Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἵν' οὖν, καθὼς φθάσαντες εἴπομεν, ἀθέους αὐτοὺς ἐπιδείξωμεν καὶ κατὰ γνώμην καὶ κατὰ τρόπον καὶ κατὰ ἔργον, ὂθεν τε τὰ ἐπιχειρήματα αὐτοῖς γεγένηται, καὶ ὅτι μηθὲν ἐξ ἁγίων γραφῶν λαβόντες ταῦτα ἐπεχείρησαν ἤ τινος ἁγίου διαδοχὴν φυλάξαντες ἐπὶ ταῦτα ὢρμησαν, ἀλλ’ ἔστιν αὐτοῖς τὰ δοξαζόμενα ἀρχὴν μὲν ἐκ τῆς Ἑλλήνων σοφίας λαβόντα, ἐκ δογμάτων φιλοσοφουμένων καὶ μυστηρίων ἐπικεχειρημένων καὶ ἀστρολόγων ῥεμβομένων, δοκεῖ οὖν πρότερον ἐκθεμένους τά δόξαντα τοῖς τῶν Ἑλλήνων φιλοσόφοις ἐπιδεῖξαι τοῖς ἐντυγχάνουσιν ὄντα τούτων παλαιότερα καὶ πρὸς τὸ θεῖον σεμνότερα·

ἔπειτα συμβαλεῖν ἑκάστην αἵρεσιν ἑκάστῳ, ὡς τούτοις τοῖς ἐπιχειρήμασιν ἐπιβαλόμενος ὁ πρωτοστάτης τῆς αἱρέσεως ἐπλεονέκτησε λαβόμενος τὰς ἀρχὰς κοὶ ἐκ τούτων ἐπὶ τὰ χείρονα ὁρμηθεὶς δόγμα συνεστήσατο.

ἔστι μὲν οὖν πόνου μεστὸν τὸ ἐπιχειρούμενον καὶ πολλῆς δεόμενον ἱστορίας, [*](1 — 4 Apost. Constit. VIII 1, 2 S. 460, 17 Funk τούτων τῶν χαρισμάτων πρότερον μὲν ἡμῖν δοθέντων τοῖς ἀποστόλοις μέλλουσι τὸ εὐαγγέλιον καταγγέλλειν πάσῃ τῇ κτίσει, ἔπειτα δὲ τοῖς δι’ ἡμῶν πιστεύσασιν ἀναγκαίως χορηγουμένων.) [*](5 νυστάξομεν HSS, verb. Richter Observ. criticae S. 77 6 λόγου ὂρους Τ , λόγου ὀργάνῳ Roeper 8 ἀνταμειβόμενοι Morus Sancroft 9 κλήρου Conti 10 παρέξει Delarue 11 μόνον <γὰρ>? We δι’ ἐλέγχου so auch Τ εἰς Τ 12 ὑπὸ] ἀπὸ Sancroft 13 ἐμμαρτυρούμενοι ἐπιμ.) hier Roeper, im 2. Gliede σημειούμενοι 13f ἐμμαρτυρούμενοι Diels ἐμμαρτθρησάμενοι Morus): ἐμμάρτυρα σημειούμενοι HSS, ἐμμάρτυρα ποιούμενοι Sancroft 16 τε] τι Β 19 ἀφορμὴν ἐκ Roeper 20 ἐπικεχειρημένων nach Diels corrupt 24 ὡς] vorher ücke z. Β. τῶν φιλοσόφων, ἵν’ ἀποδείξωμεν)? We ἐπιλαβόμενος HSS, verb. Roeper 25 πρωτοστατήσας L τῆς] ἑκάστης? We λαβόμενος] > Diels vfiederholt aus Ζ. 24, λαβὼν? Gö. 26 δόγμα] τὸ δόγμα Disle)

4
ἀλλ' οὐκ ἐνδεήσομεν· ὕστερον γὰρ εὐφρανεῖ ὡς ἀθλητὴν μετὰ πολὺν πόνον στεφάνου τυχόντα ἢ ἔμπορον μετὰ μέγαν θαλάσσης σάλον λερδἀμαμτα ἢ γεωργὸν μετὰ ἱδρῶτα προσώπου καρπῶν ἀπολαύσαντα ἢ προφήτην μετὰ ὁνειδισμοὺς καὶ ὒβρεις ὁρῶντα τὰ λαληθέντα ἀποβαίνοντα.

Ἀρξάμενοι τοίνυν ἐροῦμεν, τίνες οἱ παρ’ Ἒλλησι πρῶτοι φιλοσοφίαν φθσικὴν ἐπιδείξαντες. τούτων γὰρ μάλιστα γεγένηνται κλεψίλογοι οἱ τῶν αἱρέσεων πρωτοστατήσαντες, ὡς μετέπειτα έν τῇ πρὸς ἀλλήλους συμβολῇ ἐπιδείξομεν. ἑκάστῳ δὲ τῶν προαρξαμένων τὰ ἴδια ἀποδιδόντες γυμνοὺς καὶ ἀσχήμονας τοὺς αἱρεσιάρχας παραστησομεν.