Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ἐπὶ μὲν τῆς κεφαλῆς, χρυσοῦν στέφανον, χρυσᾶ δὲ τὰ ὑποδήματα, καὶ τὴν ἐσθῆτα τιμίαν. Ἀπορούντων δὲ τῶν τότε σοφῶν καὶ ἱερέων περὶ τούτου τοῦ παιδίου, τίς τε εἴη καὶ πόθεν, καὶ οὗ χάριν τοιάδε ἠμφίεστο, λέγεται Ζαχαρίαν τὸν ἡγούμενον τῆς ἐν

919
Γεράροις μοναχικῆς συνοικίας, Ἑβραίων παλαιᾷ περιτυχεῖν γραφῇ, οὐ τῶν ἐκκλησιαζομένων. Ἐδήλου δὲ ὡς ἡνίκα Ζαχαρίαν τὸν προφήτην ἀνεῖλεν Ἰωὰς ὁ τῆς Ἰουδαίας βασιλεὺς, οὐκ εἰς μακρὰν περὶ τὸν οἶκον χαλεπῇ ἐχρήσατο συμφορᾷ.

Ἑβδόμῃ γὰρ ἡμέρᾳ τῆς ἀναιρέσεως τοῦ προφήτου, ἐξαπίνης αὐτῷ μάλα κεχαρισμένος ὁ παῖς ἀπολώλει. Συμβαλὼν δὲ κατὰ θεομηνίαν τῷ τοιούτῳ παθήματι περιπεσεῖν, ὑπὸ τοὺς πόδας αὐτοῦ τὸ μειράκιον ἔθαψεν, ἀπολογούμενος ταύτῃ ὑπὲρ ὧν εἰς αὐτὸν ἥμαρτε. Καὶ τὰ μὲν ὧδε ἔγνων.

Ὁ δὲ προφήτης καίπερ πρὸ πλείστων γενεῶν ὑπὸ γῆν κείμενος, σῶος ἀνεφάνη, ἐν χρῷ κεκαρμένος, εὐθύρρις, γενειάδα μετρίως καθειμένην ἔχων, τὴν δὲ κεφαλὴν βραχυτέραν, καὶ τοὺς ὀφθαλμοὺς ὀλίγον ἐν βάθει ταῖς ὀφρύσι καλυπτομένους. Τέλος σὺν τῇ ἁγίᾳ Τριάδι.