Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Γυνή τις Εὐσεβία τοὔνομα, διάκονος τῆς Μακεδονίου αἱρέσεως, οἴκημα καὶ κῆπον εἶχε πρὸ τοῦ τείχους τῆς Κωνσταντινουπόλεως: καὶ ἱερὰ λείψανα ἐνθάδε ἐφύλαττε τῶν ἐν Σεβαστείᾳ τῆς Ἀρμενίας κατὰ τοὺς Λικινίου χρόνους μαρτυρησάντων τεσσαράκοντα στρατιωτῶν.

Μέλλουσα δὲ τελευτᾷν, κατέλιπε τὸν προειρημένον τόπον μοναχοῖς ὁμοδόξοις, καὶ μεθ̓ ὅρκων αὐτῶν ἐδεήθη ἐκεῖσε ταφῆναι: ὑπὲρ δὲ κεφαλῆς ἐπὶ

882
τῷ ἄκρῳ τὴν αὐτῆς σορὸν ἰδίᾳ ξέσαι, καὶ συγκαταθέσθαι αὐτῇ τῶν μαρτύρων τὰ λείψανα,

καὶ μηδενὶ καταμηνύσαι. Καὶ οἱ μὲν ὧδε ἐποίουν. Ὥστε δὲ τῆς προσηκούσης θεραπείας μεταλαγχάνειν τοὺς μάρτυρας, καὶ τοὺς ἔξωθεν ἀγνοεῖν, κατὰ τὰ συντεθειμένα πρὸς Εὐσεβίαν, εὐκτήριον οἶκον ὑπὸ γῆν ἐτεκτήναντο περὶ τὴν αὐτῆς θήκην: εἰς δὲ τὸ προφανὲς, οἴκημα ὑπεράνω πλίνθοις ὀπταῖς τὸ ἔδαφος ἠμφιεσμένον, καὶ καταβάσιον ἐκ τούτου λανθάνον ἐπὶ τοὺς μάρτυρας.