Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ἐν δὲ τῷ τότε καὶ Εὐτρόπιός τις ἀναγνώστης παραχθεὶς ἐπὶ τῇ καταμηνύσει τῶν ἐμβαλόντων τὸ πῦρ, οὔτε βοείαις οὔτε ξύλοις οὔτε ὄνυξι ξαινόμενος πλευράς τε καὶ παρειὰς, ἐπὶ τούτοις τε καὶ τὸν ὑφαπτόμενον τῷ σώματι πυρσὸν ὑπομείνας, καὶ ταῦτα νέος καὶ ἁπαλόχρως ὢν, οὐδὲν ὡμολόγησεν εἰδέναι.

Μετὰ δὲ τὰς βασάνους, ἐγκλείεται εἰς τὸ δεσμωτήριον: ἔνθα δὴ οὐκ εἰς μακρὰν ἐτελεύτησεν. Ἄξιον δὲ τῇ γραφῇ παραδοῦναι καὶ τὸ συμβὰν ἐπ̓ αὐτῷ ὄναρ. Σισινίῳ γὰρ τῷ ἐπισκόπῳ τῆς τῶν Ναυατιανῶν

859
αἱρέσεως ἤδη καθεύδοντι, ἀνήρ τις κάλλει καὶ μεγέθει περιφανέστατος, παρεστὼς τῷ θυσιαστηρίῳ τῆς αὐτῶν ἐκκλησίας, ἣν εἰς τιμὴν Στεφάνου τοῦ πρωτομάρτυρος ὠκοδόμησεν, ἔδοξεν ἀδημονεῖν ἐπὶ σπάνει ἀγαθῶν ἀνδρῶν, ὡς τούτου χάριν τὴν πᾶσαν πόλιν περιεληλυθὼς, καὶ μηδένα εὑρὼν ἢ μόνον Εὐτρόπιον.

Πρὸς δὲ τὴν ὄψιν καταπλαγεὶς ὁ Σισίνιος, πρός τινα τῶν ὑπ̓ αὐτὸν πιστοτάτων πρεσβυτέρων ὁμολογήσας τὸ ὄναρ, ἐκέλευσεν ἀναζητεῖν τὸν ἄνδρα ὅστις εἴη. Ὁ δὲ, εὐστόχως συμβαλὼν ὡς ἐν τοῖς ἔναγχος ἐπὶ τοῦ ὑπάρχου βασανισθεῖσιν εἰκὸς εἶναι τοιοῦτον, περιϊών τὰ δεσμωτήρια, ἐπυνθάνετο εἴ τις ἐστὶν ἐν αὐτοῖς Εὐτρόπιος. Καὶ εὑρὼν, εἰς λόγους αὐτῷ ἦλθε, καὶ διηγήσατο τοῦ ἐπισκόπου τὸ ὄναρ: καὶ δακρύων εὔχεσθαι ὑπὲρ αὐτοῦ ἐλιπάρει: καὶ τὰ μὲν κατὰ Εὐτρόπιον ὧδε ἔσχεν.

Ἀνδρεία δὲ ἐν ταύταις ταῖς συμφοραῖς ἀνεφάνη καὶ Ὀλυμπιὰς ἡ διάκονος. Ἐπεὶ γὰρ ἐκ ταύτης τῆς αἰτίας εἰς τὸ δικαστήριον παρήχθη, πυθομένου τοῦ ὑπάρχου τί δήποτε τὴν ἐκκλησίαν ἐνέπρησεν, ὑπολαβοῦσα, Οὐχ αὕτη,

860
ἔφη, τοῦ ἐμοῦ βίου ἡ προαίρεσις: πολλὴν γὰρ οὖσαν εἰς ἀνανέωσιν ναῶν Θεοῦ τὴν οὐσίαν ἀνάλωσα. Τοῦ δὲ τὸν αὐτῆς βίον ἐπίστασθαι λέγοντος, Οὐκοῦν εἰς κατηγόρου τάξιν μετάβηθι, ἔφη, καὶ ἕτερος ἡμῖν δικάσει.

Ἀμαρτύρου δὲ τῆς κατηγορίας οὔσης, μὴ ἔχων ὁ ὕπαρχος ὅ, τι δικαίως μέμψαιτο, ἠπιώτερόν πως εἰς ἕτερον μετέβη ἔγκλημα: καὶ ὡς ἐν συμβουλῇ, ἄνοιαν αὐτῇ καὶ ταῖς ἄλλαις γυναιξὶν ἐμέμφετο, ὅτι τὴν πρὸς τὸν ἐπίσκοπον κοινωνίαν ἠρνοῦντο, ἐξὸν μεταμεληθῆναι καὶ πραγμάτων ἀπηλλάχθαι.

Ἀλλ̓ αἱ μὲν, ὑπὸ δέους τάδε τῷ ὑπάρχῳ προστάξαντι εἶξαν: ἡ δὲ Ὀλυμπιὰς, Οὐ δίκαιον, ἔφη, τὴν ἐν τῷ πλήθει ὑπὸ συκοφαντίας ἁλοῦσαν, ἐν δὲ τοῖς δικαστηρίοις ἐπ̓ οὐδενὶ τῶν κατηγορουμένων διελεγχθεῖσαν εἰς ἀπολογίαν ἕλκεσθαι μέμψεων ἀνευθύνων: ἐπίτρεψον οὖν

861
μοι, πρὸς τὴν προτέραν γραφὴν συνηγόρους προστήσασθαι: εἰ γὰρ παρανόμως βιασθείην οἷς μὴ δεῖ κοινωνεῖν, οὐ ποιήσω ἃ μὴ θέμις τοῖς εὐσεβοῦσιν.

Ὁ δὲ, ὡς οὐκ ἔπεισεν αὐτὴν Ἀρσακίῳ κοινωνεῖν, τότε μὲν ἠφίει ὡς συνηγόρους διδάξουσαν: ἐν ἑτέρᾳ δὲ παραγαγὼν, πολλοῦ χρυσίου κατεδίκασεν: ᾤετο γὰρ οὕτως αὐτὴν μεταθήσειν τῆς γνώμης. Ἀλλ̓ ἡ μὲν τῶν χρημάτων ὑπεριδοῦσα, οὐ καθυφῆκε: καὶ καταλιποῦσα τὴν Κωνσταντινούπολιν, ἐν Κυζίκῳ διέτριβεν.

Ἐν δὲ τῷ τότε καιρῷ καὶ Τίγριος πρεσβύτερος τῆς ἐσθῆτος γυμνωθεὶς, καὶ κατὰ νώτου μαστιγωθεὶς, πόδας καὶ χεῖρας δεδεμένος διαταθεὶς, διελύθη τὰ ἄρθρα.

Ἐγένετο δὲ οὗτος βάρβαρος τὸ γένος, οὐκ ἐκ γενετῆς εὐνοῦχος: ἐν οἰκίᾳ δέ τινος τῶν ἐν δυνάμει τὰ πρῶτα δουλεύσας, καὶ ἐπαινεθεὶς παρὰ τοῦ κεκτημένου, μετέσχεν ἐλευθερίας. Εἰς πρεσβυτέρου δὲ ἀξίαν προελθὼν, τῷ χρόνῳ διεφάνη τὸ ἦθος ἐπιεικέστατος, καὶ πρᾷος, καὶ περὶ τοὺς δεομένους καὶ ξένους, εἴ πέρ τις ἄλλος, δεξιώτατος. Καὶ τὰ μὲν ἐν

862

Κωνσταντινουπόλει τοιάδε ἦν. Ἐν τούτῳ δὲ Σιρικίου τὴν Ῥωμαίων ἐπισκοπὴν δέκα καὶ πέντε διανύσαντος ἔτη, Ἀναστασίου δὲ τρία, μετὰ τοῦτον Ἰνοκέντιος ταύτην ἐπλήρου τὴν διαδοχήν.

Ἐτελεύτησε δὲ καὶ Φλαβιανὸς, μὴ συνθέμενος τῇ Ἰωάννου καθαιρέσει: διαδέχεται δὲ τὴν Ἀντιοχέων ἐκκλησίαν Πορφύριος: καὶ ἐπειδὴ τοῖς κατ̓ αὐτοῦ κεχρημένοις ἐπεψηφίσατο, πολλοὶ τῶν ἐν Συρίᾳ τῆς ἐνθάδε ἐκκλησίας ἐχωρίσθησαν: καθ̓ ἑαυτούς τε τὰς συνόδους ποιούμενοι πραγμάτων καὶ πλείστων δεινῶν ἐπειράθησαν.

Χάριν γὰρ τῆς πρὸς Ἀρσάκιον κοινωνίας, καὶ Πορφύριον τοῦτον καὶ Θεόφιλον τὸν Ἀλεξανδρείας ἐπίσκοπον, σπουδῇ τῶν ἐν τοῖς βασιλείοις δυνατῶν, νόμος ἐτέθη τοὺς ὀρθῶς δοξάζοντας ἐκτὸς τῶν ἐκκλησιῶν μὴ συνιέναι, τοὺς δὲ μὴ κοινωνοῦντας αὐτοῖς, ἐλαύνεσθαι.

863