Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Ὅτι Ἰοβιανοῦ τελευτήσαντος, Οὐαλεντινιανὸν ἀναγορεύουσιν, ὃς δὴ κοινωνὸν τῆς βασιλείας λαμβάνει τὸν ἀδελφὸν Οὐάλεντα: καὶ ὅτι Οὐαλεντινιανὸς μὲν ἦν ὀρθόδοξος, Οὐάλης δὲ Ἀρειανός.

Τοῦ δὴ βασιλέως Ἰοβιανοῦ Δαδαστάνοις, ὡς ἔφημεν, τελευτήσαντος τῇ ἑαυτοῦ ὑπατείᾳ καὶ Βαρωνιανοῦ τοῦ υἱοῦ αὐτοῦ, τῇ ἑπτακαιδεκάτῃ [*](A.D. 364.) τοῦ Φεβρουαρίου μηνὸς, οἱ στρατιῶται ἐκ τῆς Γαλατῶν ἑβδομαῖοι εἰς Νίκαιαν τῆς Βιθυνίας ἐλθόντες κοινῇ ψήφῳ Οὐαλεντινιανὸν ἀνακηρύττουσι βασιλέα, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φεβρουαρίου μηνὸς, ἐν τῇ αὐτῇ ὑπατείᾳ: ὅστις Παννόνιος μὲν ἦν τὸ γένος, πόλεως Κιβάλεως: τάξιν δὲ στρατιωτῶν ἐγχειρισάμενος, πολλὴν ἐπεδείξατο τῶν τακτικῶν ἐπιστήμην. Ἦν δὲ καὶ μεγαλόψυχος ὁ ἀνὴρ, καὶ ἀεὶ τῆς παρούσης τύχης μείζων ἐφαίνετο. Ὡς οὖν αὐτὸν ἀνεστήσαντο βασιλέα, εὐθὺς ἐπὶ τὴν Κωνσταντινούπολιν γενόμενος κοινωνὸν τῆς βασιλείας προσλαμβάνει τὸν ἀδελφὸν Οὐάλεντα, μετὰ τριάκοντα ἡμέρας τῆς αὐτοῦ ἀνακηρύξεως. Ἀλλ̓ ἄμφω μὲν ἦσαν Χριστιανοὶ, διεφώνουν δὲ περὶ τὴν τοῦ Χριστιανισμοῦ πίστιν: Οὐαλεντινιανὸς μὲν γὰρ τὴν πίστιν τῆς ἐν Νικαίᾳ συνόδου ἔσεβεν, Οὐάλης δὲ τῷ Ἀρειανῷ δόγματι ἐκ προλήψεως μᾶλλον προσέκειτο. Τὴν δὲ πρόληψιν ἐποιήσατο τὸ ὑπὸ Εὐδοξίου τοῦ προεστῶτος τῆς ἐν Κωνσταντινουπόλει Ἀρειανῆς θρησκείας βεβαπτίσθαι αὐτόν. Καὶ ζῆλον μὲν εἶχον ἄμφω σπουδαῖον περὶ ὃ ἕκαστος ἔσεβε: τῷ δὲ τρόπῳ πολὺ διεστήκεισαν ἀλλήλων γενόμενοι βασιλεῖς. Πρότερον μὲν γὰρ ἐπὶ Ἰουλιανοῦ, ὅτε ὁ μὲν Οὐαλεντινιανὸς χιλίαρχος ἦν, Οὐάλης δὲ ἐν τοῖς οἰκείοις τοῦ βασιλέως ἐστρατεύετο, οἶον εἶχεν ἕκαστος ζῆλον ἐπέδειξαν. Θύειν γὰρ ἀναγκαζόμενοι, τὰς ζώνας τῆς στρατείας μᾶλλον ἀφιέναι ἡροῦντο ἢ ἀφιέναι τὸν Χριστιανισμόν. Ἀλλὰ τότε μὲν Ἰουλιανὸς ὁ βασιλεὺς, χρειώδεις τοὺς ἄνδρας τοῖς δημοσίοις

174
εἰδὼς, οὐδένα τῆς στρατείας ἐκίνει, ὥσπερ οὐδὲ Ἰοβιανὸν τὸν μετ̓ αὐτὸν βασιλεύσαντα. Ὕστερον δὲ βασιλεύσαντες, περὶ μὲν τὴν τῶν δημοσίων πρόνοιαν ἐν ἀρχῇ παραπλήσιοι ἀλλήλοις ὄντες ἐτύγχανον: περὶ δὲ τὸν Χριστιανισμὸν, ὡς ἔφην, διαφωνοῦντες, οὐκέθ̓ ὁμοίῳ τρόπῳ κατὰ τῶν Χριστιανιζόντων ἐκέχρηντο. Οὐαλεντινιανὸς γὰρ τοὺς μὲν οἰκείους συνεκρότει, τοῖς δὲ Ἀρειανίζουσιν οὐδαμῶς ἦν ὀχληρός. Οὐάλης δὲ Ἀρειανοὺς αὐξῆσαι προαιρούμενος, δεινὰ κατὰ τῶν μὴ τοιαῦτα φρονούντων εἰργάσατο, [*](cc. 16, 17.) ὡς προϊὼν ὁ τῆς ἱστορίας δηλώσει λόγος. Κατὰ δὴ τὸν χρόνον τόνδε τῆς μὲν ἐν Ῥώμῃ ἐκκλησίας προεστήκει Λιβέριος: ἐν δὲ τῇ Ἀλεξανδρείᾳ, τῆς μὲν ὁμοουσίου πίστεως Ἀθανάσιος, τῆς δὲ Ἀρειανιζούσης Λούκιος, ὃν μετὰ Γεώργιον κατέστησαν οἱ Ἀρειανίζοντες. Τῶν δὲ κατὰ τὴν Ἀντιόχειαν Ἀρειανῶν ἡγεῖτο Εὐζώϊος: διῄρηντο δὲ καὶ οἱ τοῦ ὁμοουσίου: τῶν μὲν γὰρ Παυλῖνος, τῶν δὲ Μελίτιος προειστήκεισαν. Τῶν δὲ περὶ τὰ Ἱεροσόλυμα Κύριλλος αὖθις ἐκράτει. Ἐν δὲ Κωνσταντινουπόλει Εὐδόξιος μὲν τῶν ἐκκλησιῶν ἐκράτει, τὴν Ἀρείου δόξαν διδάσκων: οἱ δὲ τοῦ ὁμοουσίου φρονήματος ἐν μικρῷ οἰκίσκῳ τὰς συναγωγὰς ἐποιοῦντο ἔνδον τῆς πόλεως. Τῆς δὲ Μακεδονιανῆς θρησκείας ἔτι κατὰ τὰς πόλεις ἐκράτουν τῶν εὐκτηρίων οἴκων οἱ ἐν Σελευκείᾳ διακριθέντες τοῖς περὶ Ἀκάκιον. Ἐν τοιαύτῃ μὲν δὴ καταστάσει τὰ τῶν ἐκκλησιῶν ἦν.

Ὅτι Οὐαλεντινιανοῦ ἐπὶ τὰ ἑσπέρια μέρη γενομένου, Οὐάλης ἐν Κωνσταντινουπόλει προσελθόντων Μακεδονιανῶν καὶ αἰτούντων σύνοδον γενέσθαι, ἐπένευσε: καὶ ὅτι τοὺς τοῦ ὁμοουσίου ἐπολέμει.

Τῶν δὲ βασιλέων, Οὐαλεντινιανὸς μὲν τὰ ἑσπέρια μέρη ταχέως κατέλαβεν: εἷλκε γὰρ αὐτὸν ἡ τῶν ἐκεῖ πραγμάτων φροντίς: Οὐάλεντι δὲ μικρὸν κατὰ τὴν Κωνσταντινούπολιν ἐπιμείναντι προσέρχονται πλεῖστοι τῶν ἐπισκόπων τῆς Μακεδονιανῶν θρησκείας, ἐξαιτοῦσίν τε ἄλλην γενέσθαι σύνοδον ἐπὶ διορθώσει τῆς πίστεως. Ὁ δὲ βασιλεὺς, νομίσας συναινέσαι αὐτοὺς τοῖς περὶ Ἀκάκιον καὶ Εὐδόξιον, γενέσθαι ἐπέτρεψε. Καὶ οὗτοι μὲν συγκροτεῖν σύνοδον ἐν τῇ Λαμψάκῳ ἔσπευδον. Οὐάλης δὲ ᾗ τάχος ἐπὶ τὴν Συρίας Ἀντιόχειαν ὥρμησεν, ὑφορώμενος μὴ οἱ Πέρσαι τὰς γενομένας ἐπὶ

175
Ἰοβιανοῦ τριακοντούτεις σπονδὰς παραλύσαντες τοῖς Ῥωμαίων ὅροις ἐπέλθοιεν. Ἀλλὰ τὰ μὲν Περσικὰ ἡσύχασεν. Αὐτὸς δὲ τῇ ἡσυχίᾳ καταχρώμενος κατὰ τῶν τὸ ὁμοούσιον φρονούντων ἄσπονδον ἤγειρε πόλεμον: καὶ Παυλῖνον μὲν τὸν ἐπίσκοπον δἰ ὑπερβάλλουσαν τοῦ ἀνδρὸς εὐλάβειαν οὐδὲν κακὸν ἐποίησεν, Μελίτιον δὲ ἐξορίᾳ ἐζημίωσε: τοὺς δὲ ἄλλους, ὅσοι μὴ ἐβούλοντο Εὐζωΐῳ κοινωνεῖν, τῶν μὲν ἐκκλησίων τῶν ἐν Ἀντιοχείᾳ ἐξήλαυνεν, ζημίαις δὲ καὶ τιμωρίαις διαφόροις ὑπέβαλλεν. Λέγεται δὲ, ὅτι καὶ πολλοὺς εἰς τὸν παρακείμενον ποταμὸν Ὀρρόντην ἀπέπνιξεν.

Ὅτι Οὐάλεντος κακῶς ποιοῦντος ἐν τῇ ἀνατολῇ τοὺς τὸ ὁμοούσιον φρονοῦντας, ἐν τῇ Κωνσταντινουπόλει τύραννος ἀνέστη Προκόπιος: ἐν δὲ τῷ αὐτῷ καιρῷ καὶ σεισμὸς ἐπιγενόμενος καὶ θαλάσσης ἐπίκλυσις τὰς πολλὰς τῶν πόλεων ἔβλαψε.

Ταῦτα δὲ αὐτοῦ κατὰ τὴν Συρίαν ποιοῦντος, ἐπανίστατο ἐκ τῆς Κωνσταντινουπόλεως τύραννος, Προκόπιος ὄνομα αὐτῷ: ὃς πολλὴν συγκροτήσας ἐν βραχεῖ χρόνῳ δύναμιν, ὁρμᾷν κατὰ τοῦ βασιλέως ἐσπούδαζεν. Τοῦτο ἀπαγγελθὲν εἰς ἀγωνίαν μεγίστην τὸν βασιλέα κατέστησεν, ἥτις αὐτοῦ καὶ τὴν κατὰ τῶν διωκομένων ὁρμὴν πρὸς ὀλίγον ἐπέσχεν. Ὡς δὲ ἐκ τοῦ πολέμου ταραχὴ τέως ὠδίνετο, σεισμὸς ἐπιγενόμενος πολλὰς τῶν πόλεων ἔβλαψεν. Ἥ τε θάλασσα τοὺς οἰκείους ὅρους ἐνήλλαξεν: ἔν τισι μὲν γὰρ τόποις τοσοῦτον ἐπέκλυσεν, ὡς τοὺς πρώην βασίμους τόπους πλεῖσθαι: ἑτέρων δὲ τόπων τοσοῦτον ἀπέστη, ὡς ἐν ξηρᾷ εὑρεθῆναι. Καὶ [*](A.D. 365) τοῦτο ἐγένετο κατὰ τὴν πρώτην ὑπατείαν τῶν δύο βασιλέων.

Ὅτι θορύβου ὄντος ἐν τοῖς δημοσίοις καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς, οἱ τὴν σύνοδον ἐν τῇ Λαμψάκῳ συγκροτήσαντες Μακεδονιανοὶ τὴν μὲν ἐν Ἀντιοχείᾳ πίστιν αὖθις κρατύναντες, τὴν ἐν Ἀριμίνῳ ἀνεθεμάτισαν, καὶ αὖθις τὴν Ἀκακίου καὶ Εὐδοξίου καθαίρεσιν βεβαιοῦσιν.

Τούτων δὴ γενομένων, οὐδέτερα ἡσύχαζεν οὔτε τὰ δημόσια πράγματα οὔτε μὴν τὰ τῶν ἐκκλησιῶν. Οἱ μὲν οὖν παρὰ τοῦ βασιλέως τὴν σύνοδον συγκροτηθῆναι αἰτήσαντες ἐν τῇ Λαμψάκῳ συνῆλθον, ἐν ὑπατείᾳ τῇ αὐτῇ: τοῦτο δὲ ἦν ἕβδομον ἔτος ἀπὸ τῆς ἐν Σελευκείᾳ

176
γενομένης συνόδου. Κἀκεῖ πάλιν τὴν ἐν Ἀντιοχείᾳ πίστιν ἐπιβεβαιώσαντες, ᾗ καὶ ἐν Σελευκείᾳ ὑπέγραψαν, ἀναθεματίζουσι τὴν ἐν Ἀριμίνῳ ὑπὸ τῶν πρώην ὁμοδόξων ἐκτεθεῖσαν πίστιν: καὶ αὖθις καταψηφίζονται τῶν περὶ Ἀκάκιον καὶ Εὐδόξιον, ὡς δικαίως καθαιρεθέντων. Τούτοις οὐδὲν ἀντιλέγειν Εὐδόξιος ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος ἴσχυεν: οὐ γὰρ αὐτῷ ἀμύνασθαι τούτους ὁ ἐνεστηκὼς δημόσιος συνεχώρει πόλεμος. Διὸ καὶ οἱ περὶ Ἐλεύσιον τὸν Κυζίκου ἐπίσκοπον ἐπικρατέστεροι τότε πρὸς ὀλίγον ἐγένοντο, συγκροτήσαντες τὸ χρηματίσαν Μακεδονίου δόγμα, μικρόν [*]([Qu. om. kai\ to/.]) τε ἔμπροσθεν καὶ τὸ ἐν τῇ κατὰ Λάμψακον συνόδῳ γενόμενον φανερώτερον. Ταύτην ἐγὼ νομίζω τὴν σύνοδον αἰτίαν γενέσθαι τοῦ πλεονάζειν ἐν Ἑλλησπόντῳ τοὺς Μακεδονιανοὺς χρηματίζοντας: ἡ γὰρ Λάμψακος ἐν τῷ στενῷ τοῦ Ἑλλησπόντου κεῖται πορθμῷ. Αὕτη μὲν οὖν ἡ σύνοδος τοιαύτην ἔσχε τὴν ἔκβασιν.

Ὅτι συμβολῆς γενομένης περὶ πόλιν τῆς Φρυγίας, τοῦ τε βασιλέως καὶ τοῦ τυράννου Προκοπίου, προδοσίᾳ τῶν στρατηγῶν ἑλῶν τὸν τύραννον αὐτόν τε καὶ αὐτοὺς ξέναις τιμωρίαις ὑποβαλὼν ἀνεῖλεν.

[*](A.D. 366.) Τῇ δὲ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Γρατιανοῦ καὶ Δαγαλαίφου, τὰ τῶν πολέμων ἐπέθετο. Ὡς γὰρ ὁ τύραννος Προκόπιος ἀπὸ τῆς Κωνσταντινουπόλεως ὁρμηθεὶς ἕτοιμος ἦν ἐπιστρατεύειν τῷ βασιλεῖ, πυθόμενος ὁ Οὐάλης φθάνει ἐκ τῆς Ἀντιοχείας ἐλάσας, καὶ συμβάλλει τῷ Προκοπίῳ περὶ πόλιν τῆς Φρυγίας, ᾗ προσωνυμία Νακώλεια. Καὶ τὴν μὲν πρώτην μάχην ἡττήθη: μετ̓ οὐ πολὺ δὲ [*]([ei(=le.]) ζωγρήσας εἶχε τὸν Προκόπιον, Ἀγέλωνος καὶ Γομαρίου τῶν στρατηγῶν προδεδωκότων αὐτόν: οὓς καὶ ξέναις τιμωρίαις ὑπέβαλεν. Τοὺς μὲν προδότας, ὑπεριδὼν τοὺς ὅρκους οὓς αὐτοῖς ὀμωμόκει, πρίοσι διελὼν ἀπέκτεινε: τοῦ δὲ τυράννου, δύο δένδρων καμφθέντων γειτνιαζόντων ἀλλήλοις, ἑκάτερον σκέλος ἐκδήσας, ἐπικαμφθέντων ἀφῆκεν ὀρθοῦσθαι: τὰ δὲ ἀνεγειρόμενα διέσπασε τὸν Προκόπιον. Καὶ οὕτως ὁ τύραννος διχοτομηθεὶς ἀπώλετο.

177

Ὅτι μετὰ τὴν τοῦ τυράννου ἀναίρεσιν, πάλιν ὁ βασιλεὺς ἠνάγκαζε τοὺς τῆς συνόδου ἀρειανίσαι καὶ πάντας Χριστιανούς.

Ὁ δὲ βασιλεὺς εὐτυχῶς τότε πράξας αὖθις κατὰ τῶν Χριστιανιζόντων θορύβους ἐκίνει, πᾶσαν θρησκείαν Ἀρειανίζειν βουλόμενος. Μάλιστα δὲ αὐτὸν εἰς ὀργὴν ἦγεν ἡ κατὰ τὴν Λάμψακον γενομένη σύνοδος, οὐ μόνον ὅτι τοὺς Ἀρειανίζοντας ἀπεκήρυξεν ἐπισκόπους, ἀλλ̓ ὅτι καὶ τὴν ἐν Ἀριμίνῳ τῆς πίστεως ἀνεθεμάτισεν ἔκθεσιν. Γενόμενος οὖν ἐν Νικομηδείᾳ τῆς Βιθυνίας, μεταπέμπεται παῤ ἐαυτὸν Ἐλεύσιον τὸν Κυζίκου ἐπίσκοπον: οὗτος δὲ τῇ Μακεδονίου δόξῃ προσέκειτο μᾶλλον, ὥς μοι καὶ πρότερον εἴρηται. Καθίσας [*](Cp. ii. 38.) οὖν ὁ βασιλεὺς συνέδριον ἐπισκόπων τῆς Ἀρειανῆς αἱρέσεως, συντίθεσθαι τὸν Ἐλεύσιον τῇ πίστει ἐκείνων ἠνάγκαζεν. Ὁ δὲ πρότερον μὲν ἀπηρνεῖτο: ἐξορίας δὲ αὐτῷ καὶ δημεύσεως ἀπειληθείσης, περιδεὴς γενόμενος τῇ Ἀρειανῇ δόξῃ συντίθεται. Συνθέμενος δὲ, εὐθὺς μετεμέλετο: καὶ καταλαβὼν τὴν Κύζικον, ἐπὶ παντὸς τοῦ λαοῦ τὴν βίαν ἀπωδύρατο, φάσκων τὴν συγκατάθεσιν ἐκ βίας, οὐ μὴν ἐκ προαιρέσεως, πεποιῆσθαι: ζητεῖν τε αὐτοὺς ἕτερον ἐπίσκοπον, διότι αὐτὸς τῇ ἀνάγκῃ τὸ οἰκεῖον δόγμα ἠρνήσατο. Κυζικηνοὶ δὲ φιλοστοργίᾳ τῇ πρὸς αὐτὸν ὑφ̓ ἑτέρῳ ἐπισκόπῳ τάττεσθαι οὐκ ἐβούλοντο, οὔτε μὴν ἑτέρῳ τῆς ἐκκλησίας παραχωρεῖν. Ἔμενον μὲν οὖν ὑπ̓ αὐτῷ ταττόμενοι, μὴ μετατιθέμενοι δὲ τῆς οἰκείας αἱρέσεως.