Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

θυγατέρας δὲ, Πουλχερίαν καὶ Ἀρκαδίαν καὶ Μαρίναν, ἔτι κομιδῆ νέας. Ἧι μοι δοκεῖ μάλιστα τὸν Θεὸν ἐπιδεῖξαι, μόνην εὐσέβειαν ἀρκεῖν πρὸς σωτηρίαν τοῖς βασιλεύουσιν: ἄνευ δὲ ταύτης, μηδὲν εἶναι στρατεύματα καὶ βασιλέως ἰσχὺν, καὶ τὴν ἄλλην παρασκευήν. Ἐπεὶ οὖν εὐσεβέστατον τὸν βασιλέα ἔσεσθαι προεῖδεν ἡ τῶν ὅλων οἰκουρὸς θεία δύναμις, ἐπίτροπον αὐτοῦ καὶ τῆς ἡγεμονίας κατέστησε Πουλχερίαν τὴν ἀδελφήν.

Ἡ δὲ, οὔπω πεντεκαιδέκατον ἔτος ἄγουσα, ὑπὲρ τὴν ἡλικίαν σοφώτατον καὶ θεῖον ἔλαβε νοῦν. Καὶ πρῶτα μὲν τὴν αὐτῆς παρθενίαν τῷ Θεῷ ἀνέθηκε, καὶ τὰς ἀδελφὰς ἐπὶ τὸν αὐτὸν ἐπαιδαγώγησε βίον, ὅπως μὴ ἄλλον ἄνδρα ἐπεισαγάγῃ τοῖς βασιλείοις, καὶ ζήλου καὶ ἐπιβουλῆς πᾶσαν ἀνέλῃ ἀφορμήν.

Ἐπιβεβαιοῦσα δὲ τὰ δόξαντα, καὶ Θεὸν αὐτὸν, καὶ ἱερέας, καὶ πάντα ἀρχόμενον μάρτυρας ποιουμένη

878
τῶν αὐτῇ βεβουλευμένων, ἐκ χρυσοῦ καὶ λίθων τιμίων θαυμάσιόν τι χρῆμα θεαμάτων κάλλιστον, ὑπὲρ τῆς ἰδίας παρθενίας καὶ τῆς τοῦ ἀδελφοῦ ἡγεμονίας, ἱερὰν ἀνέθετο τράπεζαν ἐν τῇ ἐκκλησίᾳ Κωνσταντινουπόλεως: καὶ ἐπὶ τοῦ μετώπου τῆς τραπέζης,