Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

σώματα δὲ πάντα ὑπέθεντο, καὶ σῶμα διὰ σώματος μὲν χωρεῖν, ἀλλὰ † ἀνάστασιν εἶναι καὶ πεπληρῶσθαι πάντα καὶ μηδὲν εἶναι κενόν. ταῦτα καὶ οἱ Στωϊκοί.

Ἐπίκουρος δὲ σχεδὸν ἐναντίαν πᾶσι δόξαν ἔθετο. ἀρχὰς μὲν τῶν ὄλων ὐπέθετο ἀτόμους καὶ κενόν, κενὸν μὲν οἷον τόπον τῶν - ἐσομένων, ἀτόμους δὲ τὴν ὕλην, ἐξ ἧς τὰ πάντα.

ἐκ δὲ τῶν ἀτόμων συνελθουσῶν γενέσθαι καὶ τὸν θεὸν καὶ τὰ στοιχεῖα καὶ τὰ ἐν αὐτοῖς πάντα καὶ ζῷα καὶ ἄλλα, ὡς μηδὲν μήτε γίνεσθαι μήτε συνεστάναι, εἰ μὴ ἐκ τῶν ἀτόμων εἴη. τὰς δὲ ἀτόμους τὰ λεπτομερέστατα σώμαθ᾿, ὧν οὐκ ἂν γένοιτο κέντρον οὐδὲ σημεῖον οὐδὲν οὐδὲ διαίρεσις οὐδεμία, ἴφη εἶναι διὸ καὶ ἀτόμους αὐτὰς ὠνόμασεν.