Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἀτυφοτάτην δὲ ὧν ἴσμεν σπουδαίων γυναικῶν ταύτην ἔγνων, ἤθει τε καὶ λόγῳ καὶ διαίτῃ τεταγμένην, καὶ τὰ θεῖα μέχρι θανάτου τῶν βιωτικῶν προτιμῶσαν: ἀνδρείᾳ τε καὶ φρονήσει πρὸς περιπετείας δυσχερῶν πραγμάτων ἀντισχεῖν ἱκανήν: ὡς

857
μήτε πολλῆς πατρῴας περιουσιας ἀδίκως ἀφαιρεθεῖσαν ἀγανακτεῖν, ἐν ὀλίγοις τε περιλειφθεῖσιν, ὑπὸ ἀρίστης οἰκονομίας, καίπερ εἰς γῆρας προελθοῦσαν, τὰ ἐπιτήδεια σὺν τοῖς οἰκείοις ἔχειν, καὶ ἄλλοις ἀφθόνως χορηγεῖν.

Ὑπὸ φιλανθρώπου δὲ προθυμίας φιλόκαλος οὖσα, καὶ παντοδαπὰ παρεσκεύαζε φάρμακα εἰς πτωχῶν νοσούντων χρείαν: οἷς δὴ πολλοῖς τῶν γνωρίμων πολλάκις ἐπήρκεσε μηδὲν ἀποναμένοις τῶν συνήθων ἰατρῶν. Σὺν θείᾳ γάρ τινι ῥοπῇ, ἅπερ ἐπεχείρει εἰς χρηστὸν ἀπέβαινε τέλος: καὶ συλλήβδην εἰπεῖν, τῶν καθ̓ ἡμᾶς σπουδαίων γυναικῶν ἑτέραν οὐκ ἔγνων, εἰς τοσοῦτον ἤθους τε καὶ σεμνότητος καὶ τῆς ἄλλης ἀρετῆς ἐπιδοῦσαν.

Ἀλλ̓ ἡ μὲν, καίπερ τοιάδε οὖσα, τοὺς πολλοὺς ἐλάνθανεν: ὑπὸ μετριότητος γὰρ τρόπων, καὶ φιλοσοφίας, ἀεὶ λανθάνειν ἐπετήδευεν: ὡς μήτε εἰς ἀξίωμα διακόνου σπουδάσαι προελθεῖν, μήτε προτρεπομένου πολλάκις Ἰωάννου ἑλέσθαι ποτὲ παρθένων ἐκκλησιαστικῶν ἡγεῖσθαι.

Μεγίστου δὲ φόβου πᾶσιν ἐμπεσόντος, ἐπειδὴ δῆλον

858
ἦν μηκέτι στασιάζειν τὸ πλῆθος, δημοσίᾳ προελθὼν ὁ τῆς πόλεως ὕπαρχος, ὡς ἐξετάσων τὰ περὶ τῆς πυρᾶς καὶ τοῦ βουλευτηρίου, πολλοὺς χαλεπῶς ἐτιμωρήσατο: ἕλλην γὰρ ὢν, ὡς ἐπεγγελῶν ταῖς συμφοραῖς τῆς ἐκκλησίας, καὶ πρὸς ἡδονὴν ἔσχε τὸ συμβάν.