Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τίνα τὰ δόξαντα τοῖς φυσικοῖς φιλοσόφοις καὶ τίνες οὖτοι, καὶ τίνα τὰ τοῖς ἠθικοῖς καὶ τίνες οὑτοι, καὶ τίνα τὰ τοῖς διαλεκτικοῖς καὶ τίνες οἱ διαλεκτικοί.

Θυσικοὶ μὲν οὖν Θαλῆς Πυθαγόρας Ἐμπεδοκλῆς Ἡράκλειτος Ἀναξίμανδρος Ἀναξιμένης Ἀναξαγόρας Ἀρχέλαος Παρμενίδης Λεύκιππος Δημόκριτος Ξενοφάνης Ἔχφαντος Ἲππων.

Ἠθικοὶ Σωκράτης Ἀρχελάου μαθητὴς τοῦ φυσικοῦ, Πλάτων Σωκράτους μαθητής· οὑτος τὰς τρεῖς φιλοσοφίας ἔμιξεν.

Διαλεκτικοὶ Ἀριστοτέλης Πλάτωνος μαθητής· οὗτος τὴν διαλεκτικὴν συνεστήσατο. Στωϊκοὶ δὲ Χρύσιππος, Ζήνων.