Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἀμαρτύρου δὲ τῆς κατηγορίας οὔσης, μὴ ἔχων ὁ ὕπαρχος ὅ, τι δικαίως μέμψαιτο, ἠπιώτερόν πως εἰς ἕτερον μετέβη ἔγκλημα: καὶ ὡς ἐν συμβουλῇ, ἄνοιαν αὐτῇ καὶ ταῖς ἄλλαις γυναιξὶν ἐμέμφετο, ὅτι τὴν πρὸς τὸν ἐπίσκοπον κοινωνίαν ἠρνοῦντο, ἐξὸν μεταμεληθῆναι καὶ πραγμάτων ἀπηλλάχθαι.

Ἀλλ̓ αἱ μὲν, ὑπὸ δέους τάδε τῷ ὑπάρχῳ προστάξαντι εἶξαν: ἡ δὲ Ὀλυμπιὰς, Οὐ δίκαιον, ἔφη, τὴν ἐν τῷ πλήθει ὑπὸ συκοφαντίας ἁλοῦσαν, ἐν δὲ τοῖς δικαστηρίοις ἐπ̓ οὐδενὶ τῶν κατηγορουμένων διελεγχθεῖσαν εἰς ἀπολογίαν ἕλκεσθαι μέμψεων ἀνευθύνων: ἐπίτρεψον οὖν

861
μοι, πρὸς τὴν προτέραν γραφὴν συνηγόρους προστήσασθαι: εἰ γὰρ παρανόμως βιασθείην οἷς μὴ δεῖ κοινωνεῖν, οὐ ποιήσω ἃ μὴ θέμις τοῖς εὐσεβοῦσιν.

Ὁ δὲ, ὡς οὐκ ἔπεισεν αὐτὴν Ἀρσακίῳ κοινωνεῖν, τότε μὲν ἠφίει ὡς συνηγόρους διδάξουσαν: ἐν ἑτέρᾳ δὲ παραγαγὼν, πολλοῦ χρυσίου κατεδίκασεν: ᾤετο γὰρ οὕτως αὐτὴν μεταθήσειν τῆς γνώμης. Ἀλλ̓ ἡ μὲν τῶν χρημάτων ὑπεριδοῦσα, οὐ καθυφῆκε: καὶ καταλιποῦσα τὴν Κωνσταντινούπολιν, ἐν Κυζίκῳ διέτριβεν.

Ἐν δὲ τῷ τότε καιρῷ καὶ Τίγριος πρεσβύτερος τῆς ἐσθῆτος γυμνωθεὶς, καὶ κατὰ νώτου μαστιγωθεὶς, πόδας καὶ χεῖρας δεδεμένος διαταθεὶς, διελύθη τὰ ἄρθρα.