Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἲππων δὲ <ὁ> Ῥηγῖνος ἀρχὰς ἔφη ψυχ·ρὸν τὸ ὒδωρ καὶ θερμὸν τὸ πῦρ. γενόμενον δὲ τὸ πῦρ ὑπὸ ὒδατος κατανικῆσαι τὴν τοῦ γεννήσαντος δύναμιν συστῆσαί τε τὸν κόσμον. τὴν δὲ ψυχὴν ποτὲ μὲν ἐγκέφαλον λέγει, ποτὲ δὲ ὕδωρ· καὶ γὰρ τὸ σπέρμα εἶναι τὸ φαινόμενον ἡμῖν ἐξ ὑγροῦ, ἐξ οὗ φησι ψυχὴν γίνεσθαι.

Ταῦτα μὲν οὖν ἱκανῶς δοκοῦμεν παρατεθεικέναι. διὸ δοκεῖ λοιπὸν αύτάρκως διαδραμόντων ἡμῶν τὰ τοῖς φυσικοῖς δόξαντα, ἀναδραμεῖν ἐπὶ Σωκράτην καὶ Πλάτωνα, οἳ τὸ ἠθικὸν μάλιστα προετίμησαν.