Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἔστι δὲ καὶ ἑτέρα φιλοσοφία οὐ μακρὰν τῶν αὐτῶν χρόνων, ἦς ἦρξε Πυθαγόρας, ὂν Σάμιόν τινες λέγουσιν. ἣν Ἰταλικὴν προση- γόρευσαν διὰ τὸ τὸν Πυθαγόραν φεύγοντα Πολυκράτην τὸν Σαμίων τύραννον οἰκῆσαι πόλιν τῆς Ἰταλίας κἀκεῖ τὸν βίον πληρῶσαι. οὖ τὴν αἴρεσιν οἱ διαδεξάμενοι οὐ πολὺ διήνεγκαν τοῦ αὐτοῦ φρονήματος.

καὶ αὐτὸς δὲ περὶ φυσικῶν ζητήσας ἔμιξεν ἀστρονομίαν καὶ γεωμετρίαν καὶ μουσικὴν <καὶ ἀριθμητικήν>. καὶ οὔτως μονάδα μὲν εἶναι ἀπεφήνατο τὸν θεόν, ἀριθμοῦ δὲ φύσιν περιέργως καταμαθὼν μελῳδεῖν ἔφη τὸν κόσμον καὶ ἁρμονίᾳ συγκεῖθαι, καὶ τῶν ἑπτὰ ἄστρων πρῶτος τὴν κίνησιν εἰς ῥυθμὸν καὶ μέλος ἡγαγεν.

θαυμάσας δὲ τὴν διοίκησιν τῶν ὄλων ἡξίωσε τὰ πρῶτα σιγᾶν τοὺς μαθητάς, οἱονεὶ μύστας τοῦ παντὸς εἰς τὸν κόσμον ἥκοντος· εἶτα ἐπειδὰν αὐτοῖς ἱκανῶς παιδείας τῆς τῶν λόγων δόξῃ μετεῖναι καὶ δυνατῶς περὶ ἄστρων καὶ φύσεως φιλοσοφήσωσι, καθαροὺς κρίνας τότε κελεύει φθέγγεσθαι.

οὑτος τοὺς μαθητὰς διεῖλε καὶ τοὺς μὲν ἐσωτερικούς, τοὺς δὲ ἐξωτερικοὺς ἐκάλεσεν· τοῖς μὲν γὰρ τὰ τελεώτερα μαθήματα ἐπίστευε, τοῖς δὲ τὰ μετριώτερα.