Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπιφανεὶς γὰρ αὐτῇ τρίτον ὁ θαυμάσιος Θύρσος, τοὺς ὑπὸ γῆν κρυπτομένους ἐμήνυσε, καὶ μετατίθεσθαι πρὸς ἑαυτὸν ἐκέλευσεν: ὥστε τῆς ὁμοίας θέσεως καὶ τιμῆς μετέχειν. Ἅμα δὲ καὶ αὐτοὶ οἱ τεσσαράκοντα χλανίδας ἠμφιεσμένοι λαμπρὰς, καταδήλους αὐτῇ σφᾶς ἐποίησαν.

Ἐδόκει δὲ πίστεως εἶναι κρεῖττον τὸ πρᾶγμα, καὶ παντελῶς ἄπορον. Οὔτε γὰρ οἱ παλαιότεροι τῶν ἐνθάδε κληρικῶν πολλάκις ἐρωτηθέντες, οὔτε ἄλλος οὐδεὶς καταμηνύειν εἶχε τοὺς μάρτυρας. Τὸ δὴ τελευταῖον, πάντων ἀμηχανούντων,

884
Πολυχρονίῳ τινὶ πρεσβυτέρῳ, πάλαι γενομένῳ τῶν Καισαρίου οἰκείων, ἄγει τὸ θεῖον εἰς νοῦν τοὺς ποτὲ τὸν τόπον οἰκήσαντας μοναχούς.

Καὶ παρὰ τοὺς Μακεδονιανῶν κληρικοὺς ἐλθὼν, ἐπυνθάνετο περὶ αὐτῶν. Ἤδη δὲ πάντων τετελευτηκότων, ἕνα μόνον περιόντα εὑρὼν ὡς ἐπὶ μηνύσει τῶν ἐπιζητουμένων μαρτύρων ἔτι πεφυλαγμένον ἐν ζῶσιν, ἐδεῖτο φράζειν, εἴγε ἱερὰ λείψανα εἶδεν ὑπὸ τὸν δηλωθέντα χῶρον κρυπτόμενα.