Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Πλάτων ἀρχὰς εἶναι τοῦ παντὸς θεὸν καὶ ὕλην καὶ παράδειφμα· θεὸν μὲν τὸν ποιητὴν καὶ διακοσμήσαντα τόδε τὸ πᾶν κοὶ προνοούμενον αὐτοῦ· ὒλην δὲ τὴν πᾶσιν ὑποκειμένην, ἢν καὶ δεξαμενὴν καὶ Μήνην καλεῖ, ἐξ ἡς διακοσμηθείσης γενέσθαι τὰ τέσσαρα στοιχεῖα, ἐξ ὡν συνέστηκεν ὁ κόσμος, πυρὸς ἀέρος γῆς ὕδατος, ἐξ ὡς καὶ τὰ ἄλλα πάντα συγκρίματα καλούμενα, ζῷά τε καὶ φυτά, συνεστηκέναι·

τὸ δὲ παράδειγμα τὴν τὴν τοῦ θεοῦ εἶναι, ὂ καὶ ἰδέαν καλεῖ οἶον είκόνισμά τι ᾠ προσέχων ἐν τῇ ψυχῇ ὁ θεὸς τὰ πάντα ἐδημιούργει.