Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

πασῶν οὖν τῶν ἰδεῶν τοῦ τρίτου αἰῶνος * * * καὶ αὐτοῦ τὸ ἐκτύπωμα κρατεῖσθαί φησιν ὑπὸ τοῦ σκότους, πῦρ † ὢν αὖθις ζῶν ὑπὸ τοῦ φωτὸς γενόμενον ὑπῆρξεν, ἐξ ἧς φάσκουσι τὸν μέγαν ἄρχοντα γεγονέναι, περὶ οὑ Μωϋσῆς ὁμιλεῖ, λέγων εἶναι τοῦτον θεὸν πύρινον καὶ δημιουργόν, ὃς καὶ τὰς ἰδέας πάντων μεταβάλλει ἀεὶ εἰς σῶμα. † ταύτας τὰς ψυχάς.

οὗ χάριν φάσκουσι τὸν σωτῆρα παραγενηθῆναι, ἐπιδεικνύντα τὴν ὁδόν, δι᾿ ἡς φεύξονται αἱ κρατούμεναι ψυχαί, ἐνδεδύσθαι δὲ τὸν Ἰησοῦν τὴν δύναμιν ἐκείνην τὴν μονογενῆ· διὸ μὴ δύνασθαι θεαθῆναι ὑπό τινος διὰ τὸ μεταβαλλόμενον μέγεθος τῆς δόξης. πάντα δὲ συμβεβηκέναι αὐτῷ φασι, καθὰ ἐν τοῖς εὐαγγελίοις γέγραπται.

Οἱ δὲ κατὰ Μονόϊμον τὸν Ἄραβά φασιν εἶναι τὴν τοῦ παντὸς ἀρχὴν πρῶτον ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου, καὶ τὰ γενόμενα, καθὼς Μωσῆς λέγει, μὴ ὑπὸ τοῦ πρώτου ἀνθρώπου γεγονέναι, ἀλλὰ ὑπὸ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, οὐχ ὅλου, ἀλλ᾿ ἐκ μέρους αὐτοῦ.

εἶναι δὲ τὸν υἱὸν τοῦ ἀνθρώπου ἰῶτα, ὅ ἐστι δεκάς, κύριος ἀριθμός, ἐν ᾠ ἐστιν ἡ τοῦ παντὸς ἀριθμοῦ ὑπόστασις, δι᾿ οὗ πᾶς ἀριθμὸς συνέστηκεν καὶ ἡ τοῦ παντὸς γένεσις, πῦρ, ἀήρ, ὕδωρ, γῆ. † τούτου δὲ ὄντος ῑ ὲν καὶ κεραία μία. τέλειον ἐκ τελείου, ῥυεῖσα κεραία ἄνωθεν, [*](1 vgl. S. 227, 14. 228, 14 — 9f vgl. S. 229, 14. 22f — 10—14 vgl. S. 229 230, 11ff — 14f vgl. S. 230, 14f — 16—S. 279, 2 vgl. S. 232 233, 16 — 19. Eine kurze Notiz über Monoimos hat Theodoret I 18 aus unserem Hippolyt-Capitel) [*](5 ἰδέων Ρ 6 Lücke Gö., auszufüllen nach S. ἐν τούτῳ τῷ κατωτάτω σκότει 7 πῦρ ζῶν ἀπὸ φωτὸς γενόμενον Η πῦρ ζῶν ἀπὸ τοῦ φωτὸς γ., οὗ καὶ σφραγὶς (aus hierhin umgestelltem ὢν αὖθις) ὑπῆρξεν Roeper, ὃ πῦρ ὂν αὐτοῖς ζῶν (oder 8 πῦρ ζών) ἀπὸ τοῦ φωτὸς γενόμενον ὑπῆρξεν Gö. ἐξ οὗ oder ὅθεν Η) Gö., ἑξῆς? Miller 8 ὁμολογεῖ? We. <αἰώνων> Cruice 10 σώματα Miller, σώματα, τουτέστι τὰς ψυχάς σώματα, <εἶναι δὲ> ταύτας τ. ψ. Roeper: ταύτας τὰς ψυχὰς wurde meist zum folgenden Satze gezogen οὗ] οὐ Ρ φάσκουσι Miller: ἀσκοῦσι Ρ 11 παραγενηθῆναι Ρ 13f μεταβαλλόμενον We.: μεταλλόμενον Ρ, μεθαλλόμενον Miller 16 Titel νόϊμος ὁ ἆραψ rot Ρ νόϊμον Ρ 18 Μωυσῆς Miller Gö. 21 ἐστιν Spatium von 4 Buchst,, aber unbeschrieben Ρ 23 ὄντος] εἰκὼν? We. 23 ῑ — S. 279, 2 ἀνθρώπου Parenthese nach Roeper)

279
πάντα ἔχουσα [ὅσα καὶ] αὐτή, ὅσα καὶ ὁ ἄνθρωπος ἔχει, ὁ τοῦ υἱοῦ τοῦ ἀνθρώπου.