Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Περὶ τῆς γενομένης ἐν Κωνσταντινουπόλει ταραχῆς ὑπὸ Ἀρειανῶν.

Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καθ̓ ὃν ὁ βασιλεὺς τῷ πολέμῳ ἐσχόλαζεν, καὶ οἱ ἐν Κωνσταντινουπόλει Ἀρειανοὶ ταραχὴν κεκινήκασι δἰ ἐπινοίας τοιάσδε. Φιλοῦσιν οἱ ἄνθρωποι λόγους πλάττειν περὶ ὧν οὐκ ἐπίστανται: εἰ δὲ καί ποτε προφάσεως ἐπιλάβονται, μείζονας [*]([Qu. e)pilamba/nontai;]) τὰς περὶ ὧν βούλονται φήμας ἐξάπτουσι, νεωτέρων ἀεὶ ὀρεγόμενοι πραγμάτων. Τοῦτο δὴ καὶ τότε κατὰ τὴν πόλιν ἐγίνετο: ἄλλος γὰρ ἄλλο περὶ τοῦ μακρὰν γενομένου πολέμου πλάττοντες διεφήμιζον, ἀεὶ ἐπὶ τὸ χεῖρον τὴν ἐλπίδα λαμβάνοντες. Καὶ μηδενὸς ἐπιγινομένου κατὰ τὸν πόλεμον, αὐτοὶ ὡς τὰ κατ̓ αὐτὸν ἱστορήσαντες περὶ ὧν οὐκ ᾔδεισαν ἔλεγον, ὡς ὁ τύραννος ἐπικρατέστερος εἴη τῆς βασιλέως δυνάμεως: καὶ ὅτι τόσοι καὶ τόσοι κατὰ τὴν μάχην πεπτώκασι: καὶ ὅτι ὁ βασιλεὺς ὅσον οὐδέπω τῷ τυράννῳ ὑποχείριος γίνεται. Τότε δὲ καὶ οἱ Ἀρειανίζοντες ἐκ πάθους κινούμενοι,—σφόδρα γὰρ ἠνιῶντο, ὅτι τῶν ἔνδον ἐκκλησιῶν ἐκράτουν οἱ παῤ αὐτῶν πρότερον διωκόμενοι,—τὰς φήμας πολλαπλασίους εἰργάζοντο. Ἐπεὶ δὲ ἕτερά τινα τῶν λεγομένων αὐτοὺς τοὺς πεπλακότας αὐτὰ εἰς πίστιν ἦγεν, οὐχ ὡς πεπλασμένων, ἀλλ̓

228
ὡς ἀληθῶς γενομένων ἃ ἔπλασαν: οἱ γὰρ ἀκοῇ παραλαβόντες διεβεβαιοῦντο πρὸς τοὺς λογοποιοῦντας, μὴ ἄλλως ἔχειν, ἢ ὡς παῤ αὐτῶν ἀκηκόασι: τότε δὴ ἀναθαρρήσαντες οἱ Ἀρειανίζοντες εἰς ἄλογον χωροῦσιν ὁρμὴν, καὶ τὴν οἰκίαν τοῦ ἐπισκόπου Νεκταρίου πῦρ ἐμβαλόντες ἀνήλωσαν. Τοῦτο μὲν δὴ τοιοῦτον ἐγένετο [*](D. 388.) κατὰ τὴν ὑπατείαν Θεοδοσίου τὸ δεύτερον καὶ Κυνηγίου.

Περὶ τῆς νίκης τοῦ βασιλέως Θεοδοσίου, καὶ τῆς ἥττης τοῦ τυράννου.

Τοῦ δὲ βασιλέως ἐπιόντος τῷ τυράννῳ, πυνθανόμενοι τὴν παρασκευὴν οἱ ὑπὸ Μαξίμῳ ταττόμενοι οὐδὲ τὴν ἐκ τῆς φήμης προσβολὴν ἐνεγκεῖν ἐδυνήθησαν: ἀλλὰ καταπτήξαντες δέσμιον αὐτῷ τὸν τύραννον ἐνεχείρισαν: ὃς ἀνῃρέθη ἐν τῇ αὐτῇ ὑπατείᾳ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ Αὐγούστου μηνός. Ἀνδραγάθιος δὲ ὁ τοῦ βασιλέως Γρατιανοῦ φονεὺς τῆς ἥττης αἰσθόμενος, εἰς τὸν παρακείμενον ποταμὸν ῥίψας ἑαυτὸν ἀπεπνίγη. Τότε οὖν οἱ βασιλεῖς νικηφόροι ἐπὶ τὴν Ῥώμην ἐχώρουν: ἦν δὲ καὶ ὁ υἱὸς Ὁνώριος σὺν αὐτοῖς, κομιδὴ νέος ὤν: μετὰ γὰρ τὴν κατὰ Μαξίμου νίκην μεταπέμπεται αὐτὸν ὁ πατὴρ ἐκ τῆς Κωνσταντινουπόλεως. Ἦσαν οὖν ἐν τῇ Ῥώμῃ ἐπινικίους ἑορτὰς ἐπιτελοῦντες: ὅτε καὶ τὴν ἑαυτοῦ ἀγαθότητα ἐπὶ Συμμάχου τοῦ ἀπὸ ὑπάτων ὁ βασιλεὺς Θεοδόσιος ἐπεδείξατο. Οὗτος γὰρ ὁ Σύμμαχος πρῶτος μὲν ἦν τῆς ἐν Ῥώμῃ συγκλήτου: ἐθαυμάζετο δὲ ἐπὶ παιδεύσει λόγων Ῥωμαϊκῶν: καὶ γὰρ αὐτῷ πολλοὶ λόγοι συγγεγραμμένοι τῇ Ῥωμαίων γλώσσῃ τυγχάνουσι. Βασιλικὸν οὖν λόγον εἰς Μάξιμον ἔτι περιόντα γεγραφὼς καὶ διεξελθὼν, τῷ τῆς καθοσιώσεως ἐγκλήματι ἔνοχος ὕστερον γέγονεν: διὰ τοῦτο δὴ δεδιὼς τὸν θάνατον τῇ ἐκκλησίᾳ προσέφυγεν. Ὁ δὲ βασιλεὺς οὕτως ἦν περὶ τὸν Χριστιανισμὸν εὐλαβὴς, ὡς μὴ μόνον τοὺς τῆς αὐτοῦ πίστεως ἱερεῖς ὑπερτιμᾶν, ἀλλὰ γὰρ καὶ Ναυατιανοὺς τὸ ὁμοούσιον φρονοῦντας ἀσμένως προσεδέχετο. Λεοντίῳ γοῦν ἐπισκόπῳ τῆς ἐν Ῥώμῃ τῶν Ναυατιανῶν ἐκκλησίας παρακαλοῦντι χάριν διδοὺς, τὸν Σύμμαχον ἀπέλυσε τοῦ ἐγκλήματος. Συγγνώμης οὖν ἀξιωθεὶς ὁ Σύμμαχος τὸν ἀπολογητικὸν λόγον εἰς τὸν αὐτοκράτορα Θεοδόσιον ἔγραψεν. Ὁ μὲν δὴ πόλεμος κατ̓ ἀρχὰς μεγίστην ἀπειλὴν ἐσχηκὼς, τελευτῶν ταχεῖαν ἔσχε τὴν κρίσιν.

229

Περὶ Φλαβιανοῦ τοῦ Ἀντιοχείας.

Περὶ δὲ τὸν αὐτὸν χρόνον περὶ τὴν Συρίας Ἀντιόχειαν τάδε ἐγένετο. Παυλίνου τελευτήσαντος, ὁ ὑπ̓ αὐτῷ λαὸς τὸν Φλαβιανὸν ἐξετρέπετο: καὶ διὰ τοῦτο παρασκευάζει χειροτονηθῆναι τοῦ οἰκείου μέρους Εὐάγριον. Τοῦ δὲ οὐ πολὺν ἐπιβιώσαντος χρόνον, ἕτερος εἰς τὸν τόπον αὐτοῦ οὐκέτι καθίσταται, Φλαβιανοῦ τοῦτο κατασκευάσαντος. Ὅσοι δὲ τὸν Φλαβιανὸν διὰ τὴν παράβασιν ἀπεστρέφοντο τῶν ὅρκων, κατ̓ ἰδίαν τὰς συναγωγὰς ἐποιοῦντο. Φλαβιανὸς δὲ, τὸ τοῦ λόγου, πάντα λίθον ἐκίνει, ὑφ̓ αὑτῷ καὶ τούτους ποιήσασθαι: ὅπερ καὶ μικρὸν ὕστερον ἐξίσχυσε κατεργάσασθαι, τὴν ὀργὴν θεραπεύσας Θεοφίλου τότε τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου, δἰ οὗ καὶ κατήλλαξε Δάμασον τὸν τῆς Ῥώμης ἐπίσκοπον. Ἀμφότεροι γὰρ πρὸς Φλαβιανὸν ἐχαλέπαινον οὐ μόνον διὰ τὸ ἐπιορκηκέναι, ἀλλ̓ ὅτι καὶ αἰτίαν παρεῖχε τοῦ χωρίζεσθαι τοὺς ὁμόφρονας. Θεραπευθεὶς οὖν τὴν ὀργὴν Θεόφιλος, πέμψας τε Ἰσίδωρον πρεσβύτερον, καταλλάσσει λυπούμενον Δάμασον, λυσιτελεῖν εἰπὼν δἰ ὁμόνοιαν τοῦ λαοῦ παριδεῖν τὸ φθάσαν Φλαβιανοῦ πλημμέλημα. Οὕτως τε τῷ Φλαβιανῷ τῆς κοινωνίας ἀποδοθείσης, ὁ ἐν Ἀντιοχείᾳ λαὸς κατὰ βραχὺ προϊόντος τοῦ χρόνου τὴν ὁμόνοιαν ἔστερξαν. Τὰ μὲν δὴ κατὰ Ἀντιόχειαν τοιοῦτον ἔσχε τὸ τέλος: οἱ γὰρ κατ̓ αὐτὴν Ἀρειανοὶ τῶν ἐκκλησιῶν ἐξωθηθέντες ἐν προαστείοις τῆς πόλεως τὰς συναγωγὰς ἐποιήσαντο. Ἐν τοσούτῳ δὲ καὶ Κύριλλον τὸν τῶν Ἱεροσολύμων ἐπίσκοπον τελευτήσαντα Ἰωάννης διαδέχεται.

Περὶ τῆς ἐν Ἀλεξανδρείᾳ καθαιρέσεως τῶν εἰδωλικῶν ναῶν καὶ τῆς διὰ ταῦτα συμβουλῆς Ἑλλήνων καὶ Χριστιανῶν.

Κατὰ δὲ τὸν χρόνον τόνδε καὶ ἐν τῇ Ἀλεξανδρείᾳ τοιοῦτο πάθος ἐγένετο. Τῇ τοῦ ἐπισκόπου Θεοφίλου σπουδῇ βασιλέως ἐκέλευε πρόσταγμα λύεσθαι τοὺς ἐν Ἀλεξανδρείᾳ τῶν Ἑλλήνων ναοὺς, καὶ τοῦτο γίνεσθαι τῇ Θεοφίλου φροντίδι. Ταύτης τῆς ἐξουσίας δραξάμενος ὁ Θεόφιλος, παντοῖος ἐγένετο καθυβρίσαι τὰ τῶν Ἑλλήνων μυστήρια: καὶ ἀνακαθαίρει μὲν τὸ Μιθρεῖον, καταστρέφει

230
δὲ τὸ Σαραπεῖον. Καὶ τὰ μὲν τοῦ Μιθρείου φονικὰ μυστήρια δημόσια ἐπόμπευε: τὰ δὲ τοῦ Σαράπιδος καὶ τῶν ἄλλων γέλωτος ἐδείκνυ μεστὰ, τοὺς φαλλοὺς φέρεσθαι κελεύσας διὰ μέσης τῆς ἀγορᾶς. Ταῦτα οὕτω γενόμενα ὁρῶντες οἱ κατὰ τὴν Ἀλεξάνδρειαν Ἕλληνες, καὶ μάλιστα οἱ φιλοσοφεῖν ἐπαγγελλόμενοι, τὴν λύπην οὐκ ἤνεγκαν: ἀλλὰ τοῖς πάλαι δραματουργηθεῖσι προσέθηκαν μείζονα. Μιᾷ γὰρ ὁρμῇ ἔκ τινος συνθήματος κατὰ τῶν Χριστἱ??ʼνῶν χωρήσαντες πάντα φόνον εἰργάζοντο: ἠμύνοντο δὲ καὶ οἱ Χριστιανοὶ, καὶ πᾶν κακὸν ἐπηκολούθει κακῷ: ἕως τε τοσούτου ἐξετάθη ἡ μάχη, ἕως οὗ κόρος τῶν φόνων τὸ γινόμενον ἔπαυσεν. Απώλοντο γὰρ ἐν τῇ συμβολῇ τῶν μὲν Ἑλλήνων ὀλίγοι, τῶν δὲ Χριστιανῶν σφόδρα πολλοί: οἱ δὲ τραυματίαι ἐξ ἑκατέρου μέρους ἦσαν ἀναρίθμητοι. Φόβος ἐκ τῶν γεγονότων εἶχε τοὺς Ἑλληνίζοντας δεδοικότας τὴν τοῦ βασιλέως ὀργήν. Πράξαντες γὰρ ἃ ἐδόκει αὐτοῖς, καὶ ταῖς μιαιφονίαις τὸν θυμὸν ἀποσβέσαντες, ἄλλος ἀλλαχῆ κατεκρύπτοντο: πολλοὶ δὲ καὶ ἐκ τῆς Ἀλεξανδρείας ἔφυγον κατὰ τὰς πόλεις μεριζόμενοι. Ὧν ἦσαν οἱ δύο γραμματικοὶ, Ἑλλάδιος καὶ Ἀμμώνιος, παῤ οἷς ἐγὼ κομιδῆ νέος ὢν ἐν τῇ Κωνσταντινουπόλει ἐφοίτησα. Ἑλλάδιος μὲν οὖν ἱερεὺς τοῦ Διὸς εἶναι ἐλέγετο: Ἀμμώνιος δὲ πιθήκου. Οὕτω δὴ τοῦ κακοῦ κατασταλέντος, συνελαμβάνοντο τῷ Θεοφίλῳ πρὸς τὴν κατάλυσιν τῶν ναῶν ὅ τε τῆς Ἀλεξανδρείας ἔπαρχος καὶ ὁ ἡγούμενος τοῦ στρατιωτικοῦ τάγματος. Τὰ μὲν οὖν ἱερὰ κατεστρέφετο: τὰ δὲ ἀγάλματα τῶν θεῶν μετεχωνεύετο εἰς λεβήτια, καὶ εἰς ἑτέρας χρείας τῆς Ἀλεξανδρέων ἐκκλησίας, τοῦ βασιλέως χαρισαμένου τοὺς θεοὺς εἰς δαπανήματα τῶν πτωχῶν. Πάντας οὖν τοὺς θεοὺς συντρίψας ὁ Θεόφιλος, ἓν ἄγαλμα τοῦδε τοῦ θεοῦ ἀχώνευτον τηρεῖσθαι κελεύσας, δημοσίᾳ προέστησεν: ἵνα, φησὶ, χρόνου προϊόντος μὴ ἀρνήσωνται οἱ Ἕλληνες τοιούτους προσκεκυνηκέναι θεούς. Ἐπὶ τούτῳ πάνυ ἀνιώμενον οἶδα Ἀμμώνιον τὸν γραμματικὸν, ὃς ἔλεγε, δεινὰ πεπονθέναι τὴν Ἑλλήνων θρησκείαν: ὅτι μὴ καὶ ὁ εἷς ἀνδριὰς ἐχωνεύθη, ἀλλ̓ ἐπὶ γέλωτι τῆς Ἑλλήνων θρησκείας φυλάττηται. Ἑλλάδιος δὲ παρὰ τισιν ηὔχει, ὡς ἐννέα εἴη ἄνδρας ἐν τῇ συμπληγάδι φονεύσας. Τὰ μὲν οὖν κατὰ τὴν Ἀλεξάνδρειαν τότε τοιαῦτα ἐγένετο.
231

Περὶ τῶν εὑρεθέντων ἐν τῷ τοῦ Σαράπιδος ναῷ γραμμάτων ἱερογλυφικῶν.

Ἐν δὲ τῷ ναῷ τοῦ Σαράπιδος λυομένου καὶ γυμνουμένου ηὕρητο γράμματα ἐγκεχαραγμένα τοῖς λίθοις τῷ καλουμένῳ ἱερογλυφικῷ [*]([*wal. ta\ kalou/mena i(eroglufika/.]) ἦσαν δὲ οἱ χαρακτῆρες σταυρῶν ἔχοντες τύπους. Τούτους ὁρῶντες Χριστιανοί τε καὶ Ἕλληνες τῇ ἰδίᾳ ἑκάτεροι θρησκείᾳ προσηρμόζοντο. Χριστιανοὶ μὲν γὰρ σημεῖον τοῦ κατὰ Χριστὸν σωτηριώδους πάθους εἶναι λέγοντες τὸν σταυρὸν, οἰκεῖον εἶναι τὸν χαρακτῆρα ἐνόμιζον. Ἕλληνες δέ τι κοινὸν Χριστῷ καὶ Σαράπιδι ἔλεγον: εἰ ὁ σταυροειδὴς χαρακτὴρ ἄλλο μὲν Χριστιανοῖς, ἄλλο δὲ Ἕλλησι ποιεῖται τὸ σύμβολον. Τούτων δὲ ἀμφισβητουμένων, τινες τῶν Ἑλλήνων τῷ Χριστιανισμῷ προσελθόντες, τὰ ἱερογλυφικά τε γράμματα ἐπιστάμενοι, διερμηνεύοντες τὸν σταυροειδῆ χαρακτῆρα ἔλεγον σημαίνειν ζωὴν ἐπερχομένην. Τοῦτο πλεῖον οἱ Χριστιανοὶ εἰς τὴν οἰκείαν θρησκείαν ἁρπάσαντες, ἀλαζονικώτερον διετέθησαν. Ὡς δὲ καὶ δἰ ἑτέρων γραμμάτων ἱερογλυφικῶν ἐδηλοῦτο, τέλος ἕξειν τὸ τοῦ Σαράπιδος ἱερὸν, ὅτε σταυροειδὴς φανῇ χαρακτὴρ, τοῦτο γὰρ εἶναι τὴν ἐπερχομένην ζωὴν, πολλῷ πλείους προσήρχοντο τῷ Χριστιανισμῷ, καὶ τὰς ἁμαρτίας ἐξομολογούμενοι ἐβαπτίζοντο. Τὰ μὲν οὖν ἐπὶ τῷ σταυροειδεῖ χαρακτῆρι γενόμενα τοιαῦτα ἀκήκοα: ἐγὼ δὲ οὔ φημι τοὺς Αἰγυπτίων ἱερεῖς τὰ περὶ τοῦ Χριστοῦ προγινώσκοντας ἀποτυπῶσαι τὸ σταυροειδὲς γράμμα. Εἰ γὰρ τὸ περὶ τῆς εἰς τὸν κόσμον καθόδου μυστήριον ἦν ἀποκεκρυμμένον [*](Col. i. 26.) ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ὥς φησιν ὁ ἀπόστολος, καὶ ἔλαθε τὸν ἄρχοντα τῆς πονηρίας διάβολον, πολλῷ μᾶλλον τοὺς ὑπηρέτας αὐτοῦ ἱερεῖς Αἰγυπτίων τοῦτο διέφυγεν. Ἀλλ̓ ἡ πρόνοια παρεσκεύασε τοῦτο γενέσθαι ἐπὶ τῇ τοῦ γράμματος ζητήσει, ὅπερ καὶ ἐν τῷ ἀποστόλῳ Παύλῳ ἐπέδειξε πρότερον. Καὶ γὰρ ἐκεῖνος ὑπὸ τοῦ θείου Πνεύματος σοφὸς γεγονὼς, τῇ ὁμοίᾳ μεθόδῳ πρὸς Ἀθηναίους χρησάμενος, πολλοὺς εἰς τὴν πίστιν προσήγαγεν, ὅτε τὰ ἐπὶ τῷ βωμῷ γεγραμμένα ἀναγνοὺς τῷ ἰδίῳ λόγῳ [*](Acts xvii. 23.) προσήρμοσεν. Εἰ μὴ ἄρα τις λέγοι ἐνηργηκέναι τὸν τοῦ Θεοῦ λόγον εἰς τοὺς Αἰγυπτίων ἱερεῖς, ὥσπερ ἐπὶ τοῦ Βαλαὰμ καὶ ἐπὶ τοῦ Καϊάφα: καὶ γὰρ ἐκεῖνοι ἄκοντες περὶ τῶν ἀγαθῶν προεφήτευσαν. Τοσαῦτα μὲν περὶ τούτων εἰρήσθω.

232

Ὡς ὁ βασιλεὺς Θεοδόσιος ἐν τῇ Ῥώμῃ γεγονὼς πολλὰ τὴν πόλιν ὠφέλησε, περιελὼν τά τε ἐν τοῖς Μαγκηπείοις λῃστήρια καὶ τὰ ἐν τοῖς πορνείοις ἄτοπα τῶν σείστρων.

Ὁ δὲ βασιλεὺς Θεοδόσιος ἐπ̓ ὀλίγον κατὰ τὴν Ἰταλίαν διατρίψας, μέγιστα τὴν Ῥωμαίων ὤνησε πόλιν: τὰ μὲν τῷ δοῦναι, τὰ δὲ τῷ περιελεῖν. Καὶ γὰρ πολλὰ ἐφιλοτιμήσατο: καὶ περιεῖλε διττὴν αἰσχύνην τῆς πόλεως: μίαν μὲν τήνδε. Ἦσαν ἐξ ἀρχαίου κατὰ τὴν μεγίστην Ῥώμην οἶκοι παμμεγέθεις, ἐν οἷς ὁ τῇ πόλει χορηγούμενος ἄρτος ἐγίνετο: οἵ τε προϊστάμενοι τούτων, οἳ μάγκιπες τῇ Ῥωμαίων γλώσσῃ καλοῦνται, προϊόντος τοῦ χρόνου λῃστήρια τοὺς οἴκους πεποίηνται. Ὡς γὰρ ἦσαν οἱ τῶν οἴκων μυλῶνες κατὰ βάθους τὴν θέσιν ἔχοντες, κατὰ τὸ πλευρὸν ἑκάστου οἰκήματος καπηλεῖα κατασκευάσαντες, πόρνας τε ἐν αὐτοῖς προστησάμενοι, δἰ αὐτῶν ἐλοχῶντο πολλούς: τοὺς μὲν τῇ χρείᾳ τῆς τροφῆς εἰσιόντας, τοὺς δὲ καὶ δἰ ἀκρασίαν αἰσχρᾶς ἡδονῆς. Ἐκ γάρ τινος μηχανῆς ἐκ τοῦ καπηλείου εἰς τὸν μυλῶνα ἐνέπιπτον: καὶ τοῦτο ἔπασχον μάλιστα οἱ ξένοι τῇ Ῥώμῃ ἐπιδημοῦντες. Ἠναγκάζοντό τε οἱ ἁλόντες ἐν τοῖς μυλῶσιν ἐργάζεσθαι: πολλοί τε κατεγήρασαν ἐν αὐτοῖς μὴ συγχωρηθέντες ὑπεξελθεῖν, τοῖς τε οἰκείοις ἑαυτῶν τοῦ τεθνηκέναι δόξαν παρεσχηκότες. Ἐν τῇ παγίδι ταύτῃ τῶν στρατιωτῶν τις τοῦ βασιλέως Θεοδοσίου ἐνέπεσεν: ἐπεὶ δὲ ὁ στρατιώτης κατάκλειστος τῷ μυλῶνι γενόμενος ἐξελθεῖν οὐκ ἠφίετο, σπασάμενος ἣν εἶχε παραξιφίδα, τοὺς κωλύοντας διεχρήσατο: οἱ δὲ φόβῳ τῶν γινομένων τὸν στρατιώτην ἀπέλυσαν. Γνοὺς ταῦτα ὁ βασιλεὺς τοὺς μάγκιπας μὲν ἐτιμωρήσατο, τοὺς δὲ λῃστοδόχους οἴκους ἐκείνους καταστραφῆναι ἐκέλευσε. Μίαν μὲν δὴ τοιαύτην αἰσχύνην ὁ βασιλεὺς περιεῖλε τῆς βασιλευούσης πόλεως: ἑτέραν δὲ τοιαύτην: εἰ ἥλω ἐπὶ μοιχείᾳ γυνὴ, οὐ διορθώσει, ἀλλὰ προσθήκῃ τῆς ἁμαρτίας ἐτιμωροῦντο τὴν πταίσασαν. Ἐν γὰρ πορνείῳ στενῷ κατάκλειστον ποιήσαντες ἀναιδῶς ἐποίουν πορνεύεσθαι: κώδωνάς τε σείεσθαι κατὰ τὸν καιρὸν τῆς ἀκαθάρτου πράξεως ἐποίουν, ὅπως ἂν μὴ λανθάνῃ τοὺς παριόντας τὸ γινόμενον: ἀλλ̓ ἐκ τοῦ ἤχου τῶν σειομένων κωδώνων ἡ ἐφύβριστος τιμωρία τοῖς πᾶσιν ἐγνωρίζετο. Ταῦτα οὐκ ἤνεγκεν

233
ὁ βασιλεὺς πυθόμενος τὴν ἀναιδῆ συνήθειαν: ἀλλὰ κατέλυσε τὰ σεῖστρα, οὕτω γὰρ ὠνομάζετο τὰ τοιαῦτα πορνεῖα: τοῖς ἄλλοις ὑποπίπτειν νόμοις τὰς ἁλούσας ἐπὶ μοιχείᾳ κελεύσας. Τοιούτων μὲν δὴ φαυλοτάτων καὶ ἐφυβρίστων δύο πραγμάτων ὁ βασιλεὺς Θεοδόσιος τὴν Ῥωμαίων πόλιν ἐλευθέραν πεποίηκε. Καταστησάμενος δὲ καλῶς καὶ τὰ ἄλλα πράγματα, καταλείπει μὲν ἐν τῇ Ῥώμῃ Οὐαλεντινιανὸν βασιλεύοντα. Αὐτὸς δὲ ἅμα τῷ υἱῷ Ὁνωρίῳ ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπορεύθη, εἰς αὐτήν τε εἰσέρχεται ἐν ὑπατείᾳ Τατιανοῦ καὶ Συμμάχου, τῇ δεκάτῃ τοῦ [*](A.D. 391) Νοεμβρίου μηνός.

Περὶ τῶν ἐπὶ τῆς μετανοίας πρεσβυτέρων. ὅπως τηνικαῦτα περιῃρέθησαν.

Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον ἔδοξε καὶ τοὺς ἐπὶ τῆς μετανοίας περιελεῖν. πρεσβυτέρους τῶν ἐκκλησιῶν δἰ αἰτίαν τοιαύτην. Ἀφ̓ οὖ Ναυατιανοὶ τῆς ἐκκλησίας διεκρίθησαν, τοῖς ἐπταικόσιν ἐν τῷ ἐπὶ Δεκίου διωγμῷ κοινωνῆσαι μὴ θελήσαντες, οἱ ἐπίσκοποι τῷ [*](Cp. i. 10; iv. 28.) ἐκκλησιαστικῷ κανόνι τὸν πρεσβύτερον τὸν ἐπὶ τῆς μετανοίας προσέθεσαν, ὅπως ἂν οἱ μετὰ τὸ βάπτισμα πταίσαντες ἐπὶ τοῦ προβληθέντος τούτου πρεσβυτέρου ἐξομολογῶνται τὰ ἁμαρτήματα. Οὗτος ὁ κανὼν κρατεῖ μέχρι νῦν ἐν ταῖς ἄλλαις αἱρέσεσι: μόνοι δὲ οἱ τοῦ ὁμοουσίου φρονήματος, καὶ οἱ τούτοις κατὰ τὴν πίστιν ὁμόφρονες Ναυατιανοὶ, τὸν ἐπὶ τῆς μετανοίας πρεσβύτερον παρῃτήσαντο. Ναυατιανοὶ μὲν γὰρ οὐδὲ τὴν ἀρχὴν τὴν προσθήκην ταύτην ἐδέξαντο: οἱ δὲ νῦν τῶν ἐκκλησιῶν κρατοῦντες ἕως πολλοῦ φυλάξαντες, ἐπὶ Νεκταρίου τοῦ ἐπισκόπου μετέθεσαν, τοιούτου τινὸς ἐπὶ τὴν ἐκκλησίαν συμβάντος. Γυνή τις τῶν εὐγενῶν προσῆλθεν τῷ ἐπὶ τῆς μετανοίας πρεσβυτέρῳ: καὶ κατὰ μέρος ἐξομολογεῖται τὰς ἁμαρτίας, ἃς ἐπεπράχει μετὰ τὸ βάπτισμα. Ὁ δὲ πρεσβύτερος παρήγγειλε τῇ γυναικὶ νηστεύειν καὶ συνεχῶς εὔχεσθαι, ἵνα σὺν τῇ ὁμολογίᾳ καὶ ἔργον τι δεικνύειν ἔχῃ τῆς μετανοίας ἄξιον. Ἡ δὲ γυνὴ προβαίνουσα καὶ ἄλλο πταῖσμα ἑαυτῆς κατηγόρει: ἔλεγε γὰρ, ὡς εἴη συγκαθευδήσας αὐτῇ τῆς ἐκκλησίας διάκονος. Τοῦτο ἐλεγχθὲν τὸν μὲν διάκονον τῆς ἐκκλησίας ἐκπεσεῖν παρεσκεύασε: ταραχὴ δὲ κατέσχε τὰ πλήθη: ἠγανάκτουν γὰρ οὐ μόνον

234
ἐπὶ τῷ γενομένῳ, ἀλλ̓ ὅτι καὶ τῇ ἐκκλησίᾳ βλασφημίαν ἡ πρᾶξις καὶ ὕβριν προὐξένησεν. Διασυρομένων δὲ ἐκ τούτου τῶν ἱερωμένων ἀνδρῶν, Εὐδαίμων τις τῆς ἐκκλησίας πρεσβύτερος, Ἀλεξανδρεὺς τὸ γένος, γνώμην τῷ ἐπισκόπῳ δίδωσι Νεκταρίῳ περιελεῖν μὲν τὸν ἐπὶ τῆς μετανοίας πρεσβύτερον, συγχωρῆσαι δὲ ἕκαστον τῷ ἰδίῳ συνειδότι τῶν μυστηρίων μετέχειν: οὕτω γὰρ μόνως ἔχειν τὴν ἐκκλησίαν τὸ ἀβλασφήμητον. Ταῦτα παρὰ τοῦ Εὐδαίμονος ἀκούσας [*](Cp. i. 1; ii. 1.) ἐγὼ τῇ γραφῇ τῇδε παραδοῦναι ἐθάρρησα: ὡς γὰρ πολλάκις ἔφην πᾶσαν σπουδὴν παῤ ἑκάστου τῶν εἰδότων ἐθέμην μανθάνειν τὰ πράγματα καὶ ἀκριβῶς ἐρευνᾷν, ἵνα μὴ ἔξω τῆς ἀληθείας τι γράφοιμι. Ἐγὼ δὲ πρὸς τὸν Εὐδαίμονα πρότερον ἔφην: Ἡ συμβουλή σου, ὦ πρεσβύτερε, εἰ συνήνεγκεν τῇ ἐκκλησίᾳ, ἢ εἰ μὴ, Θεὸς ἂν εἰδείη: ὁρῶ δὲ ὅτι πρόφασιν παρέσχε τοῦ μὴ ἐλέγχειν ἀλλήλων τὰ ἁμαρτήματα, μηδὲ φυλάττειν τὸ τοῦ ἀποστόλου παράγγελμα τὸ [*](Eph. v. 11.) λέγον, Μηδὲ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. Περὶ μὲν οὖν τούτων αὐτάρκως εἰρήσθω.