Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Οἱ δὲ έν Ταύρῳ τύπῳ ἔσονται τῷδε· κεφαλῇ στρογγύλῃ, τριχὶ παχείᾳ. μετώπῳ πλατεῖ * τετραγώνοις ὀφθαλμοῖς καὶ ὀφρύσι μεγάλαις, μέλασιν, ἐν τῷ λευκῷ φλέβες λεπταί, αἱματώδεις, βλεφάροις μακροῖς παχέσιν ὠτίοις μεγάλοις, στόμασι στρογγύλοις, ῥώθωνι παχεῖ, μυκτῆρσι στρογγύλοις, χείλεσι παχέσι. τοῖς ὑπεράνω μέρεσιν ἰσχύουσιν, ὀρθὸς γεγενημένος ἀπὸ σκελῶν.

οἱ αὐτοὶ δὲ φύσεως· ἀρέσκοντες, νοοῦντες, εὐφυεῖς, εὐσεβεῖς, δίκαιοι, ἄγροικοι, προσχαρεῖς, κοπιαταὶ ἀπὸ ἐτῶν ݲ ἐρεθισταί, νωθροί· τούτων ὁ στόμαχος μικρός ἐστι, πληροῦνται τάχα, πολλὰ βουλευόμενοι, φρόνιμοι, φειδωλοὶ εἰς ἐαυτούς, εἰς ἄλλους δαψιλεῖς, ἀγαθοποιοί, σώματι βραδεῖ· ἐν μέρει εἰσὶ λυπηροί, ἀμελεῖς, εἰς φιλίαν ὠφέλιμοι διὰ τὸν νοῦν, κακοπαθεῖς.

Ἐν Διδύμοις τύπος· προσώπῳ κοκκίνῳ, μεγέθει οὐ λίαν μεγάλῳ, μέρεσιν ἴσοις. ὀφθαλμοῖς μέλασιν ὡς ἠλειμμένοις, μήλοις κάτω τεταμένοις, στόματι παχεῖ, ὀφρύσι συντεθειμέναις· συγκρατοῦσι, πάντα ἔχουσιν, ἔσχατα πλούσιοι, σκνιφοί, φειδωλοὶ ἐκ τοῦ ἰδίου, δαψιλεῖς πρὸς τὰ ἀφροδισιακά, ἐπιεικεῖς, μουσικοί πρὸς τὰ ἀφροδισιακά], ψεῦσται· οἱ αὐτοὶ δὲ φύσεως·

δεδιδαγμένοι, νοοῦντες, περίεργοι, ἰδίᾳ [*](1 τὸ παρὸν zu κρατοῦντες ögen We. 2 αἱρεθισταί Ρ παιδερασταὶ (das letzte ι nicht kenntlich, aber Accent rechts von übergeschriebenem α) νοοῦντες verb. Gö. 3 ἀπαρέσκοντες Miller κακηγόροι? örster, doch s. z. B. Vettius S.12,5Kr. 4 ἔθος Diels: ἔτος P, ἔπος ö. 5 ἀγαθοσύνην 8 πετώπω Ρ, vgl.Par. πλατυμέτωποι τετραγώνῳ ö., aber Par. ὀφθαλμοὺς μέλανας, τραχήλους παχεῖς τετραγώνους, danach ür Η. oder seine Vorlage zu vermuten <τραχήλοις> 8f ὀφθαλμοῖς μέλασιν (vgl. Par.), ὀφρύσι μεγάλαις ö. μελαίναις? Cruize 9 βλέβες 10 παχέσιν vor örster zu βλεφάροις gezogen 11 ὑπὲρ ἄνω Ρ 12 ὀρθοὶ γεγενημένοι örster, ἰσχύουσι νωθροὶ γεγενημένοι nach Manilius IV 150 Miller φύσεων Ρ 14 αἱρεθισταὶ Ρ 16 ἀλλήλους Ρ, verb. Miller βραδεῖ Gö.: βραχεῖ Ρ 17 εἰς φιλίαν vor örster zu ἀμελεῖς 19 μέλεσιν ö. (Paris, unter dem Zeichen der Wage ἴσοι τοῖς μέλεσι τὰ ἄνω τοῖς κάτω) 20 κάτω τεταμένοις (vgl. S. 52, 16) Roeper: καλῶ γεγεννημένων (erstes γ aus τ oder umgekehrt) Ρ 20f συγκροτοῦσι πάντα ö. (Paris. φύσει δὲ πάντα τολμῶντες) 21 πάντα, <πάντα> ? We. καὶ κατ)έχουσιν Miller, <ἃ> ἔχουσιν Cruize πλούσια Ρ 22 πρὸς τὰ ἀφροδισιακὰ 1 Miller: ἀφροδισικῶν Ρ [] Miller 23 οἱ — φύσεως ört auf Ζ. 20 (Diels) περίεργα Ρ)

51
ἀποφάσει, ἐπιθυμητικοί, φειδωλοὶ ἐκ τοῦ ἰδίου. δαψιλεῖς] ἥσυχοι, φρόνιμοι, δόλιοι, πολλὰ βουλεύονται, ψηφισταί, κατήγοροι, <ἀ> οὐκ εὐτυχεῖς, ἀπὸ γυναικῶν φιλοῦνται, ἔμποροι, εἰς φιλίαν οὐκ ἐπὶ πολὺ ὠφέλιμοι.

Ἐν Καρκίνῳ τύπος· μεγέθει οὐ μεγάλῳ, τριχὶ ὥσπερ † κυνία, χρώματι ὑποπύρρῳ, στόματι ὀλίγῳ κεφαλῇ στρογγύλῃ, μετώπῳ ὀξεῖ, ὀφθαλμοῖς ὑπογλαύκοις, ἱκανῶς καλοῖς, μέλεσιν ὑποποικίλοις.