῦντες, Μὺς τιμῶντες, ἀλλήλοις καταλαλοῦντες, ἔμποροι, καπιαταί, πορισμὸν μὴ κατέχοντες, ψεῦσται, μὴ φιλοῦντες ἐν πράγμασι, νοήσει ἀληθεῖς, ἐλευθερόλγωσσοι, ἀγαθοποιοί, ἀμαθεῖς, ψεῦσται, συνήθεις, ἀμελεῖς· τούτοις οὐκ ἐμοποιεῖ ἀδίκως ποιῆσαι μέρος. εἰσὶ καταφρονηταί, καταγελασταί, ὀξεῖς, ἔνδοξοι, ἀκουσταί, καὶ τούτοις οὐδὲν προχωρεῖ, πρὸς φιλίαν ὠφέλιμοι.

Ἐν Σκορπίῳ τύπος· προσώπῳ παρθενικῷ, εὐμόρφῳ, † ἁλυκῷ, τριχὶ ὑπομέλανι, ὀφθαλμοῖς εὐμόρφοις, μετώπῳ οὐ πλατεῖ καὶ ῥώθωνι ὀξεῖ, ὠτίοις συντεθεμένοις μικροῖς, μετώπῳ ῥυσῷ, ὀφρύσι στεναῖς, μήλοις καθειλκυσμένοις· οἱ αὐτοὶ φύσεως·

δόλιοι, κατεστραμμένοι, ψεῦσται, ἴδια βουλεύματα μηδενὶ ἀνατιθέμενοι, διπλῇ ψυχῇ, κακοποιοί, ἐξουθενηταί, μοιχείας ἔνοχοι, εὐφυεῖς, εὐμαθεῖς, εἰς φιλίαν αχρηστοι.

Ἐν Τοξότῃ τύπος· μήκει μεγάλῳ, μετώπῳ τετραγώνῳ, ὀφρύσι μεσταῖς συγκρατουμέναις, † τριχῶν τεθειμένῃ προαλεῖ, ὑπόπυρροι.

οἱ αὐτοὶ φύσεως· προσχαρεῖς ὡς οἱ πεπαιδευμένοι, ἁπλοῖ, ἀγαθοποιοί, παιδερασταί, συνήθεις, κοπιαταί, φιληταί, φιλούμενοι, ἐν οἴνῳ ἱλαροί, καθάριοι, ὀγρίλοι, ἀμελεῖς, κακοί, εἰς φιλίαν ἄχρηστοι, ψυχαῖς μεγάλαις, ὑβριστικοί, ὑπόδουλοι εἰς κοινωνίαν εὔχρηστοι.

Ἐν Αἰγοκέρῳ τύπος· σώματι ὑποπύρρῳ, τριχὶ ὑποπολιᾷ προαλεῖ, στόματι στρογγύλῳ, ὀφθαλμοῖς ὡς ἀετοῦ, ὀφρύσι συντεθειμέναις, μετώπῳ ἠνοιγμένῳ, ὑποφάλακροι, τὰ ὑποκάτω μέρη τοῦ [*](2 καλλίονες <οἰκονόμοι> ? We. (Vettius Valens S. 10, 14 ἀγαθοὶ οἰκονόμοι, ebenfalls unter Παρθένος) ἀλλοτρίοις Miller 6 μελαίναις ö. 6 στόματι — 7 νοοῦντες a. R. von 1. Hand Ρ 7 ἀλλήλων? We 8 ψεῦσται Ζ. 10 wiederholt 9 νοήσει] πονῆσαι Miller, νοῆσαι oder νωθρεῦσαι örster 10 τούτοις — 11 μέρος > Miller οὐκ ἐμποιεῖ = οὐδὲν διαφέρει scheint sich aus dem Gebrauch der LXX zu ergeben) 11 μέρος] κέρδος Diels καταγέλαστοι Ρ 12 ὠτακουσταί? Miller 13 ἁλυκῷ] λευκῷ örster, ἀλύπῳ? Diels 14f vgl. Par. ὀξύρινες 16 καθελκυσμένοις Ρ (vgl. S. 50, 20), ABBREV im Text und a. R., aber die Note fehlt 18 μοιχείαις örster, doch s. Vettius S. 117, 10 ἔνοχοι μοιχείας 20 vgl. Paris, τῷ μὲν σώματί εἰσι τετράγωνοι 21 τριχὶ συντεθειμένῃ Miller, vgl. S. 51, 23 25 ὕπουλοι We. 26f ὑπὸ πολιᾶ προάλεις Ρ 26 ὑποπολιῷ Gö. 28 ὑπὸ κάτω P)

53
σώματος ἰσχυρότερα.

οἱ αὐτοὶ φύσεως· φιλόσοφοι, καταφρονηταὶ καὶ τὸ παρὸν καταγελασταί, ὀργίλοι, συγχωρηταί, καλοί, ἀγαθοποιοί, πράγματος μουσικοῦ φιληταί , ἐν οἴνῳ ὀργίλοι, γελοῖοι, συνήθεις, λάλοι, παιδερασταί, ἱλαροί, προσφιλεῖς, φιληταί, ἐρεθίζοντες, εἰς κοινωνίαν εὔχρηστοι.

Ἐν Υδροχόῳ τύπος· μεγέθει τετράγωνος, στόματι ὀλίγῳ, ὀφθαλμοῖς ὀξέσι λεπτοῖς γοργοῖς, ἐπιτάκτης, ἀχάριστος, ὀξύς, εὐχερῶς εὑρίσκων, πρὸς φιλίαν εὔχρηστος καὶ πρὸς κοινωνίαν. ἔτι ἐξ ὐγρῶν πραγμάτων πορίζουσι τοὺς πορισμοὺς * * ἀπόλλουσιν.

οἱ αὐτοὶ φύσεως· σιγηροί, αἰσχυντηροί, συνήθεις, μοιχοί, σκνιφοί, πράγμασι † ποιούμενοι, θορυβιασταί, καθάριοι, εὐφυεῖς, καλοί, ὀφρύσι μεγάλαις· πολλάκις ἐν λεπτοῖς πράγμασι γεννῶνται καὶ † δίφρων πραγματείαν γυμνάζουσι. τινὶ ἂν καλῶς ποιήσωσιν, οὐδεὶς αὐτοῖς χάριτας ἀποδιδοῖ.

Ἐν Ἰχθύσι τύπος· μήκει μέσῳ, ὡς ἰχθύες μετώπῳ ὀξεῖ, τριχὶ δασείᾳ· πολλάκις πολιοὶ ταχέως γίνονται.

οἱ αὐτοὶ φύσεως· ψυχῇ μεγάλῃ, ἀπλοῖ, ὀργίλοι, φειδωλοί, λάλοι, πρώτῃ ἡλικίᾳ ἔσονται ὑπνωτικοί, δι΄ ἑαυτῶν πραγματείαν πρᾶξαι θέλουσιν, ἔνδοξοι, τολμηροί. ζηλωτικοί, κατήγοροι, τόπον ἀλλάσσοντες, φιληταί, ὀρχησταί, εἰς φιλίαν ὠφέλιμοι.

Ἐπεὶ καὶ τούτων τὴν θαυμαστὴν σοφίαν ἐξεθέμεθα τήν τε πολυμέριμνον αὐτῶν δι΄ ἀπονοίας μαντικὴν οὐκ ἀπεκρύψαμεν, οὐδὲ ἐν οἷς σφαλλόμενοι ματαιάζουσι σιωπήσομεν. ἄστρων γὰρ ὀνόμασιν εἴδη καὶ φύσεις ἀνθρώπων παραβάλλοντες πῶς ἠσθένησαν.

τὰ μὲν [*](23-S. 54, 2 Sext. Adv. astrol. 97 εἰκὸς γὰρ τοὺς παλαιοὺς τὰ τοιαῦτα τῶν ὀνομάτων τίθεσθαι κατὰ ψιλὴν τὴν τοῦ χαρακτῆρος ἐμφέρειαν, τάχα δὲ οὐδὲ κατ’ αὐτήν, ἀλλ᾿ εὐσήμου χάριν διδασκαλίας, vgl. Hipp. S. 39, 9 ff) [*](1 ἰσχυρότεροι Miller 6 στόματι ö.: σώματι Ρ 7f vgl. Par. τὴν καθ’ ἡμέραν ζωὴν εὔκοπον εὑρίσκουσι, ähnlich unter Αἰγοκέρως 8 ὑγρῶν] ἀπόρων falsch Scott, ebenso ἐκ τυχηρῶν Cruize 9 mindestens = καὶ (Miller), vgl. Paris. ὅσον ἂν ἐπικτήσονται, ταῦτα ἀποβαλοῦνται Vettius Valens S. 10, 23. 24 Kroll 10 αἰσχυντηλοί? Miller, doch vgl. Paris, ὀφθαλμοὺς ἔχοντες αἰσχυντηροὺς und Par. unter Παρθένος 10 f πραγματικοί, εὐμενεῖς, οὐ βιασταί Scott 11 πτοούμενοι? We. πολιούμενοι θορυβασταί Miller μεγάλοις Ρ 12 πολ- λάκις — 13 ἀποδιδοῖ > Miller 12 γίνονται Scott διάφορον Scott, διφρόνων? We. 13 τινὶ] ὅντιν’ örster, ᾧ τινι Cruize 16 #x003E; πρώτῃ ö. 18 κακηγοροι örster 21 ἀπονοίας Diels: ἐπινοίας Ρ vgl. S. 61, 8. 49, 11, ἐπιπνοίας Roeper 22 σιωπήσομεν ὀ̓. (vgl. S. 49, 12): σιωπήσομαι Ρ 23 παραβαλλόντες Ρ: παραβαλόντες Miller πῶς] πεῖσαι Diels etwa πάντως παντελῶς) ἐμάνησαν? We.)

54
γὰρ ἄστρα ἴσμεν τοὺς ἀέ ἀρχῆς νομίσαντας † ἰδεῖν κατανοεῖν ὀνόμασι κακληκέναι πρὸς τὸ εὔσημα καὶ εὐεπίγνωστα τυγχάνειν. τίς γὰρ τούτων ὁμοιότης πρὸς τὴν τῶν ζῳδίων εἰκόνα ἢ τίς ὁμοία φύσις πράξεώς τε καὶ ἐνεγρείας, ἴνα τις τὸν ἐν Λέοντι φάσκῃ θυμικόν, τὸν δὲ ἐν Παρθένῳ μέτριον ἢ ἐν Καρκίνῳ κακόν, τοὺς δὲ ἐν * * *