Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Μετὰ δὲ ταῦτα συμμαχίας προστεθείσης τοῖς ἐναντίοις, ἐζωγρήθησαν, καὶ ἅμα ταῖς αὐτῶν γαμεταῖς ἀπήχθησαν, καὶ ὕστερον ἀνῃρέθησαν. Ἐν ἑτέραις δὲ ἐπαρχίαις διατρίβοντες Θεοδοσίωλος καὶ Λαγώδιος οἱ αὐτῶν ἀδελφοὶ, φεύγουσι τὴν πατρίδα: καὶ διασώζονται, Θεοδοσίωλος μὲν, εἰς Ἰταλίαν πρὸς Ὁνώριον τὸν βασιλέα:

Λαγώδιος δὲ, πρὸς Θεοδόσιον εἰς ἀνατολήν. Καὶ ὁ μὲν Κώνστας ταῦτα διαπραξάμενος,

908
ἐπανῆλθε πρὸς τὸν πατέρα, φρουρὰν καταστήσας ἀπὸ τῶν στρατιωτῶν τῆς ἐπὶ τὰς Σπανίας παρόδου: ἣν δεομένοις Σπάνοις κατὰ τὸ ἀρχαῖον ἔθος φυλάττειν,

οὐκ ἐπέτρεψεν. Ὃ καὶ αἴτιον γέγονε μετὰ ταῦτα τῆς ἀπωλείας τῶν τῇδε: καταπεσούσης γὰρ τῆς Κωνσταντίνου δυνάμεως, ἀναλαβόντες ἑαυτοὺς Οὐανδαλοί τε καὶ Σοῦϊβοι καὶ Ἀλανοὶ, ἔθνη βάρβαρα, τῆς παρόδου ἐκράτησαν, καὶ πολλὰ φρούρια καὶ πόλεις τῶν Ἱσπανῶν καὶ Γαλατῶν εἷλον,

καὶ τοὺς ἄρχοντας τοῦ τυράννου. Κωνσταντῖνος δὲ τέως κατὰ γνώμην πράττειν δοκῶν, Κώνσταντα τὸν υἱὸν ἀντὶ Καίσαρος βασιλέα καταστήσας, ἐβουλεύετο τὴν Ἰταλίαν καταλαβεῖν: καὶ παραμείψας τὰς Κοττίας Ἄλπεις, ἧκεν εἰς Λιβερῶνα πόλιν τῆς Λιγουρίας.

Μέλλων δὲ περαιοῦσθαι τὸν Ἠριδανὸν, τὴν αὐτὴν ὁδὸν ἀνέστρεψε, μαθὼν τὸν Ἀλαβίχου θάνατον: ὃν

909
δὴ στρατηγὸν Ὁνωρίου ὄντα, καὶ ὕποπτον ὡς Κωνσταντίνῳ πραγματευόμενον πᾶσαν τὴν πρὸς τὴν δύσιν ἡγεμονίαν, ἀναιρεθῆναι συνέβη τότε, προηγούμενον, ὡς ἔθος, ἐπανιόντος ἐκ προόδου τινὸς τοῦ κρατοῦντος. Ἡνίκα δὴ καὶ ὁ βασιλεὺς αὐτίκα τοῦ ἵππου ἀποβὰς, δημοσίᾳ εὐχαριστήρια τῷ Θεῷ ηὔξατο, ὡς προφανοῦς ἐπιβούλου ἀπαλλαγείς.

Κωνσταντῖνος δὲ φεύγων, τὴν Ἀρήλατον κατέλαβε: κατὰ ταυτὸν δὲ καὶ Κώνστας ὁ αὐτοῦ παῖς φεύγων ἐκ τῆς Ἱσπανίας.

Καταπεσούσης γὰρ τῆς Κωνσταντίνου δυνάμεως, ἀναλαβόντες ἑαυτοὺς Οὐανδαλοί τε καὶ Σοῦϊβοι καὶ Ἀλανοὶ, σπουδῇ τὸ Πυρηναῖον ὄρος κατέλαβον, εὐδαίμονα καὶ πλησιωτάτην τὴν χώραν ἀκούοντες. Παρημεληκότων τε τῶν ἐπιτραπέντων παρὰ Κώνσταντος τὴν φρουρὰν τῆς παρόδου, παρῆλθον εἰς Ἱσπανίαν.

910