Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ τότε δοκιμάσαντες δέσμιον εἶναι τῆς ἁμαρτίας μυοῦσι τὸ τέλειον τῶν κακῶν παραδιδόντες, ὅρκοις δήσαντες μήτε ἐξειπεῖν μήτε τῷ τυχόντι μεταδοῦναι, εἰ μὴ ὁμοίως δουλωθείη, οὗ μόνου παραδοθέντος οὐκέτι ὅρκος ἀναγκαῖος ἠν· ὁ γὰρ ὑπομείνας παθεῖν καὶ παραλαβεῖν τὰ τέλεια αὐτῶν μυστήρια ἱκανῶς αὐτῷ τῷ ἔργῳ πρός τε τὴν ἰδίαν συνείδησιν καὶ πρὸς τὸ ἑτέροις μὴ ἐξειπεῖν ἔσται δεδεμένος.

εἰ γὰρ ἐξείποι τινὶ ἀνθρώπων τὸ τοιοῦτον ἀνόμημα, οὔτε ἐν ἀνθρώποις λογισθήσεται οὔτε τὸ φῶς ὁρᾶν ἄξιος ἡγηθήσεται, * * ἃ καὶ ὄλογα ὄντα ἀνόμημα οὐκ ἐπιχειρεῖ, καθὼς έν τοῖς τόποις γενόμενοι ἐροῦμεν.

ἀλλ’ ἐπεὶ ἀναγκάζει ἡμᾶς ὁ λόγος εἰς μέγαν βυθὸν διηγήσεων ἐπιβῆναι, οὐχ ἡγούμεθα σιγᾶν, ἀλλὰ τὰ πάντων δόγματα κατὰ λεπτὸν ἐκθέμενοι οὐδὲν σιωπήσομεν. δοκεῖ δέ, εἰ καὶ μακρότερος ἔσται ὁ λόγος, μὴ καμεῖν. οὐδὲ γὰρ μικράν τινα βοήθειαν τῷ τῶν ἀνθρώπων βίῳ καταλείψομεν πρὸς τὸ μηκέτι πλανᾶσθαι, φανερῶς πάντων ὁρώντων τὰ κρύφια αὐτῶν καὶ ἄρρητα ὄργια, ἃ ταμιευόμενοι μόνοις [*](12 Iren. Ι Vorrede 1: ἀπολλύντες αὐτοὺς ἐν τῷ βλάσφημον καὶ ἀσεβῆ τὶν γνώμην αὐτῶν κατασκενάξειν εἰς τὸν θεόν.) [*](2 μὴ ἂν HSS (auch T): μηδὲν Gö., μὴ ὄν Roeper 5 τι] 5f τῆς ἀθεμίτου γνώμης καὶ ἀλόγου επιχειρήσεως Τ 7 μήτε HSS 8 ἤ1] οἱ Β 11 δουλώσ(ονται Wolf Diels 12 καὶ > Ο 14 δέσμιον — ἁμαρτίας] auch Τ 16 μόνον Sancroft Roeper 17 μαθεῖν Roeper, ποθεῖν Gronov 18 ἱκανῶν L: ἱκανὸν BT, ἱκανὰ Ο 21 Lücke We. (z. Β. ἀσεβέστερος τῶν θηρίων), sonst ὄντα unverständlich ἃ] εἰ Roeper, ὅτι Sancroft 23 γήσεως L 23 23f ἐμβῆναι (ἀναβῆναι) Roeper 24 σιγήν Ο 25 ὁ > 26 κάμενιν Β οὔτε Β)

3
μύσταις παραδιδόασιν.

ταῦτα δὲ ἒτερος οὐκ ἐλέγξει ἢ τὸ ἐν ἐκκλησίᾳ παραδοθὲν ἄγιον πνεῦμα, οὑ τυχόντες πρότεροι οἱ ἀποστολοι μετέδοσαν τοῖς ὀρθῶς πεπιστευκόσιν· ὧν ἡμεῖς διάδοχοι τυγχάνοντες τῆς τε αὐτῆς χάριτος μετέχοντες ἀρχιερατείας τε καὶ διδασκαλίας καὶ φρουροὶ τῆς ἐκκλησίας λελογισμένοι οὐκ ὀφθαλμῷ νυστάζομεν οὑδὲ λόγον ορθὸν σιωπῶμεν, ἀλλ' οὐδὲ πάσῃ Ψυχῇ καὶ σώματι ἐργαζόμενοι κάμνομεν, ἄξια ἀξίως θεῷ τῷ ἐυρεργέτῃ ἀνταποδιδόναι πειρώμενοι καὶ οὐδ' οὒτως κατ' ἀξίαν ἀμειβόμενοι, πλὴν ἐν οἶς πεπιστεύμεθα μὴ ἀτονοῦντες, ἀλλὰ τοῦ ἰδίου καιροῦ τὰ μέτρα ἐπιτελοῦντες καἰ ὄσα παρέχει τὸ ἂγιον πνεῦμα πᾶσιν ἀφθόνως κοινωνοῦντες·