Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Μετὰ Μετὰ ἐγένοντο καὶ ἒτεροι φυσικοί, ὧν οὐκ ἀναγκαῖον ἡγησάμεθα τὰς δόξας εἰπεῖν, μηδὲν τῶν προειρημένων ἀπεμφαινούσας. ἀλλ’ ἐπεὶ καθόλου οὐ μικρὰ γεγἐνηται ἡ σχολὴ πολλοί τε οἱ μετέπειτα φθσικοὶ ἐξ αὐτῆς γεγένηνται ἄλλοι ἄλλως περὶ φύσεως τοῦ παντὸς διηγούμενοι καὶ δοκεῖ ἡμῖν τὴν ἀπὸ Πυθαγόρου ἐκθεμένους φιλοσοφίαν κατὰ διαδοχὴν ἀναδραμεῖν ἐπὶ τὰ δόξαντα τοῖς μετὰ Θαλῆν, καὶ ταῦτα ἐξειπόντας ἐλθεῖν ἐπί τε τὴν ἠθικὴν καὶ λογικὴν φιλοσοφίαν, ὡν ἡρξαν Σωκράτης μὲν ἡθικῆς Ἀριστοτέλης δὲ διαλεκτικῆς.

Θαλοῦ τοίνυν Ἀναξίμανδρος γίνεται ἀκροατής. Ἀναξίμανδρος Πραξιάδου Μιλήσιος. οὗτος ἀρχὴν ἔφη τῶν ὄντων φύσιν τινὰ τοῦ ἀπείρου, ἐξ ἡς γίνεσθαι τοὺς οὐρανοὺς καὶ τοὺς ἐν αὐτοῖς κόσμους. ταύτην δὲ ἀίδοιν εἶναι καὶ ἀγήρω, ἢν καὶ πάντας περιέχειν τοὺς κόσμους. λέγει δὲ χρόνον ὡς ὡρισμένης τῆς γενέσεως καὶ τῆς οὐσίας καὶ τῆς φθορᾶς.

οὑτος μὲν ἀρχὴν καὶ στοιχεῖον εἴρηκεν τῶν ὄντων τὸ ἄπειρον, πρῶτος τοὔνομα καλέσας τῆς ἀρχῆς. πρὸς δὲ τούτῳ κίνησιν εἶναι, ἐν ᾐ συμβαίνει γίνεσθαι γίνεσθαι τοὺς οὐρανούς.