Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τοῦ δὲ παρ' ἡμῖν κόσμου πρότερον τὴν γῆν τῶν ἄστρων γενέσθαι, εἶναι δὲ τὴν μὲν σελήνην κάτω, ἔπειτα τὸν ἥλιον, εἶτα τοὺς ἀπλανεῖς ἀστέρας. τοὺς δὲ πλανήτας οὐδ' αὐτοὺς ἔχειν ἴσον ὕφος. ἀκμάξειν δὲ κόσμον, ἒως ἂν μηκέτι δύνηται ἔξωθέν τι προσλαμβάνειν. οὑτος ἐγέλα πάντα, ὡς γέλωτος ἀφίων πάντων τῶν ἐν ἀνθρώποιο.

Ξενοφάνης δὲ ὁ Κολοφώνιος Ὀρθομένους υἱός. οὑτος ἒως Κύρου διέμεινεν. οὖτος ἔφη πρῶτος ἀκαταληψίαν εἶναι πάντων, εἰπὼν οὕτως·

  • εἰ γὰρ καὶ τὰ μάλιστα τύχῃ τετελεσμένον εἰπών,
  • αὐτὸς ὂμως οὐκ οἶδε, δόκος δ' ἐπὶ πᾶσι τέτυκται.
  • λέγει δὲ ὄτι οὐδὲν γίνεται οὐδὲ φθείρεται ούδὲ κινεῖται καὶ ὄτι ἒν τὸ πᾶν ἐστιν ἔξω μεταβολῆς. φξσὶ δὲ κοὶ τὸν θεὸν εἶναι ἀίδιον καὶ ἒνα καὶ ὂμοιον πάντῃ καὶ πεπερασμένον καὶ σφαιροειδῆ καὶ πᾶσι τοῖς μορίοις αἰσθητικόν.

    τὸν δὲ ἥλιον ἐκ μικρῶν πυριδίων ἀροιζομένων γίνεσθαι καθ’ ἑκάστην ἡμέραν, τὴν δὲ γῆν ἄπειρον εἶναι καὶ μήτε ὑπ' ἀέρος μήτε ὑπὸ τοῦ οὐρανοῦ περιέχεσθαι. καὶ ἀπείρους ἡλίους εἶναι καὶ σελήνας, τὰ δὲ πάντα εἶναι ἐκ γῆς.

    οὑτος τὴν θάάσσαν ἁλμυρὰν ἔφη διὰ τὸ πολλὰ μίγματα συρρέειν ἐν αὐτῇ· ὁ δὲ Μητρόδωρος διὰ τὸ ἐν τῇ γῇ διηθεῖσθαι, τούτου χάριν γίνεσθαι ἁλμυράν·

    ὁ δὲ Ξενοφάνης μἶνοφάνης τῆς γῆς πρὸς τὴν θάλασσαν γίνεσθαι δοκεῖ καὶ τῷ χρόνω ὑπὸ τοῦ ὑγροῦ λύεσθαι, φάσκων τοιαύτας ἔχειν ἀποδείξεις, ὂτι ἐν μέσῃ γῇ καὶ ὄρεσιν εύρίσκονται κόγχαι, καὶ έν Συρακούσαις δὲ ἐν ταῖς λατομίαις λέγει εὑρῆσθαι τύπον ἰχθύος καὶ φωκῶν, έν δὲ Πάρω τύπον ἀφύης ἐν τῷ βάθει τοῦ λίθου, ἐν δὲ Μελίτῃ πλάκας [*](13 πρῶτος] dagegen C. 23 (Dos. ρ. 148). — 15. 16 Xenophanes Fr. 34 3. 4 Diels) [*](1 τισὶ2] τι Ο 2 μείζους Eoeper πλείους Roeper 5 ἐκλείπειν Ritter: λείπειν HSS 11 + ὄντων? We περὶ ξενοφάνους Ο 18 δὲ τοῦτο εἰναι θεὸν Karsten 21 εἶναι <κάτω> Diels vgl. Fr. 28 24 σύρειν ἐν ἐαυτῇ Roeper 25 τὸ διὰ τῆς γῆς (Dox. 495, 7)? Diels τῇ > Ο 26 γίνεσθαι] + ἁλμυρὰν, Ο γενέσθαι δοξάζει Cruize, γενέσθαι λέγει Roeper 27 ἀπὸ Grouov ἀποδείξει Ο 28 μέσω Β κόφχα Β συρρακούσας LO 29 φυκῶν Th. Gomperz 30 ἀφύης Gronov: δάφνης HSS μελέτω LB, μηλίτω Ο, verb, Karsten)

    18
    συμπάντων τῶν θαλασσίων.