Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐγένετο δὲ οὗτος βάρβαρος τὸ γένος, οὐκ ἐκ γενετῆς εὐνοῦχος: ἐν οἰκίᾳ δέ τινος τῶν ἐν δυνάμει τὰ πρῶτα δουλεύσας, καὶ ἐπαινεθεὶς παρὰ τοῦ κεκτημένου, μετέσχεν ἐλευθερίας. Εἰς πρεσβυτέρου δὲ ἀξίαν προελθὼν, τῷ χρόνῳ διεφάνη τὸ ἦθος ἐπιεικέστατος, καὶ πρᾷος, καὶ περὶ τοὺς δεομένους καὶ ξένους, εἴ πέρ τις ἄλλος, δεξιώτατος. Καὶ τὰ μὲν ἐν

862

Κωνσταντινουπόλει τοιάδε ἦν. Ἐν τούτῳ δὲ Σιρικίου τὴν Ῥωμαίων ἐπισκοπὴν δέκα καὶ πέντε διανύσαντος ἔτη, Ἀναστασίου δὲ τρία, μετὰ τοῦτον Ἰνοκέντιος ταύτην ἐπλήρου τὴν διαδοχήν.

Ἐτελεύτησε δὲ καὶ Φλαβιανὸς, μὴ συνθέμενος τῇ Ἰωάννου καθαιρέσει: διαδέχεται δὲ τὴν Ἀντιοχέων ἐκκλησίαν Πορφύριος: καὶ ἐπειδὴ τοῖς κατ̓ αὐτοῦ κεχρημένοις ἐπεψηφίσατο, πολλοὶ τῶν ἐν Συρίᾳ τῆς ἐνθάδε ἐκκλησίας ἐχωρίσθησαν: καθ̓ ἑαυτούς τε τὰς συνόδους ποιούμενοι πραγμάτων καὶ πλείστων δεινῶν ἐπειράθησαν.

Χάριν γὰρ τῆς πρὸς Ἀρσάκιον κοινωνίας, καὶ Πορφύριον τοῦτον καὶ Θεόφιλον τὸν Ἀλεξανδρείας ἐπίσκοπον, σπουδῇ τῶν ἐν τοῖς βασιλείοις δυνατῶν, νόμος ἐτέθη τοὺς ὀρθῶς δοξάζοντας ἐκτὸς τῶν ἐκκλησιῶν μὴ συνιέναι, τοὺς δὲ μὴ κοινωνοῦντας αὐτοῖς, ἐλαύνεσθαι.

863

Ὅτι τῆς ἐκκλησίας κακῶς ἐχούσης, καὶ τὰ κοσμικὰ κακῶς διέκειντο πράγματα. Καὶ τὰ κατὰ Στελίχωνα τὸν Ὁνωρίου στρατηγόν.

Περὶ δὲ τοῦτον τὸν χρόνον, ὡς ἐπίπαν συνενεχθὲν εὑρεῖν ἐστίν ἐν ταῖς τῶν ἱερέων διχονοίαις, καὶ τὰ κοινὰ θορύβων καὶ ταραχῆς ἐπειράθη. Καὶ Οὗννοι μὲν τὸν Ἴστρον περαιωθέντες, τοὺς Θρᾷκας ἐδῄουν. Οἱ δὲ ἐν Ἰσαυρίᾳ λῃσταὶ εἰς πλῆθος ἀθροισθέντες, μέχρι Καρῶν καὶ Φοινίκων, τὰς ἐν μέσῳ πόλεις καὶ κώμας ἐκακούργουν.

Στελίχων δὲ ὁ Ὁνωρίου στρατηγὸς, ἀνὴρ εἴπέρ τις πώποτε ἐν πολλῇ δυνάμει γεγενημένος, Ῥωμαίων τε καὶ βαρβάρων τοὺς νέους πειθομένους ἔχων, εἰς ἔχθραν καταστὰς τοῖς Ἀρκαδίου ἄρχουσιν, ἐβεβούλευτο πρὸς ἑαυτὰ συγκροῦσαι τὰ βασίλεια.

Καὶ στρατηγοῦ Ῥωμαίων ἀξίωμα παρὰ Ὁνωρίου προξενίσας Ἀλαρίχῳ τῷ ἡγουμένῳ τῶν Γότθων, Ἰλλυριοῖς ἐπανέστησεν: ὕπαρχόν τε

864
αὐτῶν καταστάντα Ἰόβιον προπέμψας, συνέθετο συνδραμεῖσθαι μετὰ τῶν Ῥωμαίων στρατιωτῶν: ὥστε δῆθεν καὶ τοὺς τῇδε ὑπηκόους ὑπὸ τὴν Ὁνωρίου ἡγεμονίαν ποιῆσαι.

Παραλαβὼν δὲ Ἀλάριχος τοὺς ὑπ̓ αὐτὸν ἐκ τῆς πρὸς τῇ Δαλματίᾳ καὶ Παννονίᾳ βαρβάρου γῆς οὗ διῆγεν, ἧκεν εἰς τὰς Ἠπείρους: καὶ συχνὸν ἐνταῦθα προσμείνας χρόνον, ἐπανῆλθεν εἰς Ἰταλίαν. Μέλλων γὰρ ἐκδημεῖν ὡς ὡμολόγησε Στελίχων, Ὁνωρίου γράμμασιν ἐπεσχέθη. Καὶ τὰ μὲν ἐν τούτοις ἦν.

Ἐπιστολαὶ δύο Ἰνοκεντίου Πάπα Ῥώμης, πρὸς τὸν Χρυσόστομον Ἰωάννην, καὶ πρὸς τὸν κλῆρον Κωνσταντινουπόλεως ὑπὲρ Ἰωάννου.

Μαθὼν δὲ Ἰνοκέντιος ὁ Ῥωμαίων ἐπίσκοπος τὰ κατὰ Ἰωάννου πεπραγμένα, ἐχαλέπαινε: καὶ τῶν μὲν κατέγνω: οἰκουμενικὴν δὲ συνόδον συναγεῖραι σπουδάζων, ἔγραψεν Ἰωάννῃ, ἐν μέρει τε τοῖς Κωνσταντινουπόλεως

865
κληρικοῖς. Ἑκατέραν δὲ ἐπιστολὴν ἐκ τῆς Ῥωμαίων φωνῆς εὑρὼν παρεθέμην: ἔχει δὲ ὧδε.

Τῷ ἀγαπητῷ ἀδελφῷ Ἰωάννῃ Ἰνοκέντιος. Εἰ καὶ πάντα δεῖ τὸν ἀναίτιον προσδοκᾷν τὰ χρηστὰ, καὶ παρὰ τοῦ Θεοῦ τὸν ἔλεον αἰτεῖν, ὅμως καὶ παρὰ ἡμῶν τὴν ἀνεξικακίαν συμβουλευόντων, τὰ καθήκοντα γράμματα διὰ Κυριακοῦ τοῦ διακόνου ἐξαπέσταλται: ὥστε μὴ πλέον δυνηθῆναι τὴν ὕβριν ἐν τῷ συντρίβειν τὸ ἀγαθὸν συνειδὸς,

ἐν τῷ ἐλπίζειν. Οὐδὲ γὰρ ὀφείλεις διδαχθῆναι ὁ τοσούτων λαῶν διδάσκαλος καὶ ποιμὴν, τοὺς ἀρίστους ἀεὶ καὶ πολλάκις δοκιμάζεσθαι, εἰ ἐν τῇ ἀκμῇ τῆς ὑπομονῆς παραμένουσι, καὶ οὐδενὶ πόνῳ κακοπαθείας ὑποπίπτουσι. Καὶ ἔστιν ὡς ἀληθῶς βέβαιον πρᾶγμα τὸ συνειδὸς εἰς πάντα τὰ ἀδίκως συμπίπτοντα.

Ἅπερ εἰ μὴ κινήσειέ τις ὑπομένων,

866
τεκμήριον φαύλης ὑπολήψεως ἐκφέρει. Πάντα γὰρ ὑπομένειν ὀφείλει, ὁ τῷ Θεῷ πρῶτον, εἶτα καὶ τῷ ἰδίῳ πεποιθὼς συνειδότι: ὁπότε μάλιστα γυμνάζεσθαι εἰς ὑπομονὴν ὁ καλὸς καὶ ἀγαθὸς δύναται: νικᾶσθαι δὲ οὔ. Ἐπειδήπερ αὐτοῦ τὴν διάνοιαν αἱ θεῖαι γραφαὶ φυλάττουσι.

Καὶ περιττεύουσιν ὑποδείγμασιν αἱ θεῖαι ἀναγνώσεις, ἃς τοῖς λαοῖς παραδιδόαμεν: αἵτινες πάντας σχεδὸν τοὺς ἁγίους καταπεπονῆσθαι διαφόρως καὶ συνεχῶς ἐπιστώσαντο, καὶ δοκιμάζεσθαι καθάπερ ἔν τινι διαγνώσει, οὕτω τε εἰς τὸν στέφανον τῆς ὑπομονῆς ἐληλυθέναι.